Ψαλμός 79
- 1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ ᾿Ασάφ, ψαλμὸς ὑπὲρ τοῦ ᾿Ασσυρίου.
- 2
(Μασ. 80) Ο ΠΟΙΜΑΙΝΩΝ τὸν ᾿Ισραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ᾿Ιωσήφ. ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.
Σύ, ποὺ ὡς καλὸς καὶ στοργικὸς ποιμὴν προνοεῖς καὶ προστατεύεις τὸν λαὸν τοῦ Ἰσραήλ, εὐδόκησον νὰ ἐνδιαφερθῇς καὶ νὰ προσέξῃς εἰς αὐτὰ ποὺ μᾶς συμβαίνουν, σὺ ποὺ ὁδηγεῖς ὡς πρόβατα τὴν φυλὴν τοῦ Ἰωσὴφ καὶ κάθεσαι ἐπὶ τῶν Χερουβείμ, ἔχων ὑπὸ τὴν ἐξουσίαν σου πάσας τὰς ἀγγελικὰς δυνάμεις, δεῖξον τὴν προστασίαν σου ἐμφανῶς καὶ ἐν πάσῃ τῇ θεϊκῇ σου δόξῃ.
- 3
ἐναντίον ᾿Εφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἐμφανίσθητι πρὸ τῶν πυλῶν τοῦ Βενιαμὶν καὶ τοῦ Μανασσῆ καὶ τοῦ Ἐφραίμ, οἵτινες ἀποτελοῦν τὸ ὑπὸ τῶν Ἀσσυρίων δῃωθὲν καὶ ἐρημωθὲν βόρειον βασιλειον. Κίνησον καὶ θέσε εἰς ἐνέργειαν τὴν ἀκαταγώνιστον δύναμίν σου καὶ ἐλθὲ διὰ νὰ μᾶς σώσῃς.
- 4
ὁ Θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
Ὦ Θεέ, ἀποκατάστησέ μας εἰς τὴν προτέραν μας χαρὰν καὶ εἰρήνην· ἐμφάνισον δὲ εὐμενὲς τὸ πρόσωπόν σου καὶ ἀρκεῖ τοῦτο ὅπως σωθῶμεν.
- 5
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;
Κύριε, σὺ ποὺ εἶσαι Θεὸς τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων καὶ ἔχεις ταύτας ὑπὸ τὰς ἀμέσους διαταγάς σου, ἕως πότε θὰ ὀργίζεσαι καὶ κατ’ αὐτῆς τῆς προσευχῆς τῶν δούλων σου;
- 6
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων; καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
Ἕως πότε θὰ μᾶς διατρέφῃς μὲ δάκρυα ἀντὶ ἄρτου καὶ ἕως πότε θὰ μᾶς ποτίζῃς μὲ πλῆρες καὶ ἄφθονον τὸ μέτρον τῶν δακρύων μας;
- 7
ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Μᾶς κατέστησας ἀντικείμενον ἀντιλογίας καὶ ἐπιθετικῶν προσβολῶν εἰς τοὺς γείτονάς μας λαοὺς καὶ οἱ (ἐχθροί μας ἐχλεύασαν καὶ περιέπαιξαν ἡμᾶς.
- 8
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. (διάψαλμα).
Κύριε, σὺ ποὺ εἶσαι ὁ Θεὸς τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων, καὶ ἔχεις ταύτας ὑπὸ τὰς ἀμέσους διαταγάς σου, ἀποκατάστησέ μας εἰς τὴν προτέραν εὔνοιάν σου, καὶ δός μας πάλιν τὴν εἰρήνην καὶ χαράν. Ἐμφάνισον εὐμενὲς τὸ πρόσωπόν σου καὶ ἀρκεῖ τοῦτο διὰ νὰ σωθῶμεν.
- 9
ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
Εἴμεθα ἡ πνευματική σου ἄμπελος, τὴν ὁποίαν μετέφερες ἐξ Αἰγύπτου, ἀφοῦ σὰν εἰς φυτώριον ἀνεπτύχθη πρῶτον ἐκεῖ. Ἐξεδίωξες ἔθνη, τοὺς Ἀμορραίους καὶ Εὐαίους καὶ Χαναναίους καὶ Χετταίους, καὶ τὴν ἐφύτευσας βαθέως καὶ στερεῶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.
- 10
ὡδοποίησας ἔμπροσθεν αὐτῆς καὶ κατεφύτευσας τὰς ρίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν.
Διήνοιξας πρὸ αὐτῆς ἐλευθέραν τὴν ὁδὸν καὶ προετοίμασας τὸ ἔδαφος πρὸς μεταφύτευσίν της, καὶ ἐφύτευσας βαθεῖα τὰς ρίζας της, κατόπιν δὲ τούτων ἐγέμισεν αὕτη ὅλην τὴν χώραν τῆς Παλαιστίνης.
- 11
ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ·
Ἡ σκιά της καὶ τὸ κράτος της ἐκάλυψε πρὸς νότον τὰ πρὸς τὴν χώραν τῶν Ἰδουμαίων ὑψούμενα ὅρη καὶ αἱ διακλαδώσεις της ἐσκέπασαν πρὸς βορρᾶν τὰς θεοφυτεύτους κέδρους τοῦ Λιβάνου.
- 12
ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.
Ἐξήπλωσε πρὸς δυσμὰς τὰ κλήματα τῆς μέχρι τῆς Μεσογείου θαλάσσης καὶ τὰς παραφυάδας τῆς πρὸς ἀνατολάς, μέχρι τοῦ ποταμοῦ Εὐφράτου καὶ τῶν παραποτάμων του.
- 13
ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
Διατὶ τώρα ἀπέσυρες ἀπὸ αὐτὴν τὴν πρόνοιαν καὶ προστασίαν σου καὶ ἐπέτρεψας νὰ καταλυθῇ τὸ βασίλειον τοῦ Ἰσραήλ, τὸ ὁποῖον πρὸς βορρᾶν ὑψοῦτο ὡς προπύργιον αὐτῆς, οὕτω δὲ κατέρριψας τὸν προφυλάττοντα αὐτὴν φραγμὸν καὶ τὴν τρυγοῦν ἀνεμποδίστως ὅσοι περνοῦν ἀπὸ τὸν συνορεύοντα αὐτὴν δρόμον;
- 14
ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
Τὴν κατέστρεψε καὶ τὴν ἠρήμωσεν ὁ ἐπιδραμὼν ἐκ τοῦ πυκνοῦ δάσους ὡς ἄλλος κάπρος Ἀσσύριος καὶ ὡς ἄγριος χοῖρος τὴν κατέφαγε καὶ τὴν ἐξεγύμνωσε.
- 15
ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
Θεὲ τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων, στρέψον καὶ πάλιν πρὸς αὐτὴν καὶ ρῖψε σπλαγχνικὸν ἐξ οὐρανοῦ τὸ βλέμμα σου καὶ ἴδε τὴν γενομένην ἐρήμωσιν καὶ καταστροφὴν καὶ ἐπισκέφθητι ἐκ τοῦ πλησίον τὴν ἄμπελον ταύτην,
- 16
καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
16ακαὶ εἰς τὴν προτέραν ἀρτιότητα καὶ ἀκμὴν ἐπανόρθωσον αὐτήν, τὴν ὁποίαν ἐφύτευσεν ἡ δεξιά σου. 16β Καὶ συγχρόνως ἐπίβλεψον ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, εἰς τὸν ὁποῖον ἔδωκας τὸ κράτος, ἵνα ἄρχῃ πρὸς δόξαν σου καὶ πρὸς χειραγωγίαν τοῦ ἔθνους εἰς τὴν ὑποταγήν σου.
- 17
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
Ἡ ἄμπελός σου ἔχει κατακαῇ καὶ ἔχει ἀπὸ τὸ βάθος αὐτῆς ἀνασκαφῆ καὶ σχεδὸν ἐξερριζώθη· οἱ Ἰσραηλῖται ἀπὸ τὰς ἐπιτιμήσεις τοῦ προσώπου σου θὰ χαθοῦν.
- 18
γενηθήτω ἡ χείρ σου ἐπ᾿ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·
Ἂς ἔλθῃ προστατευτικὴ ἡ χείρ σου ἐπὶ τοῦ ἀνδρὸς ἐκείνου, τὸν ὁποῖον θὰ τιμήσῃς καθίζων αὐτὸν εἰς τὰ δεξιά σου καὶ ἐπὶ τοῦ υἱοῦ ἀνθρώπου, τὸν ὁποῖον ἀνέδειξας κραταιὸν πρὸς δόξαν σου.
- 19
καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
Καὶ οὕτω ὑπὸ τὴν ὁδηγίαν τούτου διατελοῦντες δὲν θὰ ἀπομακρυνθῶμεν πλέον ἀπὸ σέ. Θὰ μᾶς δίδῃς σὺ ζωὴν καὶ θὰ ἐπικαλούμεθα τὸ ὄνομά σου.
- 20
Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Κύριε, σὺ ποὺ εἶσαι Θεὸς τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων, καὶ ἔχεις ταύτας ὑπὸ τὰς ἀμέσους διαταγάς σου, ἀποκατάστησόν μας εἰς τὴν προτέραν εὔνοιάν σου καὶ δός μας πάλιν εἰρήνην καὶ χαράν. Ἐμφάνισον εὐμενὲς τὸ πρόσωπόν σου καὶ ἀρκεῖ τοῦτο διὰ νὰ σωθῶμεν.
