Σοφία Σειράχ, κεφάλαιο 46
- 1
ΚΡΑΤΑΙΟΣ ἐν πολέμοις ᾿Ιησοῦς Ναυῆ καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ.
Ισχυρὸς καὶ γενναῖος εἰς τοὺς πολέμους ὑπῆρξεν ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ναυῆ καὶ διάδοχος τοῦ Μωϋσέως εἰς τὸ νὰ προφητεύη· ὁ ὁποῖος, σύμφωνα μὲ τὸ ὄνομά του καὶ τὴν φήμην του, ἔγινε μεγάλος πρὸς σωτηρίαν τῶν ἐκλεκτῶν τοῦ Θεοῦ, διὰ νὰ τιμωρῇ καὶ ἐκδικῆται τοὺς ἐπιτιθεμένους καὶ ἐπερχομένους κατ' αὐτοῦ ἐχθρούς, ὥστε νὰ δώσῃ εἰς τὸν Ἰσραὴλ ὡς κληρονομίαν τὴν Γῆν τῆς Ἐπαγγελίας.
- 2
ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ρομφαίαν ἐπὶ πόλεις.
Πόσον ἐδοξάσθη οὗτος, ὁσάκις ἐσήκωνε τὰς χεῖρας του καὶ ἐξάπλωνε τὴν ρομφαίαν του κατὰ τῶν ἐχθρικῶν πόλεων!
- 3
τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.
Ποῖος ἄλλος πρὸ αὐτοῦ ἀντεστάθη τόσον νικηφόρος; Κανείς. Διότι αὐτὸς ὁ Κύριος ὡδηγεῖ τοὺς ἐχθροὺς εἰς τὴν καταστροφήν.
- 4
οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
Μήπως δι’ ἁπλῆς κινήσεως τῆς χειρός του δὲν ὠπισθοδρόμησεν ὁ ἥλιος καὶ μία ἡμέρα ἔγινε σὰν δύο;
- 5
ἐπεκαλέσατο τὸν ῞Υψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
Ἐπεκαλέσθη τὸν Θεόν, τὸν Ὕψιστον ἐξουσιαστήν, ὅταν ἐπίεσαν αὐτὸν οἰ ἐχθροὶ τριγύρω ἀπὸ ὅλα τὰ μέρη, καὶ ἐπήκουσεν αὐτὸν καὶ τοὺς περὶ αὐτὸν ὁ μέγας Κύριος καὶ ἀπήντησε μὲ λίθους χαλάζης μεγάλης δυνάμεως.
- 6
κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου. -
Ἐπροκάλεσε τὴν ἔκρηξιν πολέμου αὐτὸς ὁ Κύριος κατὰ τοῦ ἐχθρικοῦ τούτου ἔθνους, καὶ εἰς τὴν κατωφέρειαν Βεθαιρὼν ἐξώντωσε τοὺς ἀνθισταμένους, διὰ νὰ μάθουν τὰ ἔθνη τὴν πανοπλίαν του καὶ διὰ νὰ γνωρίσουν ὅτι ὁ πόλεμος, τὸν ὁποῖον διεξῆγεν, ἦτο ὑπὸ τοὺς ὀφθαλμοὺς τοῦ Κυρίου· πράγματι δὲ αὐτὸς ἠκολούθει πάντοτε τὸν Παντοδύναμον.
- 7
Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χάλεβ υἱὸς ᾿Ιεφοννῆ, ἀντιστῆναι ἔναντι ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
Καὶ ἐπὶ τῶν ἡμερῶν τοῦ Μωϋσέως ἔδειξε ἐσπλαγχνίαν καὶ εὐσέβειαν αὐτὸς καὶ ὁ Χάλεβ, ὁ υἱὸς τοῦ Ἰεφοννῆ, μὲ τὸ νὰ ἀντισταθοῦν εἰς τὴν ἐπαναστατημένην σύναξιν καὶ νὰ ἐμποδίσουν τὸν λαὸν ἀπὸ τὴν ἁμαρτίαν οὕτως, ὥστε νὰ κοπάσῃ καὶ κατευνασθῇ ὁ πονηρὸς γογγυσμὸς τοῦ λαοῦ κατὰ τοῦ Θεοῦ καὶ τοῦ Μωϋσέως.
- 8
καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι.
Καὶ ἀπὸ ἑξακοσίας χιλιάδας πεζῶν μαχητῶν μόνον αὐτοὶ οἱ δύο ἐσώθησαν, διὰ νὰ ὁδηγήσουν καὶ εἰσαγάγουν αὐτοὺς εἰς τὴν κληρονομίαν, εἰς τὴν γῆν δηλαδὴ ποὺ ρέει γάλα καὶ μέλι.
- 9
καὶ ἔδωκεν ὁ Κύριος τῷ Χάλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν,
Καὶ ἔδωκεν ὁ Κύριος εἰς τὸν Χάλεβ σωματικὴν ἀντοχὴν καὶ δύναμιν, καὶ μέχρι τοῦ γήρατος αὐτοῦ παρέμεινεν αὕτη εἰς αὐτόν, ὥστε νὰ ἀναβῇ καὶ να κυριαρχήσῃ οὗτος εἰς τὰ ὑψηλὰ τμήματα τῆς γῆς, τὴν ὀρεινὴν δηλαδὴ Χεβρών· οἱ δὲ ἀπόγονοί του διετήρησαν τὴν κληρονομίαν αὐτήν,
- 10
ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.—
διὰ νὰ ἴδουν ὅλοι οἱ Ἰσραηλῖται ὅτι εἶναι καλὸν νὰ πορεύωνται καὶ νὰ ἀκολουθοῦν ὀπίσω ἀπὸ τὸν Κύριον.
- 11
Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
Καὶ ἡ μνήμη τῶν Κριτῶν - καθενός με τὸ ὄνομά του - ὅσων βέβαια ἐξ αὐτῶν ἡ καρδία δὲν ἐπόρνευσε πνευματικῶς διὰ τῆς εἰδωλολατρίας καὶ δὲν ἀπεμακρύνθησαν ἀπὸ τὸν Κύριον, ἂς εἶναι εὐλογημένη καὶ πλήρης ἐγκωμίων.
- 12
τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφ᾿ υἱοῖς δεδοξασμένων αὐτῶν. -
Εἴθε τὰ ὀστᾶ των νὰ ἀναβλαστήσουν καὶ νὰ ἀναζωογονηθοῦν ἀπὸ τὸν τόπον των καὶ εἴθε νὰ ἀνανεώνεται τὸ ὄνομά των, μεταβιβαζόμενον εἰς τοὺς ἀνταξίους υἱοὺς τῶν δεδοξασμένων τούτων ἀνδρῶν.
- 13
᾿Ηγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
Ἀγαπημένος ἀπὸ τὸν Κύριόν του ὁ Σαμουὴλ Προφήτης τοῦ Κυρίου, ἐγκατέστησε τὴν βασιλείαν καὶ ἔχρισεν ἡγεμόνας ἐπὶ τοῦ λαοῦ του.
- 14
ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο Κύριος τὸν ᾿Ιακώβ·
Σύμφωνα μὲ τὸν θεῖον Νόμον ἔκρινε καὶ ἐδίκαζε τὴν συναγωγὴν τοῦ Ἰσραήλ, καὶ ὁ Κύριος ἐπεσκέφθη τότε εὐμενῶς τοὺς ἀπογόνους τοῦ Ἰακώβ.
- 15
ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
Διὰ τῆς ἀξιοπιστίας του ἀπεδείχθη Προφήτης καὶ ἀνεγνωρίσθη διὰ τῆς ἀληθείας του ἀξιόπιστος εἰς τὰ προφητικὰ ὁράματά του.
- 16
καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
Καὶ ἐπεκαλέσθη τὸν Παντοδύναμον Κύριον, ὅταν οἱ ἐχθροὶ τὸν ἐπίεσαν ὁλόγυρα κυκλώσαντες αὐτόν, διὰ προσφορὰς θυσίας ἀμνοῦ τοῦ γάλακτος.
- 17
καὶ ἐβρόντησεν ἀπ᾿ οὐρανοῦ Κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ
Καὶ ἀπήντησε διὰ βροντῆς ἐξ οὐρανοῦ ὁ Κύριος καὶ μὲ δυνατὸν ἦχον ἔκαμεν ἀκουστὴν τὴν φωνήν του.
- 18
καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
Καὶ συνέτριψε τοὺς ἀρχηγοὺς τῶν Τυριῶν καὶ ὅλους τοὺς ἄρχοντας τῶν Φιλισταίων.
- 19
καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
Καὶ πρὸ τοῦ καιροῦ τῆς αἰωνίας κοιμήσεώς του καὶ τοῦ θανάτου του διεμαρτυρήθη ἐνώπιον τοῦ Κυρίου καὶ τοῦ βασιλέως, τοῦ χριστοῦ τοῦ Κυρίου, ἐπικαλεσθεὶς τούτους μάρτυρας, καὶ ἐβεβαίωσεν εἰπών· χρήματα δὲν ἐπῆρα ἀπὸ κανένα, οὐδὲ ἄλλο τι μέχρις αὐτῶν τῶν ὑποδημάτων μου. Οὐδεὶς δὲ ἄνθρωπος ἠδυνήθη να τὸν κατηγορήσῃ.
- 20
καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν ἐπροφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
Καὶ ἀφοῦ ἐκοιμήθη τὸν αἰώνιον ὕπνον, ἐπροφήτευσε καὶ ἔδειξεν εἰς τὸν βασιλέα Σαοὺλ τὸν θάνατόν του καὶ ὕψωσε τὴν φωνήν του ἀπὸ τὰ βάθη τῆς γῆς διὰ προφητείας, διὰ να ἐξαλείψῃ τὴν παρανομίαν τοῦ λαοῦ.
