Σοφία Σειράχ, κεφάλαιο 45
- 1
ΚΑΙ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων, Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
Καὶ ἀπὸ τοὺς ἀπογόνους του ἀνέδειξεν ἄνδρα εὔσπλαγχνον, ὁ ὁποῖος εὕρισκε χάριν καὶ ὑποδοχὴν εὐμενῆ εἰς τὰ μάτια παντὸς ἀνθρώπου καὶ ἦτο ἀγαπημένος ἀπὸ τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους, τὸν Μωύσῆν, τοῦ ὁποίου ἡ μνήμη εἶναι εὐλογημένη καὶ συνοδεύεται ἀπὸ ἐγκώμια.
- 2
ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·
Τὸν κατέστησεν ὅμοιον καὶ ἴσον κατὰ τὴν δόξαν πρὸς τοὺς Ἁγίους καὶ ἀνέδειξεν αὐτὸν μέγαν καὶ θαυμαστὸν μὲ τοὺς φόβους, τοὺς ὁποίους ἐνέπνεεν εἰς τοὺς ἐχθρούς.
- 3
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
Διὰ τῶν λόγων αὐτοῦ κατέπαυσε καὶ ἔδωκε τέλος εἰς τὰ καταπληκτικὰ σημεῖα τῶν πληγῶν, ποὺ ἐπέβαλεν ὁ Θεὸς εἰς τὴν Αἴγυπτον ἐδόξασεν αὐτὸν ὁ Θεὸς ἐνώπιον βασιλέων· ἔδωκεν εἰς αὐτὸν ἐντολὰς διὰ τὸν λαόν του καὶ ἔδειξεν εἰς αὐτὸν ἀκτῖνας τινὰς τῆς δόξης του.
- 4
ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
Μὲ τὴν πίστιν του καὶ τὴν πραότητά του τὸν ἡγίασε καὶ τὸν καθιέρωσεν ὁ Ὕψιστος καὶ τὸν ἐξέλεξε μεταξὺ ὅλων τῶν ἄλλων ἀνθρώπων ὡς ἀρχηγὸν τοῦ Ἰσραήλ.
- 5
ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ. -
Ὡμίλησεν ὁ Κύριος πρὸς αὐτὸν καὶ τὸν ἠξίωσε νὰ ἀκούσῃ τὴν φωνήν του καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκοτεινὴν νεφέλην τοῦ Σινᾶ καὶ ἔδωκεν εἰς αὐτὸν πρόσωπον πρὸς πρόσωπον τὰς ἐντολάς, τὸν Νόμον αὐτὸν τῆς ζωῆς καὶ τῆς πραγματικῆς σοφίας καὶ γνώσεως, διὰ να διδάξῃ εἰς τοὺς ἀπογόνους τοῦ Ἰακὼβ τὴν Διαθήκην του καὶ τὰς ἀποφάσεις καὶ ἐντολάς του εἰς τοὺς Ἰσραηλίτας.
- 6
᾿Ααρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευΐ·
Ὕψωσεν ἐπίσης τὸν Ἀαρών, ἅγιον ὅμοιον πρὸς αὐτόν, τὸν ἀδελφὸν αὐτοῦ, ἀπὸ τὴν φυλὴν τοῦ Λευΐ.
- 7
ἔστησεν αὐτῷ διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης·
Συνῆψε μετ’ αὐτοῦ διαθήκην καὶ συμφωνίαν κύρους αἰωνίου καὶ ἔδωκεν εἰς αὐτὸν τὴν ἱερωσύνην τοῦ λαοῦ· τὸν κατέστησεν εὐτυχῆ δι' ὡραίου στολισμοῦ καὶ τὸν περιέβαλε μὲ ἔνδοξον ἱερατικὴν στολήν.
- 8
ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα,
Τὸν ἐνέδυσε μὲ τέλειον στολισμὸν προκαλοῦντα καύχησιν καὶ τὸν ἐνίσχυσε μὲ ἱερὰ σύμβολα καὶ ἄμφια μεγάλης δυνάμεως· μὲ περισκελίδα καὶ μὲ χιτῶνα μακρὸν μέχρι τῶν ποδῶν καὶ μὲ τὸ ἐφώδ, τὸ ἄμφιον ποὺ ἐφέρετο ἐπὶ τῶν ὤμων.
- 9
καὶ ἐκύκλωσεν αὐτὸν ροΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
Γύρω δὲ ἀπὸ τὸ κάτω μέρος τοῦ ποδήρους χιτῶνος ἐτοποθέτησε μικρὰ ὁμοιώματα ροδιῶν χρυσᾶ μὲ πάρα πολλοὺς κωδωνίσκους τριγύρω, διὰ νὰ ἠχοῦν οἱ μικροὶ αὐτοὶ κώδωνες μὲ τὰ βήματα τοῦ ἀρχιερέως καὶ νὰ γίνεται ἀκουστὸς ὁ ἦχος των εἰς τὸν Ναόν, ὥστε νὰ ὑπενθυμίζεται εἰς τὰ τέκνα τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἡ ἁγιότης τοῦ τόπου.
- 10
στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
Τὸν ἐνέδυσε μὲ στολὴν ἁγίαν, ὑφασμένην μὲ χρυσόν, μὲ ὕφασμα χρώματος κυανοῦ καὶ μὲ πορφύραν, ἔργον τεχνίτου κεντημάτων, καὶ μὲ τὸ Λογεῖον τῆς κρίσεως, διὰ τοῦ ὁποίου ἐδηλοῦτο εἰς τὸν ἀρχιερέα ἡ ἀλήθεια καὶ ἀπεκαλύπτετο εἰς διαφόρους περιπτώσεις ἡ βουλὴ τοῦ Θεοῦ.
- 11
λίθοις πολυτελέσι γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾿ ἀριθμὸν φυλῶν ᾿Ισραήλ·
Ἐστόλισε τὸ Λογεῖον μὲ λίθους πολυτελεῖς, ἀναγλύφους ὡσὰν σφραγῖδα, μὲ δέσιν μεταξύ των χρυσῆν, ἔργον τεχνίτου, ποὺ κατεργάζεται λίθους πολυτίμους, πρὸς ἀνάμνησιν τῶν διὰ γραφῆς ἀναγλύφου σκαλισμένων ἐπὶ τοῦ Λογείου ὀνομάτων, σύμφωνα μὲ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ.
- 12
στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα·
Τοῦ ἔβαλε στέφανον χρυσοῦν ἐπὶ τῆς μίτρας του, φέροντα ἀνάγλυφον ἀποτύπωμα ἁγίας σφραγῖδος, ἔμβλημα καυχήσεως τιμητικόν, ἔργον τέλειον ἐξαιρετικόν, ὅλα ὡραῖα, ποὺ τὰ ζηλεύουν μάτια ἀνθρώπων, ὅταν τὰ βλέπουν.
- 13
πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός.
Πρὸ τοῦ Ἀαρὼν δὲν ἔγιναν παρόμοια, οὔτε θὰ γίνουν ποτὲ εἰς τὸ μέλλον. Ποτὲ ξένος τις δὲν ἐνεδύθη μὲ τὸν τρόπον αὐτόν, ἐκτὸς ἀπὸ τοὺς υἱοὺς τοῦ Ἀαρὼν μόνον καὶ τοὺς ἀπογόνους αὐτοῦ καθ' ὅλην τὴν διαρκειαν τοῦ μέλλοντος.
- 14
θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς.
Αἱ θυσίαι του θὰ καίωνται ἐξ ὁλοκλήρου δύο φορὰς καθ’ ἐκάστην ἠμέραν, πρωῒ καὶ ἑσπέρας, συνεχῶς.
- 15
ἐπλήρωσε Μωσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ.
Ὁ Μωϋσῆς ἐγέμισε τὰ χέρια του καὶ ἔχρισεν αὐτὸν μὲ ἁγιασμένον λάδι. Ἔγινε δὲ αὐτὸ αἰώνιος νόμος καὶ συμφωνία δι’ αὐτὸν καὶ διὰ τοὺς ἀπογόνους αὐτοῦ, καθ’ ὅλας τὰς ἡμέρας, ποὺ θὰ ὑπάρχῃ οὐρανός, νὰ ὑπηρετοῦν τὸν Θεὸν καὶ νὰ ἐκτελοῦν τὰ ἱερατικά των καθήκοντα καὶ νὰ εὐλογοῦν τὸν λαὸν τοῦ Θεοῦ ἐξ ὀνόματος Αὐτοῦ.
- 16
ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
Ἐξέλεξεν ὁ Θεὸς τὸν Ἀαρὼν ἐξ ὅλων τῶν ἐν ζωῇ ἀνθρώπων διὰ νὰ προσφέρῃ θυσίαν εἰς τὸν Κύριον, θυμίαμα καὶ εὐωδίαν εἰς μνήμην αὐτῶν, διὰ νὰ συγχωροῦνται αἱ ἁμαρτίαι τοῦ λαοῦ σου, εἶπεν ὁ Κύριος.
- 17
ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι ᾿Ισραήλ.
Ἔδωκεν ὁ Θεὸς εἰς αὐτὸν μὲ ἐντολάς του ἐξουσίαν ἐπὶ τῶν ἱερῶν παρακαταθηκῶν καὶ συμφωνιῶν τῶν δικαιωμάτων του νὰ διδάσκῃ εἰς τοὺς ἀπογόνους τοῦ Ἰακὼβ τὰς ἐντολάς του καὶ μὲ τὸν Νόμον Αὐτοῦ νὰ φωτίζῃ τοὺς Ἰσραηλίτας.
- 18
ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ·
Ἐπανεστάτησαν κατ’ αὐτοῦ ἄνθρωποι ξένοι καὶ ἐφθόνησαν αὐτὸν εἰς τὴν ἔρημόν οἱ περὶ τὸν Ἀαθὰν καὶ τὸν Ἀβειρὼν ἄνθρωποι καὶ ἡ συντροφιὰ τοῦ Κορὲ μετὰ θυμοῦ καὶ ὀργῆς.
- 19
εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ.
Εἶδεν ὁ Κύριος καὶ δὲν ηὐχαριστήθη καὶ κατεστράφησαν ὑπὸ τῆς σφοδρὰς ὀργῆς αὐτοῦ. Ἔκαμε κατ' αὐτῶν καταπληκτικὰ θαύματα, διὰ νὰ καταστρέψῃ αὐτοὺς μὲ φωτιά, ἀπὸ τὴν ὁποίαν ἀνεπηδοῦσαν φλόγες.
- 20
καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογεννημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασε πλησμονήν·
Καὶ ἔτσι ηὔξησε τὴν δόξαν τοῦ Ἀαρὼν καὶ ἔδωκεν εἰς αὐτὸν κληρονομίαν· τοὺς πρωΐμους ἐκ τῶν καρπῶν καὶ πρώτων γεννημάτων τῆς γῆς ἐξεχώρισε δι’ αὐτὸν ὡς μερίδιον. Πρὸ παντὸς ἡτοίμασεν ἄρτον πλούσιον, ὥστε νὰ χορταίνουν οἱ ἱερεῖς.
- 21
καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
Ὥρισε τοῦτο ὡς πρὸς τὸν ἄρτον, διότι θὰ τρώγουν οἱ ἱερεῖς καὶ τὰς θυσίας, τὰς ὁποίας ἔδωκεν ὁ Κύριος εἰς αὐτόν, τὸν Ἀαρὼν δηλαδή, καὶ τοὺς ἀπογόνους αὐτοῦ.
- 22
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία. -
Εἰς τὴν γῆν ὅμως τῆς ἐπαγγελίας, ποὺ ὡρίσθη διὰ τὰς φυλὰς τοῦ λαοῦ τοῦ Θεοῦ, δὲν θὰ λάβῃ κληρονομίαν ὁ Ἀαρὼν καὶ ἡ φυλή του. Καὶ δὲν ὑπάρχει μερίδιον δι’ αὐτὸν μεταξὺ τοῦ λαοῦ τοῦ Θεοῦ, διότι αὐτὸς ὁ Θεὸς εἶναι μερίδιον καὶ κληρονομία σου, εἶπεν ὁ Κύριος.
- 23
Καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ.
Καὶ ὁ Φινεές, ὁ υἱὸς τοῦ Ἐλεαζαρ, εἶναι ὁ τρίτος εἰς δόξαν, διότι οὗτος ὑπῆρξε ζηλωτῆς ἐν τῷ φόβῳ τοῦ Κυρίου καὶ ἐστάθη οὗτος ἀκλόνητος κατὰ τὴν παρεκτροπὴν καὶ ἀποστασίαν τοῦ λαοῦ, μὲ τὴν ἀγαθότητα τῆς προθυμίας καί τοῦ θάρρους τῆς ψυχῆς τoυ, καὶ κατεπράϋνε τὴν θείαν ὀργήν, ἐξιλεώσας τὸν Ἰσραὴλ ἐνώπιον τοῦ Θεοῦ.
- 24
διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
Δι’ αὐτὸ συνήφθη μετ’ αὐτοῦ Διαθήκη καὶ συμφωνία συνδιαλλαγῇς καὶ εἰρήνης, ἡ ὁποία καθιστᾷ αὐτὸν ἀρχηγὸν καὶ προστάτην τῶν ἀφιερωμένων εἰς τὸν Θεὸν ἱερέων καὶ τοῦ λαοῦ του, ἵνα ἀνήκῃ εἰς αὐτὸν καὶ εἰς τοὺς ἀπογόνούς του τὸ μέγα ἀξίωμα τῆς ἱερωσύνης πάντοτε καὶ εἰς μακροὺς αἰῶνας.
- 25
καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαὶ ἐκ φυλῆς ᾿Ιούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
Παρομοίαν δὲ Διαθήκην καὶ ὑπόσχεσιν ἔκαμεν Θεὸς εἰς τὸν Δαβίδ, τὸν υἱὸν τοῦ Ἰεσσαὶ ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, κατὰ τὴν ὁποίαν ἡ κληρονομία καὶ διαδοχὴ τοῦ βασιλέως θὰ περιήρχετο ἀπὸ τοῦ ἑνὸς υἱοῦ εἰς τὸν ἄλλον υἱὸν καὶ ἀπόγονόν του μόνον· ἔτσι καὶ ἡ κληρονομία τοῦ Ἀαρὼν θὰ παρέμενε μόνον εἰς αὐτὸν καὶ εἰς τοὺς ἀπογόνους αὐτοῦ.
- 26
δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
Εἴθε νὰ δώσῃ ὁ Θεὸς εἰς σᾶς σοφίαν καὶ σύνεσιν εἰς τὴν καρδίαν σας, ὦ ἀρχιερεῖς καὶ ἄρχοντες, διὰ νὰ κρίνετε καὶ δικάζετε τὸν λαόν του μὲ δικαιοσύνην, διὰ νὰ μὴ χαθοῦν τὰ ἀγαθά των καὶ νὰ διατηροῦν τὴν δόξαν εἰς τὰς γενεᾶς, ποὺ θὰ τοὺς διαδεχθοῦν.
