Ψαλμός 75
- 1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ ᾿Ασάφ, ᾠδὴ πρὸς τὸν ᾿Ασσύριον.
- 2
(Μασ. 76) ΓΝΩΣΤΟΣ ἐν τῇ ᾿Ιουδαίᾳ ὁ Θεός, ἐν τῷ ᾿Ισραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Απεκαλύφθη καὶ γνωστὸς ἐγένετο τῇ Ἰουδαίᾳ ὁ Θεὸς διὰ τῆς θαυμαστῆς προστασίας τοῦ λαοῦ του, μέγα καὶ ὑμνητὸν κατέστησε τὸ ὄνομά του ἐν μέσῳ τοῦ Ἰσραήλ.
- 3
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·
Καὶ ἐν Σαλήμ, τῇ εἰρηνικῇ πόλει τῆς Ἱερουσαλήμ, ἐξελέγη ὑπ’ αὐτοῦ ὁ τόπος τῆς διαμονῆς του καὶ τὸ κατοικητήριόν του ἐν Σιών.
- 4
ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ρομφαίαν καὶ πόλεμον. (διάψαλμα).
Ἐκεῖ συνέτριψε τὰ κραταιὰ τόξα καὶ τὰς μακρὰς ἀσπίδας καὶ τὰ ξίφη καὶ τὰς πολεμικὰς ἐπιχειρήσεις τῶν Ἀσσυρίων.
- 5
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·
Ἀπὸ τὰ αἰώνια καὶ ἀγήραστα βουνά μας φωτίζεις σύ, ὡς ἥλιος πανθαύμαστος καὶ γεμίζεις ὅλα μὲ τὸ φῶς τῆς χαρᾶς καὶ τῆς ἐλπίδος.
- 6
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
Κατελήφθησαν ἀπὸ ταραχὴν ὅλοι οἱ ἀσύνετοι κατὰ τὴν καρδίαν· εὐθὺς ὡς ἐπεφάνης λυτρωτής μας ἀπὸ τοὺς κινδύνους καὶ τὰ λυπηρά, αὐτοὶ κατελήφθησαν πρὸ τῶν τειχῶν τῆς Ἱερουσαλὴμ ἀπὸ τὸν βαρὺν ὕπνον τῶν καὶ ἐπειδὴ τότε ἐλάβομεν ἡμεῖς καιρὸν νὰ τοὺς λαφυραγωγήσωμεν, ὅλοι οἱ ἄνδρες τοῦ πλούτου καὶ τῆς ἰσχύος, οἱ περὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, δὲν εὗρον τίποτε εἰς τὰς χεῖρας των, διότι τὰ ἔχασαν ὅλα.
- 7
ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς ᾿Ιακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.
Μὲ τὴν ἁπλῆν ἐπίπληξιν καὶ ἐπιτίμησίν σου, ὦ Θεὲ τοῦ Ἰακώβ, ἐνύσταξαν καὶ κατελήφθησαν ἀπὸ νάρκην αὐτοί, ποὺ εἶχον ἐπιβῆ ἐπὶ τῶν ἵππων, καὶ ἤλπιζον ὅτι διὰ τοῦ ἱππικοῦ των θὰ κατασυνέτριβον τὰ πάντα.
- 8
σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου.
Σὺ εἶσαι φοβερός· καὶ ποῖος δύναται νὰ σοῦ ἀντισταθῇ, ὅταν ἐκραγῇ ἡ ὀργή σου;
- 9
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν
Ἀπὸ τὸν οὐρανὸν κατέστησας ἀκουστὴν τὴν καταδικαστικήν σου ἀπόφασιν· ἡ γῆ μὲ ὅλους τοὺς κατοίκους της ἐφοβήθη, καὶ ἐπεκράτησεν ἀμέσως σιγὴ καὶ ἡσυχία ἵνα ἀκούσουν τὴν θείαν ἐτυμηγορίαν,
- 10
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. (διάψαλμα).
ὅταν ἠγέρθη διὰ νὰ δικάσῃ ὁ Θεός, διὰ νὰ σώσῃ ὅλους τοὺς φιλησύχους καὶ πράους τῆς γῆς.
- 11
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
Κανεὶς τότε δὲν θὰ τολμήσῃ νὰ ἀνοίξῃ τὸ στόμα του. Διότι τὰ σχέδια καὶ αἱ ἐνθυμήσεις παντὸς ἀνθρώπου καὶ αὐταὶ ἀκόμη αἱ κακαί, θὰ ἔχουν στραφῇ ὑπὸ τῆς πανσοφίας σου πρὸς ὑπηρεσίαν τῶν βουλῶν σου καὶ θὰ μετατραποῦν πρὸς δοξολογίαν σου, καὶ ὅ,τι ἀπομείνῃ ὡς λείψανον ἀπὸ τὰς σκέψεις καὶ ἐνθυμήσεις ταύτας, θὰ ἀποβῇ εἰς ἐορτασμὸν καὶ ἐξύμνησίν σου.
- 12
εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα
Ποιήσατε εὐχὰς καὶ ταξίματα καὶ ἀποδώσατε ταύτας ὡς χρέος ὀφειλόμενον εἰς τὸν Κύριον τὸν Θεόν μας. Πάντες οἱ κυκλοῦντες αὐτὸν λαοὶ θὰ φέρουν δῶρα διὰ νὰ τὸν ἐξευμενίσουν·
- 13
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
θὰ φέρουν δῶρα εἰς τὸν φοβερὸν καὶ ἀφαιροῦντα χωρὶς δυσκολίαν τινὰ τὰ φυσήματα καὶ τὰς ζωὰς τῶν ἀρχόντων καὶ ἰσχυρῶν, τὸν φοβερὸν εἰς τοὺς βασιλεῖς τῆς γῆς.
