Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 76

21 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    Εἰς τὸ τέλος, ὑπὲρ ᾿Ιδιθούν· ψαλμὸς τῷ ᾿Ασάφ.

  2. 2

    (Μασ. 77) ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.

    Υψωσα τὴν φωνήν μου πρὸς τὸν Κύριον καὶ ἔκραξα πρὸς αὐτόν, ἐπεκαλέσθην μετὰ φωνῆς ἰσχυρᾶς τὸν Θεὸν καὶ δὲν ἐκώφευσεν, ἀλλ’ ἔδωκε προσοχὴν εἰς τὴν δέησίν μου!

  3. 3

    ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.

    Κατὰ τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν κατειχόμην ὑπὸ θλίψεως, μὲ πόθον πολὺν ἐζήτησα τὸν Θεόν, μὲ ἐκτεταμένας πρὸς αὐτὸν τὰς χεῖρας μου κατὰ τὴν νύκτα τὸν ἐπεκαλέσθην καὶ δὲν ἠπατήθην, οὔτε διεψεύσθησαν αἱ πρὸς αὐτὸν ἐλπίδες μου· λόγῳ τῆς πολλῆς μου θλίψεως ἀπεστρέφετο πᾶσαν παρηγορίαν καὶ ἠρνεῖτο ἐπιμόνως ἔστω καὶ ἐπὶ μικρὸν νὰ παρηγορηθῇ ἡ ψυχή μου.

  4. 4

    ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (διάψαλμα).

    Ἐνεθυμήθην τὸν Θεὸν καὶ συλλογιζόμενος, ὅτι εἶναι μέγας ὁ Κύριος καὶ δυνατὸν νὰ λύσῃ τὰς συμφοράς μου, ηὐφράνθην. Ὁσάκις ὅμως συνεκέντρωσα τὴν σκέψιν μου καὶ ἐμελέτησα καθ’ ἑαυτὸν ἐπὶ τῶν δοκιμασιῶν τοῦ βίου, ὠλιγοψύχησε τὸ πνεῦμα μου καὶ ἐμελαγχόλησα.

  5. 5

    προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.

    Παρέμεινα ἄγρυπνος καθ’ ὅλην τὴν νύκτα καὶ προέλαβον ἄγρυπνοι οἱ ὀφθαλμοί μου τὰς ὥρας τῶν διαφόρων φυλακῶν τῆς νυκτός, κατὰ τὰς ὁποίας ἔρχεται τὸ ἓν φυλάκων τῶν στρατιωτῶν νὰ ἀντικαταστήσῃ τὸ ἄλλο· κατελήφθην ὑπὸ ταραχῆς καὶ παρέμεινα σιωπηλός.

  6. 6

    διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·

    Διελογίσθην παλαιὰς ἐνδόξους ἡμέρας, ὅτε θριαμβευτικῶς ἠλευθερώθη ὁ Ἰσραὴλ διὰ τοῦ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐνεθυμήθην ἔτη πρὸ πολλοῦ περασμένα καὶ πολὺ ἀρχαῖα καὶ ἀπερροφήθην ἀπὸ τὴν μελέτην καὶ θεωρίαν αὐτῶν.

  7. 7

    νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου.

    Κατὰ τὴν διάρκειαν τῆς νυκτὸς παρεδόθην μὲ τὸ ἐσωτερικόν μου εἰς ρεμβασμοὺς καὶ σκέψεις, καὶ ἐσκάλιζε τὸ πνεῦμα μου δι’ ἐρεύνης καὶ μελέτης βαθείας.

  8. 8

    μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

    Καὶ εἶπα· μήπως διὰ παντὸς καὶ αἰωνίως θὰ μᾶς ἀπωθῇ ὁ Κύριος καὶ δὲν θὰ προσθέσῃ καὶ νέας ἀκόμη ἐκδηλώσεις τῆς πρὸς ἡμᾶς εὐμενείας καὶ εὐαρεσκείας του;

  9. 9

    ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ρῆμα ἀπὸ γενεᾶς εἰς γενεάν;

    Ἢ μήπως θὰ ἀποκόψῃ τελειωτικῶς καὶ ὁριστικῶς τὴν πρὸς ἡμᾶς ἔκχυσιν τοῦ ἐλέους του; Ἠκύρωσε λοιπὸν καὶ περιώρισε τὸ ρῆμα τῆς ὑποσχέσεώς του καὶ διαθήκης του εἰς τὸ χρονικὸν διάστημα, ποὺ ἐπέρασεν ἀπὸ τὴν γενεὰν ἐκείνην ἕως τὴν σημερινὴν γενεάν, ὥστε νὰ παύσωμεν πλέον νὰ εἴμεθα ὁ ἐκλεκτὸς καὶ προστατευόμενος ὑπ’ αὐτοῦ λαός του;

  10. 10

    μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα).

    Μήπως θὰ λησμονήση ὁ Θεὸς νὰ μᾶς εὐσπλαγχνισθῇ καὶ νὰ δείξῃ πρὸς ἡμᾶς τοὺς οἰκτιρμούς του; Ἢ ἕνεκα τῆς ὀργῆς του θὰ συμπνίξῃ καὶ θὰ συγκρατήσῃ τοὺς οἰκτιρμούς του;

  11. 11

    καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου.

    Καὶ εἶπα· Τώρα ἤρχισα να ἐννοῶ. Αὐτὴ ἡ ἀλλοίωσις καὶ μεταβολή, τὴν ὁποίαν ὑπέστη τὸ ἔθνος μου, εἶναι ἔργον τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ ἐγένετο πρὸς τὸ καλόν μας.

  12. 12

    ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου

    Ἐνεθυμήθην τὰ ἔργα τοῦ Κυρίου. Διότι θὰ ἐνθυμηθῶ τὰ θαυμάσιά σου ἐξ ἀρχῆς.

  13. 13

    καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.

    Καὶ θὰ μελετήσω ἐν ἐκτάσει ὅλα τὰ ἔργα σου καὶ θὰ ἐμβαθυύνω σκεπτόμενος καὶ μελετῶν ὅλας τὰς θαυμαστὰς ἐπινοήσεις τῆς ἀγαθότητός σου καὶ τὰ σοφὰ κατορθώματά σου.

  14. 14

    ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;

    Ὦ Θεέ, μὲ ἁγιότητα συμπεριφέρεσαι καὶ ἅγια εἶναι ἡ διαγωγή σου καὶ ἐν ἁγιότητι κυβερνᾷς· ποῖος ἄλλος θεὸς εἶναι μεγάλος ὅπως ὁ Θεός μας;

  15. 15

    σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·

    Σὺ εἶσαι ὁ μόνος Θεός, ὁ ὁποῖος ποιεῖς θαυμάσια καὶ καταπληκτικὰ ἔργα· κατέστησας περιφανῶς γνωστὴν ἐν μέσῳ τῶν λαῶν τὴν δύναμίν σου.

  16. 16

    ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς ᾿Ιακὼβ καὶ ᾿Ιωσήφ. (διάψαλμα).

    Ἀπηλευθέρωσας ἐκ τῆς δουλείας διὰ τῆς ἀκαταγωνίστου δυνάμεώς σου τὸν λαόν σου, τοὺς ἀπογόνους τοῦ Ἰακὼβ καὶ τοῦ Ἰωσήφ.

  17. 17

    εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι,

    Σὲ εἶδαν τὰ ὕδατα τῆς Ἐρυθρᾶς θαλάσσης, ὦ Θεέ. Σὲ εἶδαν τὰ ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν τὰ κατώτατα βάθη τῆς θαλάσσης, μέγας καὶ πολὺς ἦχος ὑδάτων ἠκούετο, ὅτε ἡ θάλασσα ἐσχίζετο εἰς τὰ δύο· καὶ ὡς τείχη ὑψοῦντο τὰ ὕδατα αὐτῆς, διὰ νὰ διαβῇ ἐν μέσῳ αὐτῶν ὁ λαός σου.

  18. 18

    πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·

    Βροντὰς ἐξαπέλυσαν αἱ νεφέλαι. Καὶ δὲν ἦτο δυνατὸν νὰ γίνῃ ἄλλως, διότι τὰ βέλη τῶν ἀστραπῶν σου διέσχιζον αὐτάς.

  19. 19

    φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.

    Ἡ βροντερὰ φωνή σου ἀντήχει ἐν τῷ ἀνεμοστροβίλῳ, εἰς τὸν ὁποῖον ἡ βιαία κίνησις τοῦ ἀνέμου ἐδημιούργει ἀσυγκράτητον καὶ τὰ πάντα παρασύροντα τροχόν. Αἱ ἀστραπαί σου κατ’ἐκείνην τὴν ὥραν ἐφώτισαν καὶ ἔλαμψαν καθ’ ἅπασαν τὴν οἰκουμένην· ἐσαλεύθη καὶ ἔντρομος ἐγένετο ἡ γῆ.

  20. 20

    ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

    Αἱ ὁδοί σου ἦσαν ἐν τῇ θαλάσσῃ, ἐπὶ τῆς ὁποίας περιεπάτεις ἀνεμπόδιστα σὰν νὰ ἦτο ξηρά, καὶ οἱ δρόμοι, ἐπὶ τῶν ὁποίων ἐβάδιζες, ἦσαν ἐπάνω εἰς ὕδατα πολλά· δὲν ἀφῆκες κανὲν σημεῖον τῆς διαβάσεώς σου, ἀλλὰ τὰ ἴχνη σου παρέμειναν ἄγνωστα, ὅπως καὶ τὰ ἴχνη τοῦ διασχίζοντος τὰς θαλάσσας πλοίου. Σὺ ἐποίεις τὰ θαυμαστὰ ἐκεῖνα παρὼν καὶ ἐνεργῶν ἀοράτως, χωρὶς νὰ βλέπεσαι διὰ τῶν σωματικῶν ὀφθαλμῶν, διότι ἡ φύσις σου εἶναι ἀσώματος καὶ αἱ θαυμασταὶ ἐνέργειαί σου ἀόρατοι καὶ ἀνεξιχνίαστοι.

  21. 21

    ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ᾿Ααρών.

    Ὡς ποιμὴν ἀδυνάτων καὶ εὐκόλως ἀποπλανωμένων προβάτων ὠδήγησας ἀσφαλῶς καὶ ἀκινδύνως τὸν λαόν σου διὰ χειρὸς τοῦ Μωϋσέως καὶ τοῦ Ἀαρών.