Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΣΟΦΙΑ ΣΕΙΡΑΧ

Σοφία Σειράχ, κεφάλαιο 44

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (51)
  1. 1

    ΠΑΤΕΡΩΝ ΥΜΝΟΣ. - Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.

    Ας ἐπαινέσωμεν τώρα ἄνδρας δοξασμένους καὶ προγόνους ἡμῶν, τῶν ὁποίων εἴμεθα γενεὰ καὶ ἓξ ὧν καταγόμεθα.

  2. 2

    πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾿ αἰῶνος.

    Ὁ Κύριος ἐδημιούργησεν εἰς αὐτοὺς πολλὴν δόξαν καὶ ἐξεδήλωσε τὸ μεγαλεῖον του ἐξ ἀρχῆς καὶ ἀπὸ πολλῶν αἰώνων.

  3. 3

    κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις·

    Κυρίαρχοι οὗτοι εἰς τὰ βασίλειά των καὶ ἄνδρες ἐξακουστοὶ καὶ περίφημοι διὰ τὴν δύναμίν των· σύμβουλοι προικισμένοι μὲ σύνεσιν, ἀπαγγέλλοντες τὸ θεῖον θέλημα διὰ προφητειῶν.

  4. 4

    ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·

    Ἀρχηγοὶ τοῦ λαοῦ ἄλλοι διὰ τῶν περιεσκεμμένων ἀποφάσεών των καὶ συνετοὶ γραμματεῖς καὶ διδάσκαλοι αὐτοῦ· ἕτεροι διὰ τῶν σοφῶν λόγων των ἐν τῇ διδασκαλίᾳ καὶ παιδαγωγίᾳ, τὴν ὁποίαν παρεῖχον εἰς τὸν λαόν.

  5. 5

    ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ·

    Ἐπιδιδόμενοι ἄλλοι εἰς μελῳδίας μουσικὰς καὶ συντάσσοντες γραπτῶς καὶ ἀφηγούμενοι ἐπικὰ ποιήματα.

  6. 6

    ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·

    Ἄνδρες πλούσιοι καὶ προικισμένοι μὲ δύναμη ζῶντες εἰρηνικῶς εἰς τὰ μέρη τῆς διαμονῆς καὶ κατοικίας των.

  7. 7

    πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.

    Ὅλοι αὐτοὶ ἐδοξάσθησαν εἰς τὰς γενεᾶς των καὶ ἦσαν καύχημα τῆς ἐποχῆς των.

  8. 8

    εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους·

    Ὑπάρχουν μεταξὺ αὐτῶν ἄνθρωποι, οἱ ὁποῖοι ἀφῆκαν ὄνομα ἐξακουστόν, ὥστε νὰ διηγοῦνται καὶ οἱ μεταγενέστεροι τὰ ἐγκώμια καὶ τὰ ἐπαινετὰ ἔργα των.

  9. 9

    καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾿ αὐτούς.

    Ὑπάρχουν ὅμως καὶ ἄλλοι, τῶν ὁποίων δὲν ὑπάρχει καμμία ἐνθύμησις, καὶ ἐχάθησαν σὰν να μὴ ὑπῆρξαν ποτέ· ἔγιναν δὲ σὰν νὰ μὴ ἐγεννήθησαν αὐτοὶ καὶ τὰ τέκνα των ὕστερα ἀπὸ αὐτούς.

  10. 10

    ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·

    Αὐτοὶ οἱ ἄλλοι ὅμως ὑπῆρξαν ἄνθρωποι ἐλεήμονες καὶ εὔσπλαγχνοι, τῶν ὁποίων αἱ ἀρεταὶ δὲν ἐλησμονήθησαν.

  11. 11

    μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν·

    Εἰς τὰ τέκνα των θὰ παραμένῃ καλὴ καὶ ἀγαθὴ κληρονομία, συνεχιζομένη καὶ εἰς τοὺς ἀπογόνους αὐτῶν.

  12. 12

    ἐν ταῖς διαθήκαις ἔστη σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς·

    Ἡ γενεά των παρέμεινε πιστὴ εἰς τὰς συμφωνίας μετὰ τοῦ Κυρίου, ὡσαύτως δὲ ἐξ αἰτίας αὐτῶν καὶ τὰ τέκνα των.

  13. 13

    ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·

    Αἰωνίως θὰ παραμένουν οἰ ἀπόγονοί των, καὶ ἡ δόξα των δὲν θὰ ἑξαλειφθῇ.

  14. 14

    τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·

    Τὰ σώματά των ἐτάφησαν εἰρηνικῶς, καὶ τὸ ὄνομά των θὰ ζῇ ἐπὶ πολλὰς γενεᾶς.

  15. 15

    σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.

    Τὴν σοφίαν καὶ σύνεσίν των θὰ διηγοῦνται καὶ θὰ ἀναφέρουν εὐφήμως οἱ λαοί, τὸν ἔπαινον δὲ καὶ τὰ ἐγκώμιά των θὰ ἐξαγγέλλῃ πολυπληθὴς καὶ ἐπίσημος συνέλευσις ἀνθρώπων.

  16. 16

    ᾿Ενὼχ εὐηρέστησε Κυρίῳ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.

    Ὁ Ἐνὼχ ἐγένετο ἀρεστὸς εἰς τὸν Θεὸν καὶ μετετέθη, χωρὶς νὰ ἀποθάνῃ, γενόμενος ὑπόδειγμα μετανοίας εἰς τὰς μετ’ αὐτὸν γενεᾶς.

  17. 17

    Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός·

    Ὁ Νῶε εὑρέθη τέλειος καὶ δίκαιος· κατὰ τὴν ἐποχὴν τῆς θείας ὀργῆς ἐχρησίμευσεν ὡς ἀντάλλαγμα διὰ τὴν διάσωσιν καὶ μὴ ὁλοκληρωτικὴν ἐξόντωσιν τῆς ἀνθρωπότητος· ἐξ αἰτίας αὐτοῦ ἔμεινεν ἕνα ὑπόλοιπον ἀνθρώπων εἰς τὴν γῆν, ὅταν ἔγινεν ὁ κατακλυσμός.

  18. 18

    διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ. -

    Διαθῆκαι καὶ ὑποσχέσεις μὲ αἰώνιον κῦρος ἐδόθησαν εἰς αὐτόν, διὰ νὰ μὴ ἐξαλειφθῇ καὶ ἐξοντωθῇ πλέον διὰ κατακλυσμοῦ πᾶς ὀργανισμὸς ἔχων ζῶσαν σάρκα.

  19. 19

    ῾Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ·

    Ὁ Ἀβραὰμ ἐγένετο ὁ μέγας καὶ ἐξακουσμένος πατὴρ πλήθους ἐθνῶν, καὶ δὲν εὑρέθη σὰν αὐτὸν ἄλλος ὅμοιος κατὰ τὴν δόξαν.

  20. 20

    ὃς συνετήρησε νόμον ῾Υψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾿ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός.

    Αὐτὸς ἐτήρησε τὸν Νόμον τοῦ Ὑψίστου καὶ ἦλθεν εἰς συμφωνίαν μετ’ Αὐτοῦ καὶ ἐπεκύρωσε τὴν Διαθήκην ταύτην διὰ τῆς σαρκός του, ὑποβληθεὶς εἰς περιτομήν. Κατὰ τὸν πειρασμὸν δὲ καὶ τὴν δοκιμασίαν τῆς θυσίας τοῦ υἱοῦ του εὑρέθη καὶ ἀνεδείχθη πιστός.

  21. 21

    διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς.

    Διὰ τοῦτο ὁ Θεὸς ἐβεβαίωσεν αὐτὸν δι’ ὄρκου ὅτι διὰ τῶν ἀπογόνων του θὰ εὐλογηθοῦν τὰ ἔθνη, ὅτι θὰ πληθύνῃ καὶ θὰ πολλαπλασιάσῃ αὐτὰ ὅπως τὸ χῶμα τῆς γῆς καὶ θὰ ἀνυψώσῃ τοὺς ἀπογόνους του σὰν τὰ ὑπέρλαμπρα ἄστρα τοῦ οὐρανοῦ καὶ ὅτι θὰ κληρονομήσουν οὗτοι ἐκτάσεις ἀπὸ τὴν μίαν θάλασσαν ἕως τὴν ἄλλην καὶ ἀπὸ τὸν ποταμὸν Εὐφράτην μέχρι τῶν ἄκρων τῆς γῆς.

  22. 22

    καὶ ἐν τῷ ᾿Ισαὰκ ἔστησεν οὕτως διὰ ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην

    Ἐπίσης κατὰ τὸν αὐτὸν τρόπον καὶ εἰς τὸν Ἰσαάκ, χάριν τοῦ πατρὸς τοῦ Ἀβραάμ, ὑπεσχέθη εὐλογίαν ὅλων τῶν ἀνθρώπων καὶ Διαθήκην,

  23. 23

    καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ. ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο.

    ἡ ὁποία κατέληξε καὶ ἀνεπαύθη ἐπὶ τῆς κεφαλῆς τοῦ Ἰακώβ. Ὁ Θεὸς ἀνεγνώρισεν αὐτὸν διὰ τῶν εὐλογιῶν του καὶ ἔδωκεν εἰς αὐτὸν τὴν γῆν ὡς κληρονομίαν καὶ διήρεσεν αὐτὴν εἰς μερίδια καὶ τὴν διεμοίρασεν εἰς τὰς δώδεκα φυλάς.