Σοφία Σειράχ, κεφάλαιο 48
- 1
ΚΑΙ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
Καὶ κατόπιν ἀνεφάνη ὁ προφήτης Ἠλίας, ὅμοιος λόγῳ τοῦ ζήλου του πρὸς φωτιάν, καὶ ὁ λόγος του ἔκαιε καὶ ἐφώτιζεν ὡς λαμπάδα.
- 2
ὃς ἐπήγαγεν ἐπ᾿ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
Αὐτὸς ἐπέφερε πεῖναν εἰς τοὺς Ἰσραηλίτας καὶ μὲ τὸν ζῆλον του ὠλιγόστευσεν αὐτοὺς λόγῳ τῶν ἐκ πείνης θανάτων.
- 3
ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ.
Διὰ τοῦ λόγου τοῦ Κυρίου ἔκλεισε τὸν οὐρανὸν νὰ μὴ βρέξῃ, τρεῖς φορὰς δὲ ὡσαύτως κατέβασε ἀπὸ τὸν οὐρανὸν φωτιάν.
- 4
ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
Πόσον ἐδοξάσθης, ὦ Ἠλία, μὲ τὰ θαυματουργικά σου ἔργα! Καὶ ποῖος θὰ ἠδύνατο νὰ καυχᾶται ὅτι εἶναι ὅμοιος πρὸς σέ;
- 5
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ῾Υψίστου·
Σὺ εἶσαι, ὁ ὁποῖος ἀνέστησες νεκρὸν ἐκ τοῦ θανάτου καὶ ἐκ τοῦ Ἅδου διὰ τοῦ λόγου τοῦ Ὑψίστου.
- 6
ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
Σὺ εἶσαι, ὁ ὁποῖος κατεκρήμνισες βασιλεῖς εἰς ἀφανισμὸν καὶ ἀνθρώπους δοξασμένους ἀπὸ τὴν κλίνην τῆς δόξης των εἰς τὸν θάνατον.
- 7
ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
Σὺ ἤκουσες εἰς τὸ ὄρος Σινᾶ τὸν ἔλεγχον τοῦ Θεοῦ, (ὅταν παρεπονέθης εἰς αὐτόν, ὅτι μόνος σὺ ἀπέμεινες πιστὸς εἰς τὴν λατρείαν του), καὶ εἰς τὸ ὄρος Χωρὴβ τὰς καταδικαστικὰς ἀποφάσεις τοῦ Θεοῦ.
- 8
ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ᾿ αὐτόν·
Σὺ ἔχρισες βασιλεῖς, διὰ νὰ ἐκτελέσουν τὴν ἀνταπόδοσιν καὶ τιμωρίαν τῆς θείας ὀργῆς, καὶ προφήτας διὰ νὰ εἶναι διάδοχοί σου.
- 9
ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·
Σὺ ἀνελήφθης μέσα εἰς καταιγίδα ἀπὸ φωτιὰν μὲ ἅρμα συρόμενον ἀπὸ πύρινα ἄλογα.
- 10
ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς ᾿Ιακώβ.
Σὺ κατεγράφης καὶ προεφητεύθης εἰς τὰς Γραφάς, ὅτι θὰ ἔλθῃς μὲ ἐλέγχους εἰς ὡρισμένον καιρόν, διὰ νὰ κατευνάσῃς τὴν θείαν ὀργήν, προτοῦ νὰ ἐκσπάσῃ κατὰ τῶν ἀσεβῶν ὁ θυμὸς τοῦ Θεοῦ, διὰ νὰ ἐπαναφέρῃς τὴν ψυχρανθείσαν καὶ ἐστερημένην στοργῆς καρδίαν τοῦ πατρὸς εἰς τὸν υἱὸν καὶ νὰ ἀποκαταστήσῃς τὰς διεσκορπισμένας φυλὰς τοῦ Ἰακώβ.
- 11
μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
Μακάριοι εἶναι ἐκεῖνοι ποὺ σὲ εἶδαν καὶ ἐκεῖνοι οἱ ὁποῖοι θὰ ἔχουν στολισθῆ με τὴν ἀγάπην ἀλλὰ καὶ ἠμεῖς βεβαίως θὰ ζήσωμεν τότε.
- 12
᾿Ηλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ ᾿Ελισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
Τοιοῦτος νπῆρξεν ὁ Ἠλίας, ὁ ὁποῖος ἐσκεπάσθη διὰ τῆς λαίλαπος καὶ καταιγίδος. Καὶ τότε ὁ Ἐλισαῖος ἐνεπλήσθη ἀπὸ τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα αὐτοῦ, τοῦ Ἠλία δηλαδή, καὶ κατὰ τὰς ἡμέρας του δὲν ἐταράχθη ἀπὸ κανένα ἄρχοντα, καὶ δὲν ἐκυριάρχησεν ἐπ’ αὐτοῦ κανείς.
- 13
πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ·
Ἀπολύτως τίποτε δὲν ὑπερτέρει αὐτόν. Οὐδεὶς λόγος ἦτο ἀνώτερος τῆς δυνάμεως του· καὶ ἐν αὐτῷ ἀκόμη τῷ ὕπνῳ τοῦ θανάτου τοῦ ἐξεδήλωσε τὴν θαυματουργικὴν τοῦ Προφήτου δύναμιν τὸ ἐν τῷ τάφῳ σῶμα του.
- 14
καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. -
Καὶ κατὰ τὴν διάρκειαν τῆς ζωῆς του ἐποίησε καταπληκτικὰ θαύματα, ἀλλὰ καὶ καθ’ ὃν χρόνον εἶχεν ἀποθάνει, ὑπῆρξαν θαυμαστὰ τὰ ἔργα του.
- 15
᾿Εν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ·
Παρ’ ὅλα αὐτὰ ὅμως δὲν μετενόησεν ὁ λαὸς καὶ δὲν ἀπεμακρύνθησαν ἀπὸ τὰς ἁμαρτίας των, μέχρι ὅτου ἀπήχθησαν αἰχμάλωτοι μακρὰν ἀπὸ τὴν χώραν των καὶ διεσκορπίσθησαν εἰς ὅλην τὴν γῆν. Καὶ ἀπέμεινεν ὁ λαὸς ὀλιγοστὸς μὲ ἄρχοντα ἀπὸ τὴν γενεὰν Δαβίδ.
- 16
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. -
Καὶ μερικοὶ μὲν ἀπὸ αὐτοὺς ἐποίησαν τὸ ἀρεστὸν εἰς τὸν Θεόν, μερικοὶ ὅμως ἐπολλαπλασίασαν τὰς ἁμαρτίας των.
- 17
᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς τὸ μέσον αὐτῆς ὕδωρ, ὤρυξε σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.
Ὁ Ἐζεκίας ὠχύρωσε τὴν πόλιν του Ἱερουσαλὴμ καὶ μετέφερεν εἰς τὸ ἐσωτερικὸν αὐτῆς τὸ ὕδωρ ἔσκαψε καὶ διήνοιξε σκληρὸν βράχον διὰ σιδήρων ἐργαλείων καὶ ἔκτισε δεξαμενὰς διὰ τὰ ὕδατα.
- 18
ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ καὶ ἀπέστειλε Ραψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.
Κατὰ τὰς ἡμέρας αὐτοῦ ἀνέβη κατ’ αὐτοῦ ὁ βασιλεὺς τῶν Ἀσσυρίων Σενναχηρὶμ καὶ ἀπέστειλεν οὗτος τὸν Ραψάκην καὶ ἀνεχώρησε καὶ ἐσήκωσε τὴν χεῖρα του κατὰ τῆς Σιὼν καὶ ἐν τῇ ὑπερηφανείᾳ του ἐκαυχήθη οὗτος καὶ εἶπε λόγους βλασφήμους καὶ περιφονητικούς.
- 19
τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
Τότε ἐταράχθησαν ἔντρομοι αἱ καρδίαι καὶ χεῖρες αὐτῶν, τῶν κατοίκων τῆς Ἱερουσαλὴμ δηλαδὴ καὶ κατελήφθησαν ἀπὸ πόνους, ὅπως αἱ γυναῖκα ποὺ γεννοῦν.
- 20
καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαΐου.
Καὶ ἐπεκαλέσθησαν τὸν Κύριον, τὸν εὔσπλαγχνον καὶ ἐλεήμονα, ὑψώσαντες τὰς χεῖρας των πρὸς Αὐτόν· καὶ ὁ Ἅγιος ἀπὸ τὸν οὐρανὸν ἀμέσως τοὺς ἑπήκουσε καὶ τοὺς ἐγλύτωσε διὰ χειρὸς τοῦ Ἠσαΐου.
- 21
ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
Καὶ ἐπάταξε τὸ στρατόπεδον τῶν Ἀσσυρίων καὶ τοὺς συνέτριψεν ὁ ἀποσταλεὶς ὑπὸ τοῦ Θεοῦ Ἄγγελος.
- 22
ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν Κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο ῾Ησαΐας ὁ προφήτης, ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
Εἱσήκουσε δὲ αὐτοὺς ὁ Θεός, διότι ὁ βασιλεὺς Ἐζεκίας ἐποίησε τὸ ἀρεστὸν εἰς τὸν Κύριον καὶ ἐδείχθη στερεὸς καὶ ἰσχυρὸς εἰς τοὺς δρόμους τῆς ἀρετῆς, κατὰ τοὺς ὁποίους συμπεριεφέρετο καὶ ἔζῃ ὁ Δαβὶδ ὁ πρόγονός του· τοὺς δρόμους αὐτοὺς συνέστησε καὶ παρήγγειλεν εἰς αὐτὸν Ἡσαΐας ὁ προφήτης, ὁ μέγας καὶ ἀξιόπιστος εἰς τὰς προφητικὰς ὁράσεις του.
- 23
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκε ζωὴν βασιλεῖ.
Κατὰ τὰς ἡμέρας αὐτοῦ ὠπισθοχώρησεν ὁ ἥλιος, καὶ προσέθεσεν ὁ Θεὸς ζωὴν εἰς τὸν βασιλέα.
- 24
πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών·
Φωτιζόμενος ὑπὸ μεγάλου προφητικοῦ χαρίσματος εἶδε τὰ ὅσα θὰ συνέβαινον εἰς τοὺς ἐσχάτους καιρούς, καὶ παρηγόρησεν ἐκείνους ποὺ ἦσαν τεθλιμμένοι εἰς τὴν Ἱερουσαλήμ.
- 25
ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.
Ἐφανέρωσεν ὅσα θὰ γίνουν μέχρι συντελείας τοῦ αἰῶνος καὶ τὰ ἀπόκρυφα καὶ μυστηριώδη, πρὶν ἀκόμη συμβοῦν ταῦτα.
