Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 70

24 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    (Μασ. 71) ΕΠΙ ΣΟΙ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

    Εἰς σέ, Κύριε, ἐστήριξα τὰς ἐλπίδας μου· εἴθε νὰ μὴ ἐντροπιασθῶ ποτέ, μένων ἀβοήθητος ἀπὸ σὲ καὶ βλέπων διαψευδομένας τὰς ἐλπίδας μου ταύτας.

  2. 2

    ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.

    Ἐν ὀνόματι τῆς δικαιοσύνης σου, ἡ ὁποία ἀποστρέφεται πᾶσαν ἀδικίαν, γλύτωσέ με καὶ ἐλευθέρωσέ με ἀπὸ τοὺς ἀδίκους πειρασμοὺς καὶ κατατρεγμούς. Πλησίασον πρός με τὸ οὖς σου καὶ εἰσακούων τῆς προσευχήν μου σῶσον με.

  3. 3

    γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.

    Γενοῦ δι’ ἐμὲ Θεὸς ὑπερασπιστὴς καὶ φρούριον ὀχυρὸν καὶ ἀπόρθητον, διὰ νὰ μὲ σώσῃς· διότι πέτρα, ἐπὶ τῆς ὁποίας στερεῶς καὶ ἀκλονήτως στηρίζομαι, καὶ καταφύγιόν μου εἶσαι σύ.

  4. 4

    ὁ Θεός μου, ρῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·

    Ὦ Θεέ μου, ἐλευθέρωσέ με καὶ σῶσον με ἀπὸ τὰς χεῖρας παντὸς ἀνθρώπου ἁμαρτωλοῦ, ἀπὸ τὰς χεῖρας παντὸς περιφρονοῦντος τὸν νόμον σου καὶ ἀποτολμῶντος πᾶσαν ἀδικίαν.

  5. 5

    ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε· Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου,

    Διότι σύ, Κύριε, εἶσαι, τοῦ ὁποίου τὴν βοήθειαν μεθ’ ὑπομονῆς περιμένω· Κύριε, σὺ εἶσαι, πρὸς τὸν ὁποῖον ἐλπίζω ἀπὸ τοὺς χρόνους τῆς νεότητός μου.

  6. 6

    ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.

    Ἀφ' ὅτου ἤμην ἀκόμη ἔμβρυον εἰς τὴν γαστέρα, ἐπὶ σοῦ ἐστηρίχθην, ἀπὸ τὴν κοιλίαν τῆς μητρός μου σὺ εἶσαι ὁ σκεπαστὴς καὶ προστάτης μου. Δι’ αὐτὸ πάντοτε καὶ ἀπαύστως θὰ σὲ ὑμνῶ.

  7. 7

    ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.

    Ὡς τέρας δυστυχίας καὶ ὡς ἐκπληκτικὸν φαινόμενον συμφορῶν ἐνεφανίσθην εἰς τοὺς πολλούς, ἀλλ’ ἐν μέσῳ τῶν δυστυχιῶν μου τούτων σὺ ὑπῆρξες βοηθός μου κραταιός.

  8. 8

    πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

    Ἂς γεμίσῃ λοιπὸν τὸ στόμα μου ἀπὸ τὴν αἴνεσίν σου, διὰ νὰ ἀνυμνῶ τὴν δόξαν σου καὶ καθ’ ὅλην τὴν ἡμέραν τὸ θεϊκόν σου μεγαλεῖον.

  9. 9

    μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.

    Ὅπως δὲ καθ’ ὅλον μου τὸν βίον, ἀφ’ ὅτου συνελήφθην ἐν τῇ κοιλίᾳ τῆς μητρός μου, ὑπῆρξες προστάτης μου, οὕτω καὶ κατὰ τὸν καιρὸν τοῦ γήρατός μου μὴ μὲ ἀπορρίψῃς· ὅταν θὰ ὀλιγοστεύουν καὶ θὰ ἐκλείπουν αἱ σωματικαί μου δυνάμεις, μὴ μὲ ἐγκαταλίπῃς.

  10. 10

    ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό

    Διότι εἶπαν οἱ ἐχθροί μου περὶ ἐμοῦ καὶ οἱ παραφυλάσσοντες τὴν ζωήν μου, διὰ νὰ τὴν ἀφανίσουν, συνηθροίσθησαν εἰς συμβουλῶν καὶ συνεσκέφθησαν

  11. 11

    λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ρυόμενος.

    λέγοντες· ὁ Θεὸς τὸν ἐγκατέλιπε· καταδιώξατέ τον καὶ συλλάβετέ τον, θέσατε αὐτὸν ὑπὸ τὴν κατοχήν σας, διότι δὲν ὑπάρχει κανεὶς ποὺ νὰ τὸν γλυτώσῃ.

  12. 12

    ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ᾿ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.

    Ὦ Θεέ μου, μὴ φύγῃς μακρὰν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐλθὲ πλησίον μου· ὦ Θεέ μου, λάβε ἐνδιαφέρον καὶ σπεῦσον εἰς βοήθειάν μου.

  13. 13

    αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.

    Ἂς καταισχυνθοῦν καὶ ἂς ἀφανισθοῦν οἱ ἐπιβουλευόμενοι τὴν ζωήν μου, ἂς περιβληθοῦν ὡς ἄλλο ἔνδυμα αἰσχύνην καὶ ἐντροπὴν ἐκεῖνοι, οἱ ὁποῖοι ζητοῦν νὰ ἐπιφέρουν κατ’ ἐμοῦ κακὰ καὶ καταστροφήν.

  14. 14

    ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.

    Ἐγὼ δὲ πάντοτε καὶ ἀπαύστως μέχρι τῆς ἐσχάτης μου ἀναπνοῆς θὰ ἐλπίζω εἰς σὲ καὶ θὰ προσθέτω διαρκῶς νέαν αἴνεσιν καὶ ὕμνον εἰς ὅλας τοῦ παρελθόντος τὰς αἰνέσεις, τὰς ὁποίας σοῦ ἀπηύθυνα.

  15. 15

    τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας.

    Τὸ στόμα μου θὰ ἀναγγέλλει καὶ θὰ διακηρύττῃ τὴν δικαιοσύνην σου, διὰ τῆς ὁποίας πατάσσεις πᾶσαν ἀδικίαν καὶ προστατεύεις πάντα ἀδικούμενον· ὅλην τὴν ἡμέραν θὰ διακηρύττω τὴν σωτηρίαν, τὴν ὁποίαν διὰ τῆς βοηθείας καὶ προστασίας σου παρέχεις εἰς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Θὰ περιορισθῶ δὲ νὰ ἐξαγγέλλω γενικῶς τὴν δικαιοσύνην καὶ τὴν σωτηρίαν σου, διότι αὗται εἶναι ἀναρίθμητοι, ἐγὼ δὲ δὲν εἶμαι γραμματεὺς καὶ δὲν ἔμαθα νὰ κρατῶ εἰς κατάλογον ἀπαριθμήσεις, ὥστε ἐν εἰδικῷ τόμῳ καὶ συγγράμματι νὰ ἐξαριθμῶ τὸ πλῆθος τῶν θαυμαστῶν ἐκδηλώσεων τῆς δικαιοσύνης σου καὶ τῶν σωτηρίων ἐπεμβάσεών σου.

  16. 16

    εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σοῦ μόνου.

    Θὰ εἰσέλθω εἰς τὴν ἀφήγησιν τῶν ὅσων ἐξετέλεσεν ἡ ἄμαχος δύναμις καὶ ἰσχὺς τοῦ Κυρίου· Κύριε, θὰ ἐνθυμοῦμαι τὴν δικαιοσύνην σου, ὁ ὁποῖος εἶσαι ὁ μόνος δίκαιος.

  17. 17

    ὁ Θεός, ἃ ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.

    Θεέ μου, θὰ ἀναγγέλλω καὶ θὰ διακηρύττω τὰς θαυμαστὰς ἐπεμβάσεις τῆς προστασίας σου, μὲ τὰς ὁποίας μὲ ἐδίδαξες ἀπὸ τὴν νεότητά μου μέχρι τῆς ὥρας ταύτης νὰ ἐλπίζω εἰς σέ.

  18. 18

    καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐπερχομένῃ,

    Καὶ μέχρι τοῦ γήρατος καὶ τῶν πολὺ προχωρημένων χρόνων τῆς ζωῆς μου μὴ μὲ ἐγκαταλίπῃς, ἀλλὰ διατήησέ με ἐν τῇ ζωῇ μὲ ἀκεραίας τὰς δυνάμεις μου, μέχρις ὅτου ἐξαγγείλω καὶ εἰς ὅλην τὴν ἐπερχομένην γενεὰν τὰ θαυμαστὰ ἔργα τοῦ βραχίονός σου.

  19. 19

    τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. ὁ Θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεός, τίς ὅμοιός σοι;

    Μέχρις ὅτου διακηρύξω πόσον ἀκαταγώνιστος καὶ μεγάλη εἶναι ἡ δύναμίς σου καὶ πόσον θαυμαστὴ εἶναι ἡ δικαιοσύνη σου. Ὦ Θεέ μου, φθάνουν μέχρι τῶν ὑψίστων περιοχῶν τοῦ οὐρανοῦ καὶ εἶναι πολὺ μεγάλα καὶ ὑψηλὰ τὰ ὅσα ἐποίησας εἰς ἐμὲ τὸν ταπεινόν σου δοῦλον· ὦ Θεέ μου, ποῖος εἶναι ὅμοιός σου;

  20. 20

    ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.

    Πόσας μοῦ ἔδειξας θλίψεις! Πολλαὶ καὶ κακαὶ ἦσαν αὗται. Δὲν μὲ ἐγκατέλιπες ὅμως. Ἀλλ’ ἐπιστρέψας μετὰ στοργῆς καὶ πάλιν πρὸς ἐμὲ μὲ ἐζωογόνησας καὶ ἀπὸ τὰ βάθη τῆς γῆς πάλιν μὲ ἀνύψωσας.

  21. 21

    ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μεγαλωσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.

    Ἐπέδειξας ἐπ’ ἐμοῦ πλειστάκις καὶ ἐν πλεονασμῷ τὸ μεγαλεῖον τῆς δυνάμεως καὶ συγκαταβάσεώς σου καὶ ἐπιστρέψας πλησίον μου μὲ ἐπαρηγόρησας καὶ ἀπὸ τὰ τρίσβαθα τῆς γῆς πάλιν μὲ ἀνύψωσας.

  22. 22

    καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

    Διὰ τοῦτο, Θεέ μου, καὶ ἐγὼ μὲ μουσικὸν ὄργανον ψαλτηρίου θὰ δοξολογῶ πρὸς τιμήν σου τὴν ἀλήθειαν, τὴν ὁποίαν δεικνύεις τηρῶν τὰς ὑποσχέσείς σου· θὰ ψάλω πρὸς δοξολογίαν σου τὸν ὕμνον συνοδεύων τοῦτον μετὰ κιθάρας, ὦ ἅγιε, τοῦ ὁποίου ἡ ἁγιότης εἰς τὸν Ἰσραὴλ ἐφανερώθη καὶ ὑπὸ μόνου τοῦ Ἰσραὴλ ἐγνώσθη.

  23. 23

    ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.

    Θὰ πληρωθοῦν ἀγαλλιάσεως τὰ χείλη μου, ὅταν θὰ ψάλω πρὸς τιμήν σου, ἀλλὰ θὰ σκιρτήσῃ καὶ ἡ ψυχή μου, τὴν ὁποίαν ἔσωσας.

  24. 24

    ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

    Ἀκόμη δὲ καὶ ἡ γλῶσσα μου θὰ μελετᾷ καὶ θὰ ἐκδιηγῆται καθ' ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου, καθ’ ὃν χρόνον θὰ καταισχύνωνται καὶ θὰ καλύπτωνται ὑπὸ ἐντροπῆς οἱ ἐπιζητοῦντες τὴν δυστυχίαν καὶ καταστροφήν μου.