
“ΕΝΑΡΚΤΗΡΙΟΣ ΠΡΟΣΕΥΧΗ”
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ Ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Κύριε ἐλέησον (ιβ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
“03. ΓΙΑ ΝΑ ΕΙΝΑΙ Ο ΚΥΡΙΟΣ ΠΡΟΣΤΑΤΗΣ ΜΟΥ”
ΨΑΛΜΟΣ 3ος


Προσευχή Ν0 03 από το Βιβλίο του Αρχ. Νικηφόρου Κοντογιάννη ¨ΑΚΟΥΣΕ ΜΕ ΚΥΡΙΕ” .
Τὸ βιβλίο δὲν εἶναι μιὰ μεταφραστικὴ προσέγγιση τῶν ψαλμῶν, οὔτε ἑρμηνευτική.
Εἶναι προσευχὲς ἐμπνευσμένες ἀπὸ τὸ Λόγο τοῦ Θεοῦ, τὸ Ψαλτῆρι, γιὰ νὰ ἀγγίζουν τὶς σύγχρονες ἀνάγκες τῶν ἀνθρώπων.
Πριν από κάθε προσευχή θα πρέπει να συνηθίσουμε να διαβάζουμε την ΕΝΑΡΚΤΗΡΙΟ ΠΡΟΣΕΥΧΗ.
Άριστο είναι να μελετούμε και τον ΨΑΛΜΟ που έδωσε την αφορμή να συνταχθεί η αντίστοιχη προσευχή.

ΨΑΛΜΟΣ 3ος- ΚΕΙΜΕΝΟ
Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ
Ψαλ. 3,2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
Ψαλ. 3,3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (Διάψαλμα)
Ψαλ. 3,4 Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Ψαλ. 3,5 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (Διάψαλμα).
Ψαλ. 3,6 Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλ. 3,7 Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ψαλ. 3,8 Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Ψαλ. 3,9 Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
ΨΑΛΜΟΣ 3ος- ΜΕΤΑΦΡΑΣΗ
Ψαλ. 3,2 Κύριε, γιατί πληθύνθηκαν αὐτοί πού μέ θλίβουν; Πολλοί ἐπαναστατοῦν ἐναντίον μου.
Ψαλ. 3,3 (Πολλοί λέγουν γιά μένα (εἰρωνικά): «Δέν πρόκειται νά τόν σώσει ὁ Θεός του».
Ψαλ. 3,4 Σύ ὅμως, Κύριε, εἶσαι ὑπερασπιστής μου, εἶσαι δόξα μου καί θά μέ δικαιώσεις.
Ψαλ. 3,5 Ὕψωσα (παλαιότερα) στόν Κύριο τήν φωνή μου καί μέ ἄκουσε ἀπό τό ἅγιο ῎Ορος Του.
Ψαλ. 3,6 (Καί τώρα πρόσφατα) ἐγώ κοιμήθηκα καί ἠρέμησα· σηκώθηκα (βεβαιωμένος) ὅτι ὁ Κύριος μέ ἔσωσε.
Ψαλ. 3,7 Δέν θά φοβηθῶ (λοιπόν καί τώρα) ἀπό μυριάδες λαοῦ, πού μέ περικυκλώνουν (γιά νά μοῦ ἐπιτεθοῦν).
Ψαλ. 3,8 Σήκω, Κύριε, σῶσε με Θεέ μου, κτύπησε ὅλους ὅσους μέ ἐχθρεύονται χωρίς λόγο, σύντριψε τά πρόσωπα τῶν ἁμαρτωλῶν.
Ψαλ. 3,9 Ἀπό τόν Κύριο ἔρχεται ἡ σωτηρία. Καί ἡ εὐλογία σου (ὦ Θεέ) ἄς ἔλθει στόν λαό σου.


Καλησπέρα και καλή σαρακοστή να έχουμε
…πως θα μπορούσα να αγοράσω το βιβλίο?