Ψαλμός 71
- 1
(Μασ. 72) Ο ΘΕΟΣ, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως
Δῶσε, ὦ Θεέ μου, εἰς τὸν βασιλέα τὴν ἱκανότητα νὰ κρίνῃ καὶ νὰ δικάζῃ σύμφωνα πρὸς τὸν νόμον σου καὶ τὸν υἱὸν τοῦ βασιλέως ἀνάδειξέ τον δίκαιον, ὅπως εἶσαι σύ,
- 2
κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.
διὰ νὰ κρίνῃ καὶ δικάζῃ τὸν λαόν σου μετὰ δικαιοσύνης, καὶ τοὺς πτωχοὺς οἵτινες ἐν ταπεινώσει ἐλπίζουν εἰς σέ, νὰ τοὺς κρίνῃ μὲ εὐθεῖαν σκέψιν καὶ κρίσιν.
- 3
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην.
Ὑπὸ τὴν εἰρηνικὴν καὶ ἀπροσωπόληπτον βασιλείαν του ἂς ἀναλάβουν καὶ ἂς καρποφορήσουν τὰ ὅρη εἰρήνην ὑπὲρ τοῦ λαοῦ σου καὶ τὰ βουνὰ δικαιοσύνην, ἵνα οὕτως ἀπολαύσῃ ἡσυχίαν καὶ ἀσφάλειαν ὁλόκληρος ἡ χώρα ἡ ὑπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν ὑπονοουμένη.
- 4
κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην
Θὰ κρίνῃ ὁ προτυπούμενος ὑπὸ το υἱοῦ τοῦ βασιλέως Μεσσίας ἀπροσωπολήπτως καὶ δικαίως τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ θὰ σώσῃ τὰ τέκνα αὐτῶν ποὺ διατελοῦν εις ἀνάγκας καὶ εἰς ἀθλιότητα, καὶ θὰ ταπεινώσῃ κάθε ψευδολόγον καὶ ἐκβιαστήν.
- 5
καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
Καὶ θὰ συμπαραμείνῃ ζῶν καὶ βασιλεύων αἰωνίως, ὅπως ὁ ἥλιος, καὶ θὰ προηγῆται ἀπὸ τὴν σελήνην καὶ θὰ ὑπερέχῃ ἀπὸ αὐτὴν εἰς ἔνδοξον διάρκειαν καὶ κυριαρχίαν ἐπὶ γενεᾶς γενεῶν.
- 6
καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Θὰ καταβῇ ἐπὶ τῆς γῆς ἐμποτίζων αὐτὴν μὲ τὴν γλυκεῖαν καὶ ἐπιθυμητὴν δρόσον τῶν εὐλογιῶν, ὅπως ἡ βροχὴ ἐπὶ τοῦ μαλλίου ποὺ πρὸ ὀλίγου ἐκουρεύθη καὶ ἐτυλίχθη εἰς ποκάριον, τὸ ὁποῖον εὐθὺς ἀπορροφᾷ πᾶσαν ὑγρασίαν, καὶ ὅπως ἡ σταγὼν ποὺ πίπτει μία μία ἐπὶ τῆς γῆς καὶ αὐτοστιγμεῖ ἀπορροφάται ὑπ’ αὐτῆς.
- 7
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.
Ἐκ τῆς τοιαύτης δὲ πνευματικῆς ἀρδεύσεως θὰ ἀναβλαστήσῃ καὶ θὰ ἀνθήσῃ ἐπὶ τῶν ἡμερῶν του δικαιοσύνη καὶ εἰρήνη ἄφθονος καὶ βαθεῖα, μέχρις οὗ κατὰ τὴν συντέλειαν τοῦ κόσμου ἐκλείψῃ ἡ σελήνη.
- 8
καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
Καὶ θὰ κατακυριεύσῃ ὁλόκληρον τὴν γῆν ἀπὸ τὸν ἕνα ὠκεανὸν ἕως τὸν ἄλλον ὠκεανὸν καὶ ἀπὸ τῶν μεγάλων ποταμῶν μέχρις αὐτῶν τῶν ἐσχατιῶν τῆς οἰκουμένης.
- 9
ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.
Ἐνώπιόν του θὰ προσπέσουν, διὰ να τὸν προσκυνήσουν καὶ τοῦ προσφέρουν τὸν φόρον τῆς ὑποτελείας των καὶ αὐτοὶ οἱ ἄγριοι καὶ μαῦροι, καὶ οἱ ἐχθροί του θὰ κόψουν τὴν κεφαλήν των μέχρι τοῦ ἐδάφους καὶ θὰ γλείψουν διὰ τῆς γλώσσης χῶμα.
- 10
βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς ᾿Αράβων καὶ Σαβᾶ δῶρα προσάξουσι.
Οἱ βασιλεῖς τῆς Ἱσπανικῆς πόλεως Θαρσὶς καὶ αἱ κατὰ τὴν Μεσόγειον νῆσοι θὰ προσφέρουν εἰς αὐτὸν δῶρα ὡς φόρον ὑποτελείας, τὸ αὐτὸ δὲ θὰ πράξουν καὶ οἱ βασιλεῖς τῆς Εὐδαίμονος Ἀραβίας καὶ τῆς πρωτευούσης τῆς Αἰθιοπίας Σαβᾶ, ἡ ὁποία ὀνομάζεται καὶ Μερόπη.
- 11
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
Καὶ θὰ προσκυνήσουν αὐτὸν ὅλοι οἱ βασιλεῖς τῆς γῆς, ὅλα τὰ ἔθνη θὰ ὑποδουλωθοῦν εἰς αὐτόν.
- 12
ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός.
Διότι εἶναι ἤδη γεγονὸς τετελεσμένον, ὅτι θὰ γλυτώσῃ τὸν πτωχὸν ἀπὸ τὸν καταπιέζοντα αὐτὸν ἰσχυρόν, καθὼς καὶ τὸν ἄθλιον, ὁ ὁποῖος στερεῖται παντὸς βοηθοῦ.
- 13
φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει.
θὰ λυπηθῇ καὶ θὰ εὐσπλαγχνισθῇ τὸν πτωχὸν καὶ ἄθλιον καὶ θὰ σώσῃ τὴν ζωὴν τῶν στερουμένων παντὸς πόρου καὶ βοηθείας.
- 14
ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.
Θὰ γλυτώσῃ ἀπὸ τὴν τοκογλυφίαν καὶ ἀπὸ τὴν ἀδικίαν τὰς ψυχάς των καὶ θὰ εἶναι ἔντιμον καὶ προσκυνητὸν τὸ ὄνομά του εἰς αὐτούς.
- 15
καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ᾿Αραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.
Καὶ θὰ ζήσῃ καὶ θὰ δοθῇ εἰς αὐτὸν ὡς φόρος ὑποτελείας ἀπὸ τὸν χρυσὸν τῆς Ἀραβίας καὶ θὰ προσευχηθοῦν ὑπὲρ τῆς δόξης τοῦ ὀνόματός του ἀπαύστως, κατὰ πᾶσαν ἡμέραν θὰ τὸν εὐλογοῦν καὶ θὰ τὸν δοξολογοῦν.
- 16
ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾿ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
Σῖτος, ποὺ εἶναι τὸ στήριγμα τῆς ζωῆς τοῦ ἀνθρώπου, θὰ ὑπάρχῃ ἄφθονος εἰς τὴν γῆν, ἀκόμη καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων. Θὰ αὐξηθῇ ὁ καρπὸς τοῦ στηρίγματος τούτου τῆς ἀνθρωπίνης ζωῆς παραπάνω ἀπὸ τὸν πανύψηλον Λίβανον, καὶ ὡς ἄνθη θὰ ἀναθάλουν ἀπὸ τὰς πόλεις τὰ ἐν αὐταῖς γεννώμενα τέκνα δροσερὰ καὶ πολυάριθμα σὰν τὸν χόρτον τῆς γῆς.
- 17
ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
Θὰ εἶναι τὸ ὄνομά του ἔνδοξον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας· θὰ διαμένῃ αἰωνίως ἔνδοξον καὶ ἄσβεστον καὶ ὑπὲρ τὸν ἥλιον λαμπρὸν τὸ ὄνομά του. Καὶ δι’ αὐτοῦ θὰ ἀπολαύσουν τὰς εὐλογίας τοῦ οὐρανοῦ ὅλαι αἱ φυλαὶ τῆς γῆς, ὅλα τὰ ἔθνη θὰ τὸν ἐπευφημοῦν καὶ θὰ τὸν μακαρίζουν.
- 18
εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὁ ποιῶν θαυμάσια μόνος,
Εὐλογητὸς ὁ Κύριος, ὁ Θεὸς ὁ λατρευόμενος καὶ προσκυνούμενος ὑπὸ τοῦ Ἰσραήλ, ὅστις μόνος ἔχει τὴν δύναμιν νὰ ἐπιτελῆ θαυμάσια καὶ ἔργα καταπληκτικὰ
- 19
καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο. ᾿Εξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ ᾿Ιεσσαί.
καὶ ἂς εἶναι εὐλογημένον τὸ ἔνδοξον ὄνομά του καὶ τώρα καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνας ἀτελευτήτως. Καὶ ἂς πληρωθῇ ἀπὸ τὴν δόξαν του ὁλόκληρος ἡ γῆ, ἐξαγιαζομένη καὶ βασιλευομένη ὑπ' αὐτοῦ. Γένοιτο, γένοιτο.
