
“ΕΝΑΡΚΤΗΡΙΟΣ ΠΡΟΣΕΥΧΗ”
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ Ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Κύριε ἐλέησον (ιβ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
“23. ΓΙΑ ΝΑ ΦΩΤΙΣΕΙ Ο ΚΥΡΙΟΣ ΣΤΙΣ ΜΑΘΗΤΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ”
ΨΑΛΜΟΣ 19ος (Β΄Ευχή)


Ἀνάδειξέ με καὶ βοήθησέ με νὰ ἀποδώσω ἄφθονους καὶ ἄριστους καρποὺς στὰ ἐξεταζόμενα μαθήματα. Χάρισέ μου τὸ δικό Σου φωτισμὸ καὶ σκέπασέ με, μὲ τὴ δική Σου εἰρήνη, γιὰ νὰ διαγωνισθῶ μὲ ἐπιτυχία, χωρίς νὰ ξεχνῶ ποτὲ νὰ δοξάζω καὶ νὰ τιμῶ τὸ ἄγιο Ὄνομά Σου. Νὰ χαροποιῶ τοὺς γονεῖς μου καὶ νὰ γίνω χρήσιμος πολίτης. Νὰ τελειώσω ἐπιτυχῶς τίς σπουδές μου. Νὰ ἐργασθῶ μὲ σοφία καὶ σύνεση συντηρώντας τὸν ἑαυτό μου καὶ ὅσους Ἐσύ, Κύριε, θὰ μοῦ ἐμπιστεύεσαι. Φώτισέ με νὰ ἀγαπῶ τὴν ἀλήθεια καὶ τὸν αἰώνιο φωτισμό. Χάρισέ μου πνεῦμα σοφίας, πνεῦμα συνέσεως. Φώτισε τὰ μάτια τοῦ νοῦ καὶ τῆς ψυχῆς μου, ὥστε νὰ μπορῶ νὰ καταλαβαίνω ποιὸ εἶναι τὸ θέλημά Σου, νὰ τὸ ἀκούω καθαρὰ καὶ νὰ τὸ ἐφαρμόζω. Ἀμήν.
Προσευχή Ν0 23 από το Βιβλίο του Αρχ. Νικηφόρου Κοντογιάννη ¨ΑΚΟΥΣΕ ΜΕ ΚΥΡΙΕ” .
Τὸ βιβλίο δὲν εἶναι μιὰ μεταφραστικὴ προσέγγιση τῶν ψαλμῶν, οὔτε ἑρμηνευτική.
Εἶναι προσευχὲς ἐμπνευσμένες ἀπὸ τὸ Λόγο τοῦ Θεοῦ, τὸ Ψαλτῆρι, γιὰ νὰ ἀγγίζουν τὶς σύγχρονες ἀνάγκες τῶν ἀνθρώπων.
Πριν από κάθε προσευχή θα πρέπει να συνηθίσουμε να διαβάζουμε την ΕΝΑΡΚΤΗΡΙΟ ΠΡΟΣΕΥΧΗ.
Άριστο είναι να μελετούμε και τον ΨΑΛΜΟ που έδωσε την αφορμή να συνταχθεί η αντίστοιχη προσευχή.

ΨΑΛΜΟΣ 19ος- ΚΕΙΜΕΝΟ
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
Ψαλ. 19,2 Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.
Ψαλ. 19,3 Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Ψαλ. 19,4 Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
(διάψαλμα).
Ψαλ. 19,5 Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Ψαλ. 19,6 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
Ψαλ. 19,7 Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Ψαλ. 19,8 Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Ψαλ. 19,9 Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Ψαλ. 19,10 Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΨΑΛΜΟΣ 19ος- ΜΕΤΑΦΡΑΣΗ
Ψαλ. 19,2 Εἴθε νά σέ εἰσακούσει ὁ Κύριος (ὦ βασιλεῦ) στήν ἡμέρα αὐτή τοῦ πολέμου καί νά σέ ὑπερασπιστεῖ τό Ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Ψαλ. 19,3 Εἴθε ὁ Κύριος νά σοῦ ἐξαποστείλει βοήθεια ἀπό τόν ἅγιο Ναό Του καί νά σοῦ συμπαρασταθεῖ ἀπό τήν Σιών.
Ψαλ. 19,4 Εἴθε νά θυμηθεῖ ὅλες τίς προσφορές σου καί τό ὁλοκαύτωμα τῆς θυσίας σου νά γίνει δεκτό.
Διάψαλμα
Ψαλ. 19,5 Εἴθε νά δώσει ὁ Κύριος κατά τήν καρδιά σου καί νά ἐκπληρώσει κάθε ἐπιθυμία σου.
Ψαλ. 19,6 Θά ἔχουμε μεγάλη χαρά μέ τήν νίκη σου καί θά θριαμβεύσουμε μέ τό Ὄνομα τοῦ Κυρίου τοῦ Θεοῦ μας. Εἴθε ὁ Κύριος νά ἐκπληρώσει ὅλα τά αἰτήματά σου.
Ψαλ. 19,7 Τώρα διέγνωσα ὅτι ἔσωσε ὁ Κύριος τόν βασιλέα του· θά τόν ἐπακούσει ἀπό τόν οὐράνιο Ναό Του· ἡ σωτηρία τῆς Δεξιᾶς Του Χειρός εἶναι δυνατή.
Ψαλ. 19,8 Μερικοί ἔχουν δόξα τους τά ἅρματα καί μερικοί τούς ἵππους· ἀλλά ἐμεῖς θά δοξαστοῦμε στό Ὄνομα τοῦ Κυρίου τοῦ Θεοῦ μας.
Ψαλ. 19,9 Αὐτοί πεδικλώθηκαν καί ἔπεσαν, ἐμεῖς ὅμως σηκωθήκαμε καί σταθήκαμε ὄρθιοι.
Ψαλ. 19,10 Κύριε, σῶσον τόν βασιλέα καί ἄκουσέ μας, τήν ἡμέρα πού θά σέ ἐπικαλούμαστε.

