Ψαλμός 80
- 1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ ᾿Ασάφ.
- 2
(Μασ. 81) ΑΓΑΛΛΙΑΣΘΕ τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ ᾿Ιακώβ·
Σκιρτήσατε ἀπὸ ἀγαλλίασιν ἐπὶ τῇ θείᾳ προστασίᾳ καὶ εὐχαριστήσατε τὸν Θεόν, τὸν βοηθόν μας, ἐπευφημήσατε εὐλαβῶς καὶ εὐγνωμόνως τὸν Θεὸν τοῦ Ἰακὼβ καὶ ψάλατε πρὸς δόξαν του ἐπινίκιον ὕμνον.
- 3
λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
Ἀρχίσατε, ὦ Λευῖται, νὰ ψάλλετε, καὶ συγχρόνως δώσατε εἰς τοὺς μουσικοὺς τύμπανον, ψαλτήριον εὔηχον καὶ τερπνὸν μετὰ κιθάρας, ἵνα καὶ τὰ μουσικὰ ταῦτα ὄργανα συνοδεύουν τὴν ᾠδήν σας.
- 4
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν·
Κατὰ τὴν πρώτην ἡμέραν τοῦ Τισρῆ, πρώτου μηνὸς τοῦ πολιτικοῦ ἔτους, σαλπίσατε, ὦ ἱερεῖς, μὲ τὴν κερατίνην σάλπιγγα, κατὰ τὴν ἐξόχως χαρμόσυνον ἡμέραν τῆς ἑορτῆς σας.
- 5
ὅτι πρόσταγμα τῷ ᾿Ισραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ ᾿Ιακώβ.
Σαλπίσατε· διότι τὸ νὰ ἐορτάζεται χαρμοσύνως ἡ ἡμέρα αὐτὴ εἶναι πρόσταγμα τοῦ Θεοῦ δοθὲν πρὸς τὸν Ἰσραηλιτικὸν Λαὸν καὶ ρητὴ ἀπόφασις καὶ ἐντολὴ τοῦ Θεοῦ πρὸς τοὺς ἀπογόνους τοῦ Ἰακώβ.
- 6
μαρτύριον ἐν τῷ ᾿Ιωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
Τὸν νόμον αὐτόν, τὸν καθορίζοντα τὰς ἑορτάς, ὥρισεν ὁ Θεὸς ἐν μέσῳ τοῦ λαοῦ τοῦ Ἰωσήφ, ὡς μαρτύριον μαρτυροῦν τὴν πρὸς αὐτὸν ἀγάπην καὶ προστασίαν του, ὅταν ἐξῆλθεν ὁ Ἰσραηλιτικὸς λαὸς ἐκ τῆς χώρας τῆς Αἰγύπτου· τότε αὐτὸς ὁ Θεὸς ἐλάλησε πρὸς τὸν Ἰσραὴλ καὶ ἤκουσεν οὗτος γλῶσσαν, τὴν ὁποίαν δὲν ἐγνώριζε καὶ δὲν εἶχεν ἀκούσει ποτέ.
- 7
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
Ἀπήλλαξε τὴν ράχιν τοῦ λαοῦ του ἀπὸ τοῦ νὰ σηκώνῃ φορτία κατὰ τὴν ἐποχὴν ἐκείνην, ὅτε αἱ χεῖρες αὐτοῦ ἐδούλευσαν ἐν τῷ κοφίνῳ, διὰ τοῦ ὁποίου μετέφερε τὰ ἄχυρα καὶ τὸν πηλόν.
- 8
ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. (διάψαλμα).
Μὲ ἐπεκαλέσθης, ὅτε εὐρίσκεσο ἐν θλίψει καὶ καταπιέσει, καὶ σὲ ἠλευθέρωσα, καὶ ἐπὶ τοῦ ὄρους Χωρήβ, κεκρυμμένος εἰς τὸν γνόφον καὶ τὰς βροντὰς σφοδρὰς θυέλλης, σὲ ἑπήκουσα. Σὲ ἐδοκίμασα καὶ ἐφάνης ποῖος εἶσαι ἐν Ραφιδείν, εἰς τὸ ὕδωρ τῆς ἀντιλογίας, ὅταν σὲ ἀφῆκα νὰ διψάσῃς ὀλίγον καὶ ἤρχισες ἀμέσως νὰ γογγύζῃς καὶ νὰ ἀντιλέγῃς κατ’ ἐμοῦ.
- 9
ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, ᾿Ισραήλ, ἐὰν ἀκούσῃς μου,
Ἄκουσε, λαέ μου, τὴν ἔντονον διαμαρτυρίαν καὶ προτροπήν μου· λαὲ τοῦ Ἰσραήλ, πόσον θὰ ἐπεθύμουν νὰ μὲ ἀκούσῃς.
- 10
οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ·
Ἐὰν μὲ ἀκούσῃς, δὲν θὰ ὑπάρχῃ μεταξὺ σοῦ λατρευόμενος θεὸς πρόσφατος, χθεσινῆς ἐπινοήσεως, οὔτε θὰ προσκυνήσῃς θεὸν ξένον, ὑπὸ ξένων λαῶν λατρευόμενον.
- 11
ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
Διότι ἐγὼ εἶμαι Κύριος ὁ Θεός σου, ὁ ὁποῖος σὲ ἀνέβασα εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου. Ἄνοιξε πλατὺ τὸ στόμα σου καὶ θὰ τὸ γεμίσω. Οἰανδήποτε σωματικήν σου ἀνάγκην καὶ οἰονδήποτε πνευματικόν σου πόθον, θὰ σοῦ τὰ ἰκανοποιήσω πλήρως.
- 12
καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ ᾿Ισραὴλ οὐ προσέσχε μοι·
Καὶ δὲν ἤκουσεν ὁ λαὸς τὴν φωνήν μου καὶ ὁ Ἰσραὴλ δὲν ἔδωκε προσοχὴν εἰς ἐμέ.
- 13
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Καὶ τοὺς ἀφῆκα λοιπὸν νὰ βαδίζουν κατὰ τὰς ἀρεσκείας καὶ τὰς ἐνόχους ἐπιθυμίας τῶν τυφλωμένων καρδιῶν των, θὰ πηγαίνουν καὶ θὰ συμπεριφέρωνται κατὰ τὰς ἐσκοτισμένας βουλὰς καὶ διαθέσεις των.
- 14
εἰ ὁ λαός μου ἤκουσέ μου, ᾿Ισραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
Ἐὰν ὁ λαός μου μὲ ἤκουε, ἐὰν ὁ Ἰσραηλιτικὸς λαὸς ἐπορεύετο καὶ ἐβάδιζε κατὰ τὰς ἐντολάς μου,
- 15
ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.
εὐκόλως καὶ μὲ τὸ τίποτε θὰ εἶχον ταπεινώσει τοὺς ἐχθρούς των καὶ ἐπὶ τῶν καταπιεζόντων αὐτοὺς θὰ ἐπέβαλλον τιμωρὸν καὶ βαρεῖαν τὴν χεῖρα μου.
- 16
οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Οἱ ἐχθροὶ τοῦ Κυρίου θὰ ἐξηναγκάζοντο νὰ ὑποκριθοῦν ὑποταγὴν εἰς αὐτὸν καὶ ὁ καιρὸς τῆς εὐδαιμονίας καὶ ἀκμῆς τοῦ ἰσραηλιτικοῦ λαοῦ θὰ διήρκει αἰωνίως.
- 17
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
Καὶ τότε ἐν τῇ ἐρήμῳ τοὺς διέθρεψεν ὁ Θεὸς μὲ τὸν ἀφρὸν τοῦ σίτου καὶ μὲ τὸ μέλι ἀπὸ τὰς ρωγμὰς τῶν βράχων τοὺς ἐχόρτασε. Οὕτω καὶ τώρα, ἐὰν ὁ λαὸς ὑπήκουε, θὰ διέτρεφε καὶ θὰ ἐχόρταζεν αὐτοὺς ὁ Κύριος.
