Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΣΟΦΙΑ ΣΕΙΡΑΧ

Σοφία Σειράχ, κεφάλαιο 50

29 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (51)
  1. 1

    ΣΙΜΩΝ ᾿Ονίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν·

    Ο Σίμων, ὁ υἱὸς τοῦ Ὀνίου, ὁ μέγας ἱερεύς, ὁ ὁποῖος, ὅταν ἔζῃ, ἐπεσκεύασε τὸν οἶκον τοῦ Κυρίου καὶ κατὰ τὰς ἡμέρας του ἐστερέωσε τὸν Ναόν.

  2. 2

    καὶ ὑπ᾿ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·

    Ὑπ’ αὐτοῦ ἐτέθησαν τὰ θεμέλια τοῦ διπλοῦ ὑψηλοῦ τείχους, τὸ ὁποῖον ἦτο προπύργιον προστατεῦον τὸν ἱερὸν περίβολον τοῦ Ναοῦ.

  3. 3

    ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον·

    Κατὰ τὰς ἡμέρας αὐτοῦ ἐλατομήθη ἡ δεξαμενὴ τῶν ὑδάτων, ποὺ ἦτο λάκκος, τοῦ ὁποίου ἡ περίμετρος ἦτο ὅση καὶ τῆς θαλάσσης τοῦ Θυσιαστηρίου.

  4. 4

    ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει.

    Ἦτο αὐτός, ὁ ὁποῖος ἐφρόντιζεν ὑπὲρ τοῦ λαοῦ του, ἵνα προφυλάξῃ αὐτὸν ἀπὸ πτῶσιν καὶ συμφοράν, καὶ ὁ ὁποῖος ἐνίσχυσε τὴν πόλιν δι’ ἐνδεχομένην πολιορκίαν αὐτῆς.

  5. 5

    ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος·

    Πόσον ἐδοξάζετο περιστοιχιζόμενος ὑπὸ τοῦ λαοῦ του κατὰ τὴν ἔξοδον αὐτοῦ ἀπὸ τὸ καταπέτασμα τοῦ Ναοῦ, δηλαδὴ ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων!

  6. 6

    ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις,

    Ἦτο σὰν τὸν αὐγερινόν, τὸ ἄστρον τῆς αὐγῆς, ποὺ λάμπει διὰ μέσου τῶν νεφῶν, σὰν τὴν σελήνην, ἡ ὁποία εἶναι πλήρης ἡμερῶν, πανσέληνος δηλαδή.

  7. 7

    ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ῾Υψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης,

    Ὠμοίαζε σὰν τὸν ἥλιον, ποὺ ἀπαστράπτει ἐπὶ τῆς στέγης τοῦ Ναοῦ τοῦ Ὑψίστου, καὶ σὰν τὸ οὐράνιον τόξον, ποὺ λάμπει διὰ μέσου φωτεινῶν νεφῶν.

  8. 8

    ὡς ἄνθος ρόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ᾿ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους,

    Ἦτο σὰν τὸ ἄνθος τῶν ρόδων κατὰ τὰς ἡμέρας τῶν πρώτων καρπῶν, δηλαδὴ τῆς ἐποχῆς τῆς ἀνοίξεως, σὰν τὰ κρίνα εἰς τὰς ὄχθας καὶ τὰς πηγὰς τῶν ὑδάτων, σὰν τὸν βλαστὸν τοῦ ἀρωματώδους δένδρου λίβανος κατὰ τὰς ἡμέρας τοῦ θέρους·

  9. 9

    ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου, ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ,

    σὰν τὴν φωτιὰ καὶ τὸ λιβάνι εἰς τὸ θυμιατήριον, σὰν δοχεῖον ἀπὸ χρυσὸν σφυρηλατημένον, στολισμένον μὲ κάθε πολύτιμον λίθον·

  10. 10

    ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.

    σὰν ἐλαία φορτωμένη ἀπὸ θαλεροὺς καρποὺς καὶ σὰν κυπάρισσος, ποὺ ὑψώνεται ἕως τὰ σύννεφα.

  11. 11

    ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος·

    Ὅταν ἔπαιρνεν εἰς τὰς χεῖρας του τὴν λαμπρὰν ἀρχιερατικὴν στολὴν καὶ ἐνεδύετο οὗτος τὸν τέλειον στολισμόν της καὶ ὅταν ἀνέβαινεν εἰς τὸ ἅγιον θυσιαστήριον, καθίστα λαμπρὸν καὶ μεγαλοπρεπῆ τὸν περίγυρον τοῦ θυσιαστηρίου.

  12. 12

    ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ᾿ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·

    Ὅταν δὲ ἐδέχετο τεμάχια καὶ μέλη τοῦ θύματος ἀπὸ τὰς χεῖρας τῶν ἱερέων καὶ αὐτὸς ἵστατο πλησίον τῆς ἐσχάρας τοῦ βωμοῦ καὶ τριγύρω του ἐσχημάτιζον οἱ ἱερεῖς στέφανον ἀπὸ ἀδελφούς, ἦτο σὰν κέδρος ἐν τῷ Λιβάνῳ εἰς τὴν ἐποχήν του καταπράσινος, καὶ οἱ ἄλλοι τὸν περιεστοίχιζαν σὰν κορμοὶ φοινίκων.

  13. 13

    καὶ πάντες οἱ υἱοὶ ᾿Ααρὼν ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας ᾿Ισραήλ·

    Καὶ ὅλοι οἱ ἀπόγονοι τοῦ Ἀαρὼν μὲ τὰ λαμπρὰ ἄμφιά των· καὶ ἡ θυσία καὶ προσφορὰ εἰς τὸν Κύριον ἦτο εἰς τὰς χεῖρας των ἐνώπιον ὅλης τῆς συναθροίσεως τοῦ Ἰσραήλ.

  14. 14

    καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ῾Υψίστου παντοκράτορος·

    Καὶ μέχρι τελείου πέρατος τῆς θυσίας παρέμενε λειτουργῶν, ὥστε να γίνῃ μὲ πᾶσαν λαμπρότητα ἡ προσφορὰ εἰς τὸν Ὕψιστον καὶ παντοδύναμον Θεόν.

  15. 15

    ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ῾Υψίστῳ παμβασιλεῖ.

    Ἤπλωνε τὴν χεῖρα του ἐπὶ τοῦ δοχείου τῶν σπονδῶν καὶ ἔκαμνε σπονδὴν ἐκ τοῦ αἵματος τῆς σταφυλῆς καὶ ἔχυνε τοῦτο εἰς τὰ θεμέλια τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὀσμὴν εὐωδίας εἰς τὸν Ὕψιστον βασιλέα τοῦ παντός.

  16. 16

    τότε ἀνέκραγον υἱοὶ ᾿Ααρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ῾Υψίστου.

    Τότε ἐκραύγαζαν οἱ ἱερεῖς, οἱ ἀπόγονοι τοῦ Ἀαρών, ἐσάλπιζαν μὲ σάλπιγγας ἐκ μετάλλου σφυρηλατημένου· ἀκουστὴν ἐποίουν μεγάλην φωνὴν ἐνώπιον τοῦ Ὑψίστου, διὰ νὰ μνημονεύσῃ αὐτῶν ὁ Κύριος.

  17. 17

    τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ ῾Υψίστῳ·

    Τότε ὅλος μαζὶ ὁ λαὸς ἔσπευδε καὶ ἔπιπτε μὲ τὸ πρόσωπον ἐπί τοῦ ἐδάφους, διὰ νὰ προσκυνήσουν τὸν Κύριον αὐτῶν, τὸν παντοκράτορα Θεόν, τὸν Ὕψιστον.

  18. 18

    καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος.

    Καὶ οἱ ψάλται ὕμνουν Αὐτὸν μὲ τὰς φωνάς των, καὶ εἰς τὸν εὐρὺν περίβολον τοῦ Ναοῦ ἠκούετο γλυκεῖα μελῳδία.

  19. 19

    καὶ ἐδεήθη ὁ λαὸς Κυρίου ῾Υψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.

    Καὶ ὁ λαὸς παρεκάλει τὸν Ὕψιστον Κύριον, ἱπτάμενος ἐν προσευχῇ ἐνώπιον τοῦ Ἐλεήμονος καὶ Εὐσπλάγχνου, ἕως ὅτου σνντελεσθῇ ἡ ἑορτὴ τοῦ Κυρίου καὶ τελειώσουν τὴν Λειτουργίαν Αὐτοῦ.

  20. 20

    τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν ᾿Ισραὴλ δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι.

    Τότε ὁ μέγας ἀρχιερεὺς Σίμων, ἀφοῦ κατέβαινεν ἐκ τοῦ θυσιαστηρίου, ὕψωνε τὰς χεῖρας αὐτοῦ ἐπὶ πάσης τῆς συναθροίσεως τῶν υἱῶν Ἰσραήλ, διὰ να δώσῃ διὰ τῶν χειλέων του τὴν εὐλογίαν τοῦ Κυρίου καὶ διὰ νὰ προφέρῃ μετὰ εὐλαβοῦς καυχήσεως τὸ Ὄνομά του.

  21. 21

    καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ ῾Υψίστου.

    Καὶ διὰ δευτέραν φορὰν ἐπανελάμβανε τὴν προσκύνησιν ὁ λαός, διὰ νὰ δεχθῇ τὴν εὐλογίαν παρὰ τοῦ Ὑψίστου.

  22. 22

    Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντων τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ᾿ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ.

    Καὶ τώρα δοξάσατε τὸν Θεὸν τῶν ὅλων, ὁ Ὁποῖος μεγαλουργεῖ παντοιοτρόπως, ὁ Ὁποῖος πληροὶ δόξης καὶ εὐτυχίας τὰς ἡμέρας μας ἀπὸ τῆς κοιλίας τῆς μητρός μας καὶ ὁ Ὁποῖος ἐνεργεῖ εἰς ἡμᾶς σύμφωνα μὲ τὸ ἔλεός του.

  23. 23

    δῴῃ ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν ᾿Ισραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος·

    Εἴθε νὰ δώσῃ εἰς ἡμᾶς χαρὰν καὶ εὐφροσύνην καρδίας, καὶ εἴθε νὰ εἶναι εἰρήνη κατὰ τὰς ἡμέρας μας εἰς τὸν Ἰσραηλιτικὸν λαὸν μέχρι συντελείας τοῦ αἰῶνος.

  24. 24

    ἐμπιστεύσαι μεθ᾿ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς. -

    Εἴθε νὰ παραμείνῃ πιστῶς μεθ’ ἠμῶν τὸ ἔλεος Αὐτοῦ καὶ εἴθε νὰ μᾶς ἐλευθερώσῃ κατὰ τὰς καθωρισμένας ὑπ' Αὐτοῦ ἡμέρας.

  25. 25

    ᾿Εν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος.

    Δύο ἔθνη ἐμίσησεν ἡ ψυχή μου, καὶ τὸ τρίτον δεv εἶναι οὔτε κἀν ἔθνος.

  26. 26

    οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.

    Αὐτοὺς ποὺ κατοικοῦν εἰς τὸ ὅρος τῆς Σαμαρείας Σηείρ, ἤτοι τοὺς Ἰδουμαίους, καὶ τοὺς Φιλισταίους καὶ τὸν μωρὸν καὶ ἀνόητον λαόν, ποὺ κατοικεῖ εἰς τὰ Σίκιμα, δηλαδὴ τοὺς Σαμαρείτας.

  27. 27

    Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, ᾿Ιησοῦς υἱὸς Σειρὰχ ῾Ιεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ.

    Διδασκαλίαν συνέσεως καὶ γνώσεως ὀρθῆς ἐχάραξα εἰς τὸ Βιβλίον τοῦτο, ἐγὼ ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Σειράχ, ὁ Ἱεροσολυμίτης, ὁ ὁποῖος ἐξέχυσεν ὡς βροχὴν ἀπὸ τὴν καρδίαν του σοφίαν ἀληθινήν.

  28. 28

    μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·

    Μακάριος εἶναι ἐκεῖνος, ὁ ὁποῖος θὰ ἐνασχολῆται καὶ θὰ ἐνδιατρίβῃ εἰς αὐτά· καὶ ὅστις θὰ θέσῃ ταῦτα εἰς τὴν καρδίαν του, θὰ γίνῃ σοφὸς καὶ συνετός.

  29. 29

    ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει, ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ.

    Διότι ἐὰν τὰ πράττῃ καὶ τὰ ἐφαρμόζῃ, θὰ γίνῃ δυνατὸς εἰς ὅλα, ἐπειδὴ τὸ φῶς τοῦ Κυρίου θὰ εἶναι εἰς τὴν πορείαν καὶ εἰς τὰ βήματά του.