Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΣΟΦΙΑ ΣΕΙΡΑΧ

Σοφία Σειράχ, κεφάλαιο 49

16 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (51)
  1. 1

    ΜΝΗΜΟΣΥΝΟΝ ᾿Ιωσίου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.

    Μνήμη καὶ ἀνάμνησις τοῦ βασιλέως Ἰωσίου εἶναι εὐώδης καὶ εὐχάριστος σὰν μεῖγμα θυμιάματος κατεσκευασμένον μὲ ἔργον καὶ τέχνην μυροποιοῦ. Εἰς κάθε στόμα θὰ εἶναι γλυκεῖα σὰν μέλι καὶ σὰν μουσικὴ κατὰ τὴν διάρκειαν συμποσίου μὲ καλὸν οἶνον.

  2. 2

    αὐτὸς κατηυθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῇρε βδελύγματα ἀνομίας·

    Ὁ βασιλεὺς αὐτὸς κατηυθύνθη καλῶς εἰς τὸ νὰ ἐπιτύχῃ τὴν πρὸς Θεὸν ἐπιστροφὴν τοῦ λαοῦ καὶ ἐσήκωσεν ἀπὸ τὸ μέσον ἑξαφανίσας τελείως τὰ σιχαμερὰ εἴδωλα τῆς παρανομίας.

  3. 3

    κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.—

    Κατηύθυνε τὴν καρδίαν του πρὸς τὸν Κύριον, κατὰ τὰς ἡμέρας δὲ ποὺ ἐπεκράτουν οἱ ἀσεβεῖς καὶ παράνομοι, ἐνίσχυσε καὶ ἐστερέωσε τὴν εὐσέβειαν.

  4. 4

    Πάρεξ Δαυὶδ καὶ ᾿Εζεκίου καὶ ᾿Ιωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ῾Υψίστου, οἱ βασιλεῖς ᾿Ιούδα ἐξέλιπον·

    Ἐκτὸς τοῦ Δαβὶδ καὶ τοῦ Ἐζεκίου καὶ τοῦ Ἰωσίου, ὅλοι οἰ ἄλλοι ἐν πλεονασμῷ παρεξετράπησαν καὶ παρηνόμησαν, διότι ἐγκατέλειψαν τὸν νόμον τοῦ Ὑψίστου. Οἱ βασιλεῖς τοῦ Ἰούδα ἐζηφανίσθησαν.

  5. 5

    ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.

    Διότι παρέδωκαν τὴν δύναμίν των εἰς ἄλλους καὶ τὴν δόξαν τῶν εἰς ἔθνος ξένον.

  6. 6

    ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ ῾Ιερεμίου·

    Ἔθεσαν πῦρ (οἱ Βαβυλώνιοι) εἰς τὴν Πόλιν τὴν ἐκλεκτὴν τοῦ θυσιαστηρίου καὶ ἐρήμωσαν τοὺς δρόμους της ἐξ αἰτίας τῆς συμπεριφορᾶς τῶν Ἰουδαίων ἔναντι τοῦ Ἱερεμίου.

  7. 7

    ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.

    Διότι ἐκακοποίησαν αὐτὸν αὐτὸς ὅμως ἦτο ἀπὸ αὐτὴν τὴν μήτραν καθιερωμένος Προφήτης, διὰ νὰ ἐκριζώνῃ καὶ νὰ τιμωρῇ καὶ νὰ καταστρέφῃ, καθὼς καὶ νὰ οἰκοδομῇ καὶ νὰ φυτεύῃ.

  8. 8

    ᾿Ιεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος Χερουβίμ·

    Ὁ Ἰεζεκιὴλ ἦτο ἐκεῖνος, ὁ ὁποῖος εἶδεν ὅραμα θείας δόξης, τὸ ὁποῖον ἔδειξεν εἰς αὐτὸν ὁ Θεός, καθήμενος ἐπὶ τοῦ Ἅρματος τῶν Χερουβείμ.

  9. 9

    καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.

    Πράγματι δὲ οὗτος ἐνεθυμήθη τοὺς ἐχθροὺς τοῦ Θεοῦ, ἀπειλῶν αὐτοὺς διὰ βροχῆς ραγδαίας, καθὼς καὶ νὰ κάμῃ καλὸν εἰς ἐκείνους, οἱ ὁποῖοι ἐβάδιζον εὐθείας ὁδούς.

  10. 10

    καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν ᾿Ιακὼβ καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος. -

    Καὶ τῶν Δώδεκα Προφητῶν τὰ ὀστᾶ εἴθε νὰ ἀναβλαστήσουν καὶ ἀναζήσουν ἀπὸ τὸν τόπον, ὅπου εἶναι τεθαμμένα. Δι' αὐτῶν ὁ Θεὸς παρηγόρησε τοὺς ἀπογόνους τοῦ Ἰακὼβ καὶ τοὺς ἠλευθέρωσε διὰ πίστεως πλήρους θάρρους καὶ ἐλπίδος.

  11. 11

    Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός,

    Πῶς θὰ ἐξυψώσωμεν καὶ θὰ δοξάσωμεν τὸν Ζοροβάβελ, αὐτόν, ὁ ὁποῖος εἶναι σὰν σφραγιδόλιθος ἐπὶ δεξιᾶς χειρός;

  12. 12

    οὕτως ᾿Ιησοῦς υἱὸς ᾿Ιωσεδέκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.

    Παρομοίως ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσεδέκ. Οἱ δύο αὐτοί, ὁ Ζοροβάβελ δηλαδὴ καὶ ὁ Ἰησοῦς, κατὰ τὰς ἡμέρας αὐτῶν ἀνοικοδμησαν τὸν Ναὸν καὶ ἐξύψωσαν λαὸν ἀφιερωμένον εἰς τὸν Κύριον, παρεσκευασμένον καὶ ἐτοιμασμένον διὰ δόξαν αἰωνίαν.

  13. 13

    καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. -

    Καὶ τοῦυ Νεεμίου ἐπὶ μακρὸν καὶ εἰς πολλὰ ἔτη θὰ εἶναι ἀλησμόνητος ἡ μνήμη· εἶναι αὐτός, ὁ ὁποῖος ἀνήγειρε δι’ ἡμᾶς τὰ τείχη τῆς Ἱερουσαλήμ, τὰ ὁποῖα εἶχον πέσει· καὶ ἔστησε τὰς πύλας τῶν τειχῶν καὶ ἐτοποθέτησε μοχλοὺς σιδηροῦς ὄπισθεν αὐτῶν καὶ ἀνοικοδόμησε τὰς οἰκίας μας.

  14. 14

    Οὐδὲ εἷς ἐκτίσθη οἷος ᾿Ενὼχ τοιοῦτος ἐπὶ τῆς γῆς· καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς.

    Κανένας δὲν ἐδημιουργήθη ἀπὸ τὸν Θεὸν τοιοῦτος ἐπὶ τῆς γῆς, ὁποῖος ὁ Ἐνώχ. Ἀπόδειξις τούτου εἶναι ὅτι αὐτὸς ἀνελήφθη ἀπὸ τὴν γῆν εἰς τὸν οὐρανόν.

  15. 15

    οὐδὲ ὡς ᾿Ιωσὴφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.

    Οὔτε σὰν τὸν Ἰωσὴφ ἐγεννήθη ἄνθρωπος, ἀρχηγὸς τῶν ἀδελφῶν του, στήριγμα τοῦ λαοῦ του· τὰ δὲ ὀστά του διεφυλάχθησαν μετ’ ἐπιμελείας καὶ σεβασμοῦ πρὸς μεταφορὰν ἐν καιρῷ εἰς τὴν Γῆν τῆς Ἐπαγγελίας.

  16. 16

    Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει ᾿Αδάμ.

    Ὁ Σὴμ καὶ ὁ Σὴθ ἐδοξάσθησαν μεταξὺ τῶν ἀνθρώπων παραπάνω δὲ ἀπὸ κάθε ζῶσαν ὕπαρξιν ἐν τῇ Δημιουργίᾳ ἐτιμήθη ὁ Ἀδάμ.