Ψαλμός 77
- 1
(Μασ. 78) ΠΡΟΣΕΧΕΤΕ, λαός μου, τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου·
Προσέχετε, ὦ λαέ μου Ἰσραήλ, εἰς τὴν διδασκαλίαν μου, ἥτις πρέπει νὰ γίνῃ νόμος ρυθμίζων τὴν ζωήν σου, κλίνατε καὶ ἀνοίξατε τὰ ὦτα σας εἰθς τοὺς λόγους μου.
- 2
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς.
Θὰ ἀνοίξω τὸ στόμα μου μὲ παλαιὰς ἱστορίας ποὺ ἐγκρύπτουν σωτηρία μαθήματα, θὰ εἴπω κεκρυμμένας καὶ πολλὴν μελέτην ἀπαιτούσας διδασκαλίας ἀπ' αὐτῆς τῆς πρώτης ἐμφανίσεως τοῦ Ἰσραηλιτικοῦ ἔθνους.
- 3
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν,
Αἱ παραβολαὶ καὶ τὰ προβλήματα αὐτὰ εἶναι, ὅσα ἠκούσαμεν καὶ ἐμάθαμεν ταῦτα καλῶς καὶ οἱ πατέρες μας διηγήθησαν ταῦτα εἰς ἡμᾶς.
- 4
οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε.
Δὲν ἐκρύβησαν ταῦτα ἀπὸ τὰ τέκνα των, διὰ νὰ ἀποκαλυφθοῦν εἰς ἄλλην γενεάν, ἀλλὰ τὰ διηγήθησαν εἰς τοὺς ἀπογόνους των ἐξιστορούντες τὰς πολυυμνήτους πράξεις τοῦ Κυρίου καὶ τὰ ἔργα τῆς καταπληκτικῆς καὶ ἀκαταγωνίστου δυνάμεώς του καὶ τὰ θαυμάσια αὐτοῦ, τὰ ὁποῖα ἐποίησε πρὸς ἀπελευθέρωσιν καὶ ἀνάδειξιν τοῦ Ἰσραήλ.
- 5
καὶ ἀνέστησε μαρτύριον ἐν ᾿Ιακὼβ καὶ νόμον ἔθετο ἐν ᾿Ισραήλ, ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
Καὶ ἀνεστήλωσεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ Ἰακὼβ τὴν μαρτυρίαν τῶν ἐντολῶν του καὶ ἔθεσε νόμον μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὅσα διέταξε καὶ παρήγγειλεν εἰς τοὺς πατέρας καὶ προγόνους μας νὰ τὰ καταστήσουν γνωστὰ εἰς τοὺς υἱοὺς καὶ ἀπογόνους των.
- 6
ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
Διὰ νὰ γνωρίσουν αὐτὰ καὶ ἡ ἄλλη γενεά, τὰ τέκνα ποὺ ἐπρόκειτο νὰ γεννηθοῦν ἀπὸ αὐτούς, καὶ ὅταν θὰ ἀναστηθοῦν καὶ θὰ διαδεχθοῦν τὴν παλαιοτέραν γενεὰν νὰ διηγηθοῦν καὶ αὐτοὶ εἰς τοὺς ἀπογόνους των, ὥστε ἀπὸ γενεᾶς εἰς γενεὰν νὰ καθίστανται ταῦτα διὰ τῆς παραδόσεως γνωστά.
- 7
ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν·
Ἵνα παρακινούμενοι καὶ διδασκόμενοι ἀπὸ τὴν ἱστορίαν αὐτήν, ἐναποθέσουν καὶ στηρίξουν τὴν ἐλπίδα των ἐπὶ τοῦ Θεοῦ καὶ μὴ λησμονήσουν τὰ θαυμαστὰ ἔργα τοῦ Θεοῦ καὶ ἶνα μετὰ πόθου ζητοῦν τὴν τήρησιν τῶν ἐντολῶν του.
- 8
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεά, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.
Διὰ νὰ μὴ γίνουν ὅπως ἔγιναν οἱ πατέρες των, γενεὰ στρεβλὴ καὶ πείσμων, καὶ πικραίνουσα τὸν Θεὸν διὰ τῶν ἀνταρσιῶν καὶ ἀπειθειῶν της, γενεά, ἡ ὁποία δὲν ἐφύλαξε εὐθεῖαν τὴν καρδίαν αὐτῆς καὶ δὲν παρέμεινε πιστὸν τὸ πνεῦμα της καὶ ἡ θέλησις τῆς πρὸς τὸν Θεόν, διότι ἔρρεπε διαρκῶς πρὸς τὴν εἰδωλολατρίαν.
- 9
υἱοὶ ᾿Εφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
Οἱ ἀπόγονοι τοῦ Ἐφραίμ, ἐπιδεξιώτατοι νὰ τεντώνουν τὰ τόξα καὶ να ρίπτουν μὲ αὐτὰ τὰ βέλη των, ἔστρεψαν τὰ νῶτα κατὰ τὴν ἡμέραν τοῦ πολέμου καὶ ἐγκατέλιπον τὰς θέσεις των.
- 10
οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι.
Διότι δὲν ἐφύλαξαν τὰς ὑπὸ τῆς διαθήκης τοῦ Θεοῦ ὑποχρεώσεις των καὶ δὲν ἠθέλησαν νὰ πολιτεύωνται σύμφωνα μὲ τὸν νόμον του.
- 11
καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς,
Καὶ ἐλησμόνησαν τὰς εὐεργεσίας τοῦ Θεοῦ καὶ τὰ θαυμάσιά του, τὰ ὁποῖα ἔδειξεν εἰς αὐτούς,
- 12
ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.
ἐλησμόνησαν τὰ ὅσα ὑπὸ τὰ ὄμματα τῶν προγόνων των κατειργάσθη θαυμαστὰ καὶ καταπληκτικὰ ἔργα ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου, εἰς τὴν πεδιάδα τῆς πόλεως Τάνεως, ὅπου καὶ ὁ Φαραὼ εἶχε τὰ ἀνάκτορά του.
- 13
διέρρηξε θάλασσαν καὶ διήγαγεν αὐτούς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκὸν
Ἔσχισε τὴν Ἐρυθρὰν θάλασσαν καὶ τοὺς ὡδήγησε διὰ μέσου αὐτῆς. Ἔστησεν ἀπὸ τὸ ἐν μέρος καὶ ἀπὸ τὸ ἄλλο τὰ ὕδατα τῆς θαλάσσης συγκρατούμενα ὡς εἰς ἀσκόν.
- 14
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
Καὶ τοὺς ὠδήγησε μὲ νεφέλην σκιάζουσαν αὐτοὺς κατὰ τὴν ἡμέραν καὶ καθ’ ὅλην τὴν νύκτα μὲ φωτισμὸν στύλου πυρός.
- 15
διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ
Ἔσχισε τὸν βράχον ἐν τῇ ἐρήμῳ Ραφιδεὶν καὶ ἐπότισεν αὐτοὺς μὲ ἄφθονον ὕδωρ, σὰν νὰ ὑπῆρχεν ἐκεῖ ἄβυσσος καὶ θάλασσα μεγάλη.
- 16
καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
Καὶ ἔκαμε νὰ ἀναβλύσῃ ὕδωρ ἀπὸ τὴν πέτραν ἐν τῇ ἐρήμῳ Κάδδης καὶ κατέβασε νερὰ πολλὰ σὰν νὰ ἔρρεαν ποταμοὶ πολλοί.
- 17
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, παρεπίκραναν τὸν ῞Υψιστον ἐν ἀνύδρῳ
Καὶ προσέθεσαν νέας ἐκδηλώσεις ἀχαριστίας, διὰ νὰ ἁμαρτάνουν ἀκόμη περισσότερον εἰς αὐτόν, ἐπίκραναν πολὺ τὸν Ὕψιστον εἰς τόπον ξηρὸν καὶ ἄνυδρον.
- 18
καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν
Καὶ ὑπὸ τὸ κράτος ἀσεβῶν καὶ ἀχαρίστων ἀμφιβωλιῶν ἐξεπείρασαν τὸν Θεὸν μέσα εἰς τὰς καρδίας των, καὶ ἠθέλησαν νὰ τὸν δοκιμάσουν, ἐὰν ἔχῃ τὴν δύναμιν νὰ τοὺς δώσῃ τὰ ὅσα θὰ τοῦ ἐζήτουν βρώματα καὶ φαγητὰ κατὰ τὰς ὀρέξεις καὶ ἐπιθυμίας τῶν ψυχῶν των,
- 19
καὶ κατελάλησαν τοῦ Θεοῦ καὶ εἶπαν· μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
Καὶ ἐξεφράσθησαν κατὰ τοῦ Θεοῦ καὶ ἐκατηγόρησαν αὐτὸν καὶ εἶπαν· μήπως θὰ ἠμπορέσῃ ὁ Θεὸς να ἑτοιμάσῃ τράπεζαν καὶ συμπόσιον ἐν μέσῳ τῆς ἐρήμου;
- 20
ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
Ἐπειδὴ ἐπάταξε τὸν βράχον καὶ ἔρρευσαν ὕδατα καὶ χείμαρροι ὁρμητικοὶ ἐσχηματίσθησαν, μήπως δύναται νὰ δώσῃ καὶ ἄρτον, ἢ νὰ ἑτοιμάσῃ τράπεζαν πλήρη ὀρεκτικῶν φαγητῶν χάριν τοῦ λαοῦ του;
- 21
διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν ᾿Ιακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν ᾿Ισραήλ,
Διὰ τὰς ἀσεβεῖς καὶ αὐθάδεις αὐτὰς κατηγορίας καὶ προκλήσεις, ὅταν ἤκουσε ταύτας ὁ Θεός, ἀνέβαλε νὰ εἰσαγάγῃ αὐτοὺς εἰς τὴν γῆν τῆς Ἀπαγγελίας· καὶ πῦρ ὀλέθριον ἤναψε κατὰ τῶν ἀπογόνων τοῦ Ἰακώβ, καὶ ὀργὴ σὰν ἄλλος καπνὸς ἀνέβη κατὰ τοῦ Ἰσραήλ.
- 22
ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
Καὶ ἐγένετο τοῦτο, διότι δὲν ἔδωκαν ἐμπιστοσύνην εἰς τὸν Θεόν, οὐδὲ ἤλπισαν εἰς τὴν σωτήριον βοήθειαν καὶ προστασίαν αὐτοῦ.
- 23
καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε
Ἀλλὰ καὶ πάλιν ἐμακροθύμησε καὶ ἔδωκεν ἐντολὴν εἰς τὰ σύννεφα, ποὺ ὑψοῦνται ὑπεράνω τῆς γῆς, καὶ ἤνοιξε τὰς θύρας τοῦ οὐρανοῦ.
- 24
καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
Καὶ ἔβρεξεν ὡς ἄλλην βροχὴν ἐπ’ αὐτῶν μάννα διὰ νὰ φάγουν, καὶ ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν εἰς αὐτούς.
- 25
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
Καὶ ὁ εὐτελὴς ἄνθρωπος ἔφαγεν ἄρτον παρεσκευασμένον ἀπὸ ἀγγέλους, ἄφθονον καὶ πλεονάζουσαν διατροφὴν ἀπέστειλεν εἰς αὐτούς.
- 26
ἀπῇρε Νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα
Καὶ ἐσήκωσεν ἐπάνω νότιον ἄνεμον ἐκ τοῦ οὐρανοῦ καὶ διὰ τῆς δυνάμεώς του ἐπέφερε λίβαν.
- 27
καὶ ἔβρεξεν ἐπ᾿ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά,
Καὶ ἔβρεξεν ἐπ’ αὐτῶν σὰν σύννεφον ἀπὸ σκόνην σάρκας ὀρτύγων καὶ σὰν ἄμμον τῆς θαλάσσης πτηνὰ πετούμενα.
- 28
καὶ ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,
Καὶ ἔπεσαν μὲ ὁρμὴν εἰς τὸ μέσον τοῦ στρατοπέδου τῶν τριγύρω ἀπὸ τὰς σκηνάς των, ὥστε χωρὶς κόπον καὶ προσπάθειαν νὰ συλλαμβάνωνται ταῦτα παρ’ αὐτῶν.
- 29
καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,
Καὶ ἔφαγον καὶ ἐγέμισαν αἱ κοιλίαι των πάρα πολύ, καὶ ὅ,τι εἶχαν ἐπιθυμήσει, τοὺς τὸ ἔφερε.
- 30
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν,
Δὲν ἐστερήθησαν ἐκεῖνο ποὺ ἐζήτησεν ἡ ἐπιθυμία των. Ἐνῷ ἀκόμη ἡ τροφὴ ἦτο εἰς τὸ στόμα των καὶ τὴν ἐμάσων
- 31
καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾿ αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ ᾿Ισραὴλ συνεπόδισεν.
καὶ ὀργὴ Θεοῦ, νόσος μολυσματικὴ καὶ λοιμώδης ἐπέπεσεν ἐπ' αὐτῶν καὶ ἐθανάτωσε πλείστους ἐξ αὐτῶν καὶ τοὺς ἐκλεκτοὺς καὶ ἀκμαίους τοῦ Ἰσραὴλ τοὺς ἔρριψε κάτω νεκρούς.
- 32
ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ,
Παρ’ ὅλας τὰς παιδαγωγικὰς ταύτας μάστιγας τοῦ Θεοῦ, ἐξηκολούθησαν ἀκόμη νὰ ἁμαρτάνουν καὶ δὲν ἐπίστευσαν πραγματικῶς εἰς τὰ θαυμαστὰ καὶ ὑπερφυσικά του ἔργα, ὥστε διδασκόμενοι ἐξ αὐτῶν νὰ στηρίξουν ὁλόκληρον τὴν ἐμπιστοσύνην των εἰς αὐτόν.
- 33
καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
Καὶ ἐπέρασαν ματαίως καὶ χωρὶς καρπὸν ἀρετῆς αἱ ἡμέραι των, αἱ ὁποῖαι ἐχάνοντο εἰς ἀπατηλὰς ἐπιδιώξεις, καὶ τὰ ἔτη των ἔφυγαν γρήγορα, χωρὶς τίποτε τὸ σοβαρὸν νὰ ἀποκομίσουν κατ' αὐτά.
- 34
ὅταν ἀπέκτειναν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν
Ὅταν ὁ Κύριος τοὺς παρέδιδεν εἰς θάνατον, τότε ὑπὸ τὸ κράτος τοῦ φόβου ἐζήτουν αὐτὸν καὶ ἐπέστρεφον εἰς αὐτὸν ἀπὸ τὸν στραβὸν καὶ ἁμαρτωλὸν δρόμον, τὸν ὁποῖον ἐβάδιζον. Καὶ ἀπὸ βαθέος ἄρθρου κατέφευγον πρὸς τὸν Θεόν.
- 35
καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι καὶ ὁ Θεὸς ὁ ῞Υψιστος λυτρωτὴς αὐτῶν ἐστι.
Καὶ μόλις τότε ἐνεθυμοῦντο πρὸς στιγμήν, ὅτι ὁ Θεὸς εἶναι βοηθός των καὶ ὁ Θεὸς ὁ Ὕψιστος εἶναι ὁ λυτρωτὴς καὶ ἐλευθερωτής των.
- 36
καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ,
Καὶ ἠγάπησαν αὐτὸν μόνον μὲ τὸ στόμα των καὶ μὲ τὴν γλῶσσαν των ἐψεύσθησαν εἰς αὐτὸν μὲ λόγους καὶ ἐκδηλώσεις ἀνειλικρινοῦς ἀγάπης πρὸς αὐτόν.
- 37
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾿ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
Πλὴν ἡ καρδία των δὲν ἦτο εἰλικρινὴς καὶ εὐθεῖα μαζί του, οὔτε ἐξεπλήρουν πιστῶς καὶ τιμίως τὰς ἐκ τῆς μετ’ αὐτοῦ διαθήκης ὑποχρεώσεις των.
- 38
αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
Αὐτὸς ὅμως εἶναι οἰκτίρμων καὶ δεικνύεται ἵλεως καὶ ἐλεήμων εἰς τὰς ἁμαρτίας των καὶ εἰς πλῆθος πολὺ περιπτώσεων ἀπέστρεψε καὶ ἀπεμάκρυνε τὸν θυμόν του καὶ δὲν ἀφῆκε νὰ ἀνάψῃ κατ’ αὐτῶν ὅλη ἡ ὀργή του. (Ἐνταύθα ὡς καὶ ἀλλαχοῦ <ἐνήλλακται διόλου ὁ χρόνος ἀντὶ τοῦ ἰλάσατο καὶ οὐ διέφθειρε καὶ ἀπέστρεψε> (Θεόδωρος Μοψουεστίας).
- 39
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
Καὶ ἐνεθυμήθη, ὅτι οἱ πταῖσται εἶναι ἀδύνατοι καὶ φθαρταὶ σάρκες, φύσημα περαστικὸν ἀνέμου, τὸ ὁποῖον ἅπαξ διαβῇ, δὲν ἐπιστρέφει πλέον.
- 40
ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
Πόσας φορὰς τὸν ἐπίκραναν εἰς τὴν ἔρημον; Πόσας φορὰς τὸν παρώργισαν εἰς χώραν ποὺ δὲν ὑπῆρχεν οὔτε μία σταγὼν νεροῦ;
- 41
καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν καὶ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ παρώξυναν.
Καὶ ἐπέστρεψαν πάλιν εἰς τὴν ὁδὸν τῆς ἀποστασίας καὶ ἀπιστίας των καὶ ὑπέβαλαν εἰς δοκιμασίαν καὶ πειρασμὸν τὸν Θεὸν καὶ Ἅγιον, ὁ ὁποῖος ἀπεχθάνεται τὸ κακὸν καὶ τιμωρεῖ αὐτό, τὸν Ἅγιον, ποὺ λατρεύεται ἀπὸ τοὺς γνησίους Ἰσραηλίτας, ἐκίνησαν εἰς ὀργὴν καὶ ἀγανάκτησιν.
- 42
καὶ οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,
Καὶ δὲν ἐνεθυμήθησαν τὴν παντοδύναμον χεῖρα του· ἐλησμόνησαν καὶ δὲν ἐνεθυμήθησαν τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν ἠλευθέρωσεν αὐτοὺς ἀπὸ τὰς χεῖρας τοῦ ἐχθροῦ ποὺ τοὺς κατεπίεζε.
- 43
ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.
Δὲν ἐνεθυμήθησαν πῶς καὶ μὲ ποῖον τρόπον συνετέλεσεν εἰς τὴν Αἴγυπτον τὰ ἀποδεικτικὰ καὶ τὴν δύναμιν αὐτοῦ καταδεικνύοντα σημεῖα του καὶ τὰ κατάπληξιν καὶ τρόμον ἐμποιήσαντα θαύματά του, ὅσα ἐποίησεν εἰς τὴν πεδιάδα τῆς πόλεως Τάνεως.
- 44
καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν·
Καὶ μετέβαλεν εἰς αἷμα τοὺς ποταμούς των καὶ τὰ εἰς δεξαμενὰς βρόχινα ὕδατά των, διὰ νὰ μὴ ἔχουν νὰ πιοῦν.
- 45
ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς·
Ἐξαπέστειλεν εἰς αὐτοὺς ἐπιθετικὴν καὶ ἀγρίαν μυῖαν καὶ τοὺς κατέφαγε, καὶ πλῆθος βατράχων, ἀπὸ τοὺς ὁποίους τοὺς μετεδόθησαν φθοροποιοὶ καὶ θανατηφόροι μολύνσεις.
- 46
καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
Καὶ ἔδωκε τοὺς καρποὺς τῶν ἀγρῶν των εἰς τὴν καταστρέφουσαν τὸν σῖτον νόσον τῆς ἐρυσίβης, καὶ τοὺς κόπους καὶ τὴν καλλιέργειάν των παρέδωκεν εἰς τὰ σύννεφα τῶν ἀκρίδων.
- 47
ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
Κατεξήρανε τὰς ἀμπέλους των μὲ χάλαζαν, καὶ τὰς συκαμινέας των μὲ πάχνην.
- 48
καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί·
Καὶ παρέδωκεν εἰς καταστρεπτικὴν χάλαζαν τὰ ζῶα των καὶ κάθε τι ποὺ κατεῖχον, ὁλόκληρον τὴν ἰδιοκτησίαν των, εἰς τὸ πῦρ τῶν κεραυνῶν.
- 49
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν.
Ἐξαπέλυσε κατ’ αὐτῶν ἀσυγκράτητον τὴν ὀργὴν τῆς ἀγανακτήσεώς του, θυμὸν καὶ ὀργὴν καὶ τὰ ἐξ αὐτῶν κακὰ καὶ δεινά, τὰ ὁποῖα τοὺς ἀπέστειλε δι’ ἀγγέλων ὀλοθρευτῶν καὶ τιμωρῶν.
- 50
ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ καὶ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε
Ἤνοιξε δρόμον καὶ ἐλευθέραν διέξοδον εἰς τὴν ὀργήν του καὶ δὲν ἐφείσθη ἀπὸ τοῦ νὰ παραδώσῃ εἰς τὸν θάνατον τὰς ζωάς των καὶ τὰ κτήνη των τὰ ἔκλεισεν ὅλα μαζὶ εἰς τὸν θάνατον.
- 51
καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ,
Καὶ ἐπάταξε διὰ θανάτου πᾶν πρωτότοκον ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου, ἀπαρχὴν τῶν ὠδίνων καὶ τῶν πόνων τῆς τεκνοποιΐας των εἰς τὰς κατοικίας καὶ τὰς κατασκηνώσεις τῆς Αἰγύπτου, ποὺ κατῳκήθη ὑπὸ τῶν ἀπογόνων τοῦ Χάμ.
- 52
καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ
Καὶ ἐσήκωσεν ἀπὸ τὴν Αἴγυπτον τὸν λαόν του, ὅπως ὁ ποιμὴν τὰ πρόβατα, καὶ ἀνέβασεν αὐτοὺς ὡς ποιμὴν εἰς τὴν ἔρημον.
- 53
καὶ ὡδήγησεν αὐτοὺς ἐπ᾿ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.
Καὶ τοὺς ὠδήγησε γεμάτους θάρρος καὶ ἐλπίδα, καὶ δὲν ἐδειλίασαν, καὶ τοὺς ἐχθρούς των τοὺς ἐσκέπασεν ἡ Ἐρυθρὰ θάλασσα.
- 54
καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ,
Καὶ τοὺς εἰσήγαγεν εἰς τὴν χώραν, ἐν τῇ ὁποίᾳ ὑψοῦται τὸ ὄρος Σιὼν τὸ ἁγιασθὲν πρὸς λατρείαν αὐτοῦ, τὸ ὄρος αὐτό, τὸ ὁποῖον κατέκτησεν ἡ δεξιά του.
- 55
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ ᾿Ισραήλ.
Καὶ ἐξεδίωξεν ἀπ’ ἐμπρός των ἐκ τῆς χώρας αὐτῆς τοὺς ἐκεῖ κατοικοῦντας εἰδωλολατρικοὺς λαοὺς καὶ τοὺς τὴν ἐχάρισεν ὡς κλῆρον, διὰ σχοινίου καταμετρήσεως διαμοιράσας αὐτὴν εἰς μερίδια, καὶ ἐγκατέστησεν εἰς τὰς σκηνὰς καὶ τὰς κατοικίας τῶν λαῶν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.
- 56
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ῞Υψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο
Καὶ ἐπείραξαν μὲ τὰς ἀσεβεῖς των προκλήσεις τὸν Θεὸν καὶ ἐπίκραναν αὐτὸν καὶ τὰς ρητὰς καὶ μεμαρτυρημένας ἐντολάς του δὲν ἐφύλαξαν.
- 57
καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλὸν
Καὶ ὠπισθοδρόμησαν πρὸς τὸ κακὸν καὶ παρέβησαν τὰς ἐντολάς του, ὅπως καὶ οἱ πρόγονοί των, μετεβλήθησαν εἰς τόξον στρεβλὸν ποὺ δὲν εὐθυβολεῖ. Οὕτω καὶ ἡ διάνοιά των ἀστοχοῦσα μακρὰν τοῦ Κυρίου, οὔτε τὰς θείας εὐεργεσίας ἐχρησιμοποίει εἰς καλόν, οὔτε σκέψεις εὐθείας καὶ ἀγαθὰς διελογίζετο.
- 58
καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
Καὶ προεκάλεσαν τὴν ὀργήν του μὲ τοὺς εἰδωλολατρικοὺς βωμούς των, ποὺ ἔστησαν ἐπὶ τῶν κορυφῶν τῶν βουνῶν, καὶ ἐξήγειραν τὴν ζήλειαν του μὲ τὴν λατρείαν, ποὺ προσέφερον εἰς τὰ γλυπτὰ εἴδωλά των.
- 59
ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε καὶ ἐξουδένωσε σφόδρα τὸν ᾿Ισραήλ.
Ἤκουσεν ὁ Θεὸς τὰς ὀργιαστικὰς λατρείας των, τὰς ὁποίας ἐτέλουν εἰς τὰ βουνά των, καὶ ἀπέστρεψε τὰ βλέμματά του διὰ νὰ μὴ τοὺς βλέπῃ καὶ παρέδωκεν εἰς μεγάλην καταφρόνησιν καὶ εἰς ἐσχάτην ταπείνωσιν τὸν Ἰσραήλ.
- 60
καὶ ἀπώσατο τὴν σκηνὴν Σιλώμ, σκήνωμα, ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.
Καὶ ἀπώθησε τὴν σκηνήν, ποὺ εἶχε στήθη εἰς Σηλώμ, παραχωρήσας νὰ ἁρπαγῇ ἀπὸ τοὺς εἰδωλολάτρας ἡ ἱερὰ κιβωτὸς καὶ ἐγκατέλιπε τὸ ἱερὸν ἐκεῖνο σκήνωμα, ὅπου ἐπὶ τῆς ἐποχῆς τῶν Κριτῶν κατῴκησεν ὁ Θεὸς ἐν μέσῳ τῶν ἀνθρώπων.
- 61
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθρῶν
Καὶ παρέδωκε λάφυρον αἰχμαλωσίας εἰἲς τοὺς Φιλισταίους τὴν κιβωτόν, ποὺ ἀπετέλει τὴν προστατευτικὴν δύναμίν των, καὶ τὸ λαμπρὸν τοῦτο ἐγκαλλώπισμά των ἀφῆκε νὰ πέσῃ εἰς τὰς ἐχθρικὰς χεῖρας.
- 62
καὶ συνέκλεισεν ἐν ρομφαίᾳ τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε.
Καὶ ἐπέτρεψε να περικυκλωθῇ ὅλος μαζὶ καὶ να κατασφαγῇ ὁ λαός του καὶ δὲν ἔρριψεν οὔτε ἓν βλέμμα εἰς τὴν κληρονομίαν του διὰ νὰ προστατεύσῃ αὐτήν.
- 63
τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν·
Τὰ νεαρὰ παιδιά των κατέφαγε τὸ πῦρ τοῦ πολέμου, καὶ τὰς κόρας των, ὅταν τὰς ἔσυρον αἰχμαλώτους, δὲν εὑρέθη κανεὶς νὰ τὰς πενθήσῃ κλαίων τὴν δυστυχίαν των, διότι καὶ ἀδελφοὶ καὶ πατέρες εἶχον θανατωθῆ καὶ ἑξανδραποδισθῆ.
- 64
οἱ ἱερεῖς αὐτῶν ἐν ρομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται.
Οἱ ἱερεῖς των ἔπεσαν νεκροὶ ὑπὸ τὰ πλήγματα τῆς σπάθης, καὶ τὰς ἐκ τῆς σφαγῆς καὶ τοῦ θανάτου τῶν ἀνδρῶν των χήρας δὲν εὑρέθη κανεὶς νὰ τὰς κλαύσῃ.
- 65
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου,
Ἀλλ’ ὁ Θεὸς καὶ πάλιν οἰκτειρεῖ τὸν λαόν του. Καὶ μετὰ μακρὰν σιγὴν ἐξηγέρθη ὁ Κύριος, ὅπως σηκώνεταί τις ἀπὸ ὕπνον, ὡς γίγας τις ἰσχυρός, ὁ ὁποῖος εἶχε μεθύσει ἀπὸ πολὺν οἶνον καὶ μετὰ τὸν ὕπνον παρῆλθεν ἡ ζάλη αὐτοῦ.
- 66
καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
Καὶ ἐπάταξε τοὺς ἐχθρούς του ἀναγκάσας τούτους εἰς ὀπισθοχώρησιν καὶ φυγήν, καταισχύνην καὶ ἀτιμωτικὴν ἧτταν παντοτεινὴν ἐπέφερεν εἰς αὐτούς.
- 67
καὶ ἀπώσατο τὸ σκήνωμα ᾿Ιωσὴφ καὶ τὴν φυλὴν ᾿Εφραὶμ οὐκ ἐξελέξατο·
Συγχρόνως ὅμως ἐκ τῶν δώδεκα φυλῶν ἀπέρριψε καὶ ἀπεδοκίμασε τὰς κατασκηνώσεις τῶν ἀπογόνων τοῦ Ἰωσὴφ καὶ τὴν φυλὴν τοῦ Ἐφραὶμ δὲν ἐξέλεξε.
- 68
καὶ ἐξελέξατο τὴν φυλὴν ᾿Ιούδα, τὸ ὄρος τὸ Σιών, ὃ ἠγάπησε,
Καὶ ἐξέλεξε τὴν φυλὴν τοῦ Ἰούδα, τὸ ὄρος τὸ Σιών, τὸ ὁποῖον ἠγάπησε.
- 69
καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Καὶ ᾠκοδόμησε ἐπ τοῦ ὄρους τούτου τὸ μοναδικὸν ἅγιον θυσιαστήριόν του, περίβλεπτον καὶ ἀδιάσειστον ὡς ἰσχυρότατον κέρας ζώου τρομεροῦ ποὺ ἔχει ἓν μόνον κέρατον, εἰς τὸ ὁποῖον συγκεντρώνεται ἡ ὅλη δύναμίς του, καὶ τὸ ἐθεμελίωσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅπως ἐθεμελίωσε καὶ ταύτην εἰς τὸν αἰῶνα ἀδιάσειστον.
- 70
καὶ ἐξελέξατο Δαυΐδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων,
Καὶ ἐξέλεξε τὸν Δαβίδ, τὸν ταπεινὸν δοῦλον του καὶ τὸν ἐπῆρεν ἀπὸ τὰ ποίμνια τῶν προβάτων·
- 71
ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν ποιμαίνειν ᾿Ιακὼβ τὸν δοῦλον αὐτοῦ καὶ ᾿Ισραὴλ τὴν κληρονομίαν αὐτοῦ
τὸν ἐπῆρεν, ἐνῷ ἠκολούθει ὀπίσω ἀπὸ τὰ ἐτοιμόγεννα πρόβατα, διὰ νὰ ποιμαίνῃ καὶ κυβερνᾷ τὸν λαὸν Ἰακὼβ τοὺς δούλους του, καὶ τὸν Ἰσραήλ, ὅστις ἦτο ἡ κληρονομία του.
- 72
καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.
Καὶ ἐποίμανεν αὐτοὺς μὲ ἄκακον καὶ ἄδολον καρδίαν καὶ μὲ τὰ πλήρη συνέσεως ἔργα τῶν χειρῶν του ἀνεδείχθη καθοδηγὸς αὐτῶν.
