
Παρακολουθείστε ζωντανά ΕΔΩ
την Τετάρτη 24-2-2021 20:00-21:00μ.μ την ομιλία του πατρός Νικηφόρου
“Στης Γαλιλαίας τις Ακρογιαλιές” αναλύοντας το βιβλίο της Παλαιάς Διαθήκης ΑΡΙΘΜΟΙ, κεφ.21, στιχ. 19-35 & κεφ.22, στιχ.1-4
με θέμα: ” Ο Βαλάκ ζητάει βοήθεια από τον Βαλαάμ“.
Κατά την διάρκεια της ομιλίας γίνεται και συζήτηση.
Ακόμη ο π.Νικηφόρος απαντά και στις γραπτές σας ερωτήσεις τις οποίες μπορείτε να στέλνετε πατώντας το σύνδεσμο
ΚΕΦΑΛΑΙΟΝ ΚΑ
1 ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρείν, καὶἐπολέμησε πρὸς Ἰσραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.4 Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου,ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 καὶἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι ατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰσοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφʹ ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.10 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν Ὠβώθ. 11 καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατʹ ἀνατολὰς ἡλίου. 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου. 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ·πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους Ἀρνῶν, 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι Ἤρ,καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ. 16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου. 20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς λέγων· 21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου·ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ἰασσὰ καὶ παρετάξατο τῷ Ἰσραήλ. 24 καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι. 25 καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶκατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων, ἐν Ἐσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 ἔστι γὰρ Ἐσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν. 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνῶν. 29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών· 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων. 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶκατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν. 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶπάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών. 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ ΚΒ
1 ΚΑΙ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμορραίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. 4 καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρά, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων· ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· 6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ρήματα Βαλάκ. 8 καὶ εἶπε πρὸς αὐτούς· καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἂν λαλήσῃ Κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων· 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. 14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν· οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. 15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. 16 καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ· τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου· 19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρός με. 20 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις. 21 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. 22 καὶ ὠργίσθη θυμῷ ὁ Θεός, ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. 23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ρομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ράβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. 24 καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· 25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψε τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. 26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν. 27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτε τὴν ὄνον τῇ ράβδῳ. 28 καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ· τί ἐποίησά σοι ὅτι πέπαικάς με τρίτον τοῦτο; 29 καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ· ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. 30 καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ· οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν· οὐχί. 31 ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ. 32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ· διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, 33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δ’ ἂν περιεποιησάμην. 34 καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι. 35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ρῆμα, ὃ ἐὰν εἴπω πρὸς σε, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ. 36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. 37 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε; 38 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ρῆμα, ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. 39 καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. 40 καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. 41 καὶ ἐγενήθη πρωΐ καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.
ΕΡΩΤΗΣΕΙΣ ΣΕ ΑΝΑΜΟΝΗ
ΠΟΥ ΤΙΘΕΝΤΑΙ ΣΤΙΣ ΟΜΙΛΙΕΣ “ΣΤΗΣ ΓΑΛΙΛΑΙΑΣ ΤΙΣ ΑΚΡΟΓΙΑΛΙΕΣ”
2. Τι σημαίνει η έκφραση τα έκανε γης Μαδιάμ;
3. Γιατί στην Παλαιά Διαθήκη υπήρχε μια πιο άμεση επικοινωνία ανάμεσα στο Θεό και τους πιστούς;
4. Γιατί έχω χωρίς λόγο θλίψεις; Και γιατί ο διάβολος (αν το κάνει αυτός) με ταλαιπωρεί με λογισμούς; Τί να κάνω;
5. Ποιο είναι το νόημα του πόνου στη ζωή του χριστιανού;
ΑΠΑΝΤΗΣΕΙΣ ΣΕ ΕΡΩΤΗΣΕΙΣ
ΠΟΥ ΤΙΘΕΝΤΑΙ ΣΤΙΣ ΟΜΙΛΙΕΣ “ΣΤΗΣ ΓΑΛΙΛΑΙΑΣ ΤΙΣ ΑΚΡΟΓΙΑΛΙΕΣ”
α/α.1 έως και 1. ΑΠΑΝΤΗΘΗΚΑΝ ΣΤΙΣ 17/2/2021. ΔΕΙΤΕ ΕΔΩ
1. Πώς μπορώ να ξεφύγω από τους λογισμούς μου;

