“ΣΤΗΣ ΓΑΛΙΛΑΙΑΣ ΤΙΣ ΑΚΡΟΓΙΑΛΙΕΣ”
ΘΕΜΑ 28ης Ομιλίας Π.Δ. “Βασιλειών Α΄:
“Ματαιότης και σοφία”
Με τη βοήθεια του Θεού την Τετάρτη 13 Μαΐου 2026 στις 9:00μ.μ, καθώς και κάθε Τετάρτη, πραγματοποιήθηκε η εκπομπή της Ενοριακής μας Συντροφιάς, “ΣΤΗΣ ΓΑΛΙΛΑΙΑΣ ΤΙΣ ΑΚΡΟΓΙΑΛΙΕΣ”, κατά την διάρκεια της οποίας, στο πρώτο ήμισυ, ο πνευματικός μας π.Νικηφόρος Κοντογιάννης αναλύει το βιβλίο της Π.Δ. ΒΑΣΙΛΕΙΩΝ Α΄, ενώ στο δεύτερο απαντάει σε ερωτήματα των αγαπητών ακροατών.
1. Για να υποβάλετε τις ΕΡΩΤΗΣΕΙΣ σας μέσα από την ιστοσελίδα μας galilea.gr ακολουθείστε τα εξής βήματα: www.galilea.gr —ΑΡΧΕΙΟΘΗΚΗ —- ΒΙΝΤΕΟ —- ΕΡΩΤΗΜΑΤΑ ΟΜΙΛΙΩΝ ή Εναλλακτικά με τον εξής σύνδεσμο, όταν είναι διαθέσιμος https://galilea.gr/%CF%85%CF%80%CE%BF…
2. Για να βρείτε στην ιστοσελίδα μας galilea.gr τις ΑΠΑΝΤΗΣΕΙΣ των ερωτήσεων που θέσατε ακολουθείστε τα εξής βήματα: www.galilea.gr — ΒΙΒΛΙΟΘΗΚΗ — ΕΙΣΟΔΟΣ — ΠΕΡΙΕΧΟΜΕΝΑ ΕΡΩΤΗΣΕΩΝ ή Εναλλακτικά με τον εξής σύνδεσμο, όταν είναι διαθέσιμος https://galileabooks.gr/periexomena-e…
Η εκπομπή πραγματοποιείται διαδικτυακά κάθε Τετάρτη και μεταδίδεται σε Ζωντανή Ραδιοτηλεοπτική Μετάδοση από την Ιστοσελίδα μας: www.galilea.gr/ζωντανα-2/.
Κατά την διάρκεια της ομιλίας γίνεται και συζήτηση.
Β. ΕΡΩΤΗΣΕΙΣ ΑΚΡΟΑΤΩΝ
(συνέχεια απαντήσεων στα εξής ερωτήματα των ακροατών)
354) Πάτερ είπατε όταν μας εύχονται ΧΡΙΣΤΌΣ ΑΝΕΣΤΗ να απαντούμε ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ και όχι μόνο ΑΛΗΘΩΣ ούτε ΑΛΗΘΩΣ ο ΚΥΡΙΟΣ. Το τελευταίο δεν καταλαβαίνω γιατί είναι λάθος; Μπορείτε να μας το εξηγήσετε περισσότερο από όσα είπατε κάποια Κυριακή στην εκκλησία;
ΚΕΦΑΛΑΙΟΝ ΙΑ
1 ΚΑΙ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. 2 καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ Ἀμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. 3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς· ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς. 4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν Ἰαβίς. 6 καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα. 7 καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων· ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας. 9 καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν. 10 καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. 11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. 12 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ· τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. 13 καὶ εἶπε Σαούλ· οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ. 14 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.
ΚΕΦΑΛΑΙΟΝ ΙΒ
1 ΚΑΙ εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραήλ· ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ’ ὑμᾶς βασιλέα. 2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης. 3 ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ’ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. 4 καὶ εἶπαν πρὸς Σαμουήλ· οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν. 5 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν· μάρτυς. 6 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. 7 καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· 8 ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. 9 καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς. 10 καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον· ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. 11 καὶ ἀπέστειλε Κύριος τὸν Ἱεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν Ἰεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες. 12 καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν Ἀμμὼν ἦλθεν ἐφ’ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν. 13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ’ ὑμᾶς βασιλέα. 14 ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι· 15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. 16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, ὃ ὁ Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν. 17 οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα. 18 καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ. 19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ· πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα. 20 καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν 21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. 22 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν. 23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν· 24 πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθ’ ὑμῶν, 25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

