Θεία Λειτουργία – Αποτομή Τιμίας κεφαλής Ιωάννου Βαπτιστού 29/8/2024 7:00π.μ.
Ζωντανή μετάδοση από την Ιστοσελίδα μας ΕΔΩ
(Ραδιοτηλεοπτική μετάδοση).
Ἀπολυτίκιον
Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Η ΑΠΟΤΟΜΗ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ
Ὁ θεῖος οὖτος βαπτιστής, ὁ ἐκ προφῆτου προφήτης, καί πάντων τῶν προφητῶν ἡ σφραγίς καί τῶν ἀποστόλων ἡ ἔναρξις, ὁ μεσίτης τῆς παλαιᾶς καί νέας Διαθῆκης, ἡ φωνή τοῦ βοῶντος, εν τη ἐρήμω, ὁ θεόπεμπος Ἀγγελος τοῦ σαρκωθέντος Μεσσίου καί τής ἐν τῶ κόσμω παρουσίας αὐτοῦ πρόδρομος και προετοιμαστής, ὁ διά πολλῶν θαυμασίων καί συλληφθεῖς καί γεννηθείς καί Πνεύματος ἀγίου πλησθείς ἕτι ἐκ κοιλίας μητρός αὐτοῦ, καί προελθῶν ὡς ἀλλος Ἠλίας ζηλωτής, οὐ τινός ἐμιμήθη καί τόν ἐρημικόν βίον καί τό ἀσκητικόν ἔνδυμα καί τήν δερμάτινην ζώνην περί τήν Οσφύν καί τόν ἔνθεον ζῆλον ὐπέρ τῆς τοῦ νόμου φυλακής, οὐτος, λοιπόν, ἀφ’οὐ ἐκήρυξεν εἰς τόν λαόν τό βάπτισμα τῆς μετανοίας, κατά τήν θείαν ἐπιταγῆν, ἀφοὐ ἐδίδαξε τά πρακτέα καί ϊδιῶτας καί ἀξιωματικούς καί ὑπέδειξε παντός ἐπαγγέλματος τά χρέη, ἀφ΄οὖ κατέπληξε τούς βαπτιζομένους ὑπ’ αὐτοῦ διά τοῦ θείου φόβου, ὅτι οὐδείς δύναται φυγεῖν ἀπό τῆς μελλούσης ὀργῆς, ἑάν μή ποιήση καρπούς ἀξιους τῆς μετανοίας, ἀφ’οὖ διά τοῦ τοιοῦτου κηρύγματος ηὐτρέπισε τάς καρδίας αὐτῶν εἰς ὑποδοχήν τῆς εὐαγγελικῆς τοῦ Σωτῆρος διδασκαλίας, ἀφ’ οὖ, τέλος πάντων, καί αὐτόν τοῦτον τόν Σωτήρα δακτυλοδεικτῆσας αὐτοίς, εἶπεν:ἵδε ὁ ἁμνός τήν ἀμαρτίαν τοῦ κόσμου, ἐπεσφράγισεν ὕστερον καί διά τοῦ ἱδίου αἰματος τήν ἀλήθειαν τῶν ἑαυτοῦ λόγων, γενόμενος ὑπέρ τοῦ θείου νόμου σφάγιον ἰερόν ὐπό χειρός ἀνδρός παρανόμου.
Ἠρώδης ἦν οὖτος ὁ τετράρχης τῆς Γαλιλαίας, ὁ τοῦ μεγάλου ¨Ηρώδου υἱὀς, ὁ ἐπονομαζόμενος Ἀντύπας ὅς τις ἔχων γυναῖκα νόμιμον τήν θυγατέρα τοῦ βασιλέως τῆς Ἀραβίας Ἀρέτα ἤ Ἀρέθα, αὐτήν μέν ἀναιτίως ἀπέβαλεν, ἥρπασε δε, παρά πᾶσαν νόμου διαταγῆν, τήν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ Ἠρωδιάδα, τεκοῦσαν καί θυγάτριον ἐξ ἐκείνου, Σαλώμην τό ὄνομα. Τήν ἀρπαγήν ταύτην καί μίξιν τήν ἄθεσμον οὐκ ἐπαύετο ἐλέγχων ὁ κῆρυξ τῆς μετανοίας καί τῶν ἀνομούντων εὐπαρρησίαστος καί αὐστηρός ἑπιπλήτωρ. Οὐκ ἔξεστί σοι, λέγων αὐτῶ, ἔχειν τήν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ὁ Ἡρώδης πρός τοίς ἄλλοις αὐτοῦ ἀνοσιουργήμασι προσέθηκεν ἔτι καί τοῦτο, ὄτι συλλαβῶν τόν Ἰωάννην κατέκλεισεν εἰς δεσμωτήριον καί εφόνευεν ἴσως αὐτόν παρευθύς ἐάν ἔέιπε τοῦ τυράννου ἠ συστολή διά τήν τοῦ ὄχλου πρός τόν Ἰωάννην ἄκραν εὐλάβειαν καί προσέτι διά τό ὁπωσδήποτε σέβας, ὄπερ ἔ ἀρχής καί αὐτός πρός τόν δίκαιον καί ἄγιον τοῦτον ἄνδρα ὑπέτρεφεν. Ἀλλά τελευταίον, ὑπό τοῦ οἴστρου τῆς θηλυμανίας κεντούμενος, ἐπέβαλε τας μιαράς αὐτοῦ χεῖρας ἔπί τόν τῆς ἀγνείας διδάσκαλον, κατά τήν ἑορτάσιμον τῶν γενεθλίων αὐτοῦ ἡμέραν′ ὅτε ἠ μέν Σαλώμη ὠρχήσατο κατ΄ἀρεσκείαν αὐτοῦ καί τῶν μετ΄αὐτοῦ συμποσιαζόντων, αὐτός δέ ἐποίησε πρός αὐτήν μεθ’ ὄρκου τήν πάσης ἀφροσύνης ἀφρονεστέραν ὑπόσχεσιν ὅτι, κάν τό ἥμισυ τῆς βασιλείας αὐτοῦ αἰτηση, δώσει αὐτῆ εἰς μισθόν τῆς ὀρχήσεως ἠ δέ ὀρχηστρια, τήν μητέρα συμβουλευθεῖσα, αἰτεῖ πάραυτα ἐπί δίσκου τήν κεφαλήν ”Ιωάννου τοῦ βαπτιστοῦ. Ὁ δέ παραβάτης τοῦ θεῖου νόμου τήρησιν περί τόν ὄρκον ὐποκρινόμενοι, βάλλει εἰς πρᾶξιν τῆς ψυχής αὐτοῦ τήν διάθεσιν καί πληροῖ τό ἐναγέν αὐτοῦ συμπόσιον αἰμάτων προφητικῶν καί ἠ πάντιμος ἐκείνη κεφαλή, αίδέσιμος καί εἰς τούς Ἀγγέλους, δίδοται βραβεῖον βεβῆλου ὀρχήματος, καί γίνεται παίγνιον ἀκολάστου θυγατρός καί μητρός μοιχαλίδος. Το δέ πανίερον σῶμα τοῦ θείου βαπτιστοῦ ἐλθόντες οἱ μαθηταῖ αὐτοῦ ἤραν καί ἔθηκαν ἐν μνημείω.
Πηγή: Ωρολόγιο το Μέγα, Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος.


