ΚΥΡΙΑΚΗ
“Ε’ ΝΗΣΤΕΙΩΝ (ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ)”

Θέμα Λειτουργικού Κηρύγματος: “Πρέπει να δώσεις για να πάρεις”
ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ “Ε΄ ΝΗΣΤΕΙΩΝ (ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ)”
Μαρκ. ι’ 32-45
ΚΕIMENO
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιναὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.36 Ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν;37 Οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· 43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
ΜΕΤΑΦΡΑΣΗ
32. Ήσαν δε εν τη οδώ αναβαίνοντες εις Ιεροσόλυμα· και ο Ιησούς προεπορεύετο αυτών, και εθαύμαζον και ακολουθούντες εφοβούντο. Και παραλαβών πάλιν τους δώδεκα, ήρχισε να λέγη προς αυτούς τα μέλλοντα να συμβώσιν εις αυτόν, 33. ότι ιδού, αναβαίνομεν εις Ιεροσόλυμα και ο Υιός του ανθρώπου θέλει παραδοθή εις τους αρχιερείς και εις τους γραμματείς, και θέλουσι καταδικάσει αυτόν εις θάνατον και θέλουσι παραδώσει αυτόν εις τα έθνη, 34. και θέλουσιν εμπαίξει αυτόν και μαστιγώσει αυτόν και θέλουσιν εμπτύσει εις αυτόν και θανατώσει αυτόν, και την τρίτην ημέραν θέλει αναστηθή. 35. Τότε έρχονται προς αυτόν ο Ιάκωβος και Ιωάννης, οι υιοί του Ζεβεδαίου, λέγοντες· Διδάσκαλε, θέλομεν να κάμης εις ημάς ό,τι ζητήσωμεν. 36. Ο δε είπε προς αυτούς· Τι θέλετε να κάμω εις εσάς; 37. Οι δε είπον προς αυτόν· Δος εις ημάς να καθήσωμεν εις εκ δεξιών σου και εις εξ αριστερών σου εν τη δόξη σου. 38. Ο δε Ιησούς είπε προς αυτούς· Δεν εξεύρετε τι ζητείτε. Δύνασθε να πίητε το ποτήριον, το οποίον εγώ πίνω, και να βαπτισθήτε το βάπτισμα, το οποίον εγώ βαπτίζομαι; 39. Οι δε είπον προς αυτόν· Δυνάμεθα. Ο δε Ιησούς είπε προς αυτούς· το μεν ποτήριον, το οποίον εγώ πίνω, θέλετε πίει, και το βάπτισμα το οποίον εγώ βαπτίζομαι, θέλετε βαπτισθή· 40. το να καθήσητε όμως εκ δεξιών μου και εξ αριστερών μου δεν είναι εμού να δώσω, αλλ’ εις όσους είναι ητοιμασμένον. 41. Και ακούσαντες οι δέκα ήρχισαν να αγανακτώσι περί Ιακώβου και Ιωάννου. 42. Ο δε Ιησούς προσκαλέσας αυτούς, λέγει προς αυτούς· Εξεύρετε ότι οι νομιζόμενοι άρχοντες των εθνών κατακυριεύουσιν αυτά και οι μεγάλοι αυτών κατεξουσιάζουσιν αυτά·
43. ούτως όμως δεν θέλει είσθαι εν υμίν, αλλ’ όστις θέλει να γείνη μέγας εν υμίν, θέλει είσθαι υπηρέτης υμών, 44. και όστις εξ υμών θέλει να γείνη πρώτος, θέλει είσθαι δούλος πάντων· 45. διότι ο Υιός του ανθρώπου δεν ήλθε διά να υπηρετηθή, αλλά διά να υπηρετήση και να δώση την ζωήν αυτού λύτρον αντί πολλών.