Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 72

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    (Μασ. 73) ΩΣ ΑΓΑΘΟΣ ὁ Θεὸς τῷ ᾿Ισραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ.

    Πόσον ἀγαθὸς καὶ εὐεργετικὸς εἶναι ὁ Θεὸς εἰς τοὺς Ἰσραηλίτας, καὶ μάλιστα εἰς ὅσους ἐξ αὐτῶν ἔχουν εὐθεῖαν καὶ καθαρὰν τὴν καρδίαν!

  2. 2

    ἐμοῦ δὲ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾿ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.

    Ἐμοῦ δὲ ἐκλονίσθησαν ἐκ τῆς ἀμφιβολίας αἱ πεποιθήσεις μου καὶ οἱ ὑγιεῖς λογισμοί, ποὺ ὡς ἄλλοι πόδες ὑποστηρίζουν τὴν εὐσέβειαν τῆς ψυχῆς μου, παρ’ ὀλίγον νὰ σεισθοῦν τὰ ἐν τῇ πορείᾳ τῆς ζωῆς βήματά μου καὶ νὰ ἐξολισθήσω ἀπὸ τὴν ὁδὸν τοῦ Κυρίου καὶ ἀπὸ τὴν πίστιν μου εἰς τὴν πρόνοιάν του.

  3. 3

    ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν,

    Διότι κατελήφθην ἀπὸ ζήλειαν ἕνεκα τῶν ἀνόμων, ἐπειδὴ ἔβλεπα τὴν εὐημερίαν καὶ εὐεξίαν τῶν ἁμαρτωλῶν.

  4. 4

    ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·

    Διότι δὲν ὑπάρχει παρατεταμένη ἀγωνία καὶ βάσανος καὶ μεγάλη κακοπάθεια κατὰ τὸν θάνατόν των, καὶ δὲν στεροῦνται οὐδὲ διαρκεῖ ἐπὶ πολὺ ἢ τυχὸν μαστίζουσα αὐτοὺς θλῖψις.

  5. 5

    ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.

    Δὲν δοκιμάζουν τοὺς κόπους πρὸς πορισμὸν τῶν ἀναγκαίων, τοὺς ὁποίους καταβάλλουν οἱ ἄλλοι ἄνθρωποι καὶ δὲν ταλαιπωροῦνται οὐδὲ ὑποφέρουν ὅπως οἱ ὁμοιοί των.

  6. 6

    διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.

    Δι’ αὐτὸ τοὺς ἐκυρίευσεν ὁριστικῶς καὶ τελείως ἡ ὑπερηφάνειά των, περιεβλήθησαν ὡς ἔνδυμα καὶ κόσμημα ἐπιδεικτικὸν τὴν ἀδικίαν καὶ ἀσέβειαν, ἡ ὁποία τοὺς διακρίνει.

  7. 7

    ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας·

    Θὰ ἀναφύῃ ὡς ἄλλο φυτὸν ἡ ἀδικία των ἀπὸ τὴν διαφθορὰν τῆς καρδίας των, σὰν ἀπὸ παχὺ καὶ πλούσιον εἰς λιπάσματα ἔδαφος, ἐξεπέρασαν καὶ ὑπερεξεχείλισαν κάθε ὅριον καὶ κάθε μέτρον αἱ πονηραὶ διαθέσεις καὶ ἐπιθυμίαι τῆς καρδίας των.

  8. 8

    διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·

    Διενοήθησαν κατὰ τῶν ὁμοίων των πονηρὰ καὶ σύμφωνα πρὸς τὰς σκέψεις των, γεμᾶτοι πονηρίαν ὑπῆρξαν καὶ οἱ λόγοι των, διὰ φωνῆς ὑπερηφάνου καὶ ἀγερώχου διεβόησαν ἀσυστόλως τὰ διαπραχθέντα ὑπ’ αὐτῶν ἀδικήματα.

  9. 9

    ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.

    Βλασφημοῦν θεία καὶ ἀνθρώπινα· ἔφθασε καὶ ἐπροχώρησε τὸ στόμα των μέχρι τοῦ οὐρανοῦ διὰ τῶν κατὰ τοῦ Θεοῦ βλασφημιῶν, καὶ ἀπ’ ἐκεῖ ἡ γλῶσσα των ἐπέρασεν ἐπὶ τῆς γῆς ἐξαπολύουσα χειμάρρους ὕβρεων καὶ συκοφαντιῶν.

  10. 10

    διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.

    Διὰ τοῦτο ὁ λαός, ἐπὶ τοῦ ὁποίου ἐγὼ κατεστάθην προφήτης, δὲν στρέφεται πρὸς ἐμέ, ἀλλ' ἐπιστρέφει ἐνταύθα, ὅπου εὑρίσκονται αὐτοί, παρασυρόμενος ὑπὸ τῆς ἀτιμωρησίας των καὶ εὐδαιμονίας των. Καὶ φαντάζεται ἀπατώμενος, ὅτι ἡμέραι γεμᾶται ἀπὸ εὐτυχίαν θὰ εὐρεθοῦν μεταξὺ αὐτῶν.

  11. 11

    καὶ εἶπαν· πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ῾Υψίστῳ;

    Καὶ εἶπαν ὑπὸ τῆς εὐδαιμονίας τῶν ἀσεβῶν σκανδαλισθέντες: Πῶς εἶναι δυνατὸν νὰ λαμβάνῃ εἴδησιν ὁ Θεὸς περὶ τῶν συμβαινόντων ἐν τῇ γῇ; Καὶ ὑπάρχει πράγματι γνῶσις τούτων εἰς τὸν Ὕψιστον;

  12. 12

    ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς τὸν αἰῶνα κατέσχον πλούτου.

    Ἰδοὺ αὐτοὶ ἐδῶ εἶναι ἁμαρτωλοί, καὶ ὅμως εὐδαιμονοῦν· ἐγένοντο κάτοχοι πλούτου, ὅστις διαρκῶς καὶ ἀπαύστως αὐξάνει.

  13. 13

    καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου·

    Εἶπον δὲ καὶ ἐγὼ παρασυρθεὶς πρὸς στιγμήν: Ἄρα ματαίως ἐτήρησα ἁγνὴν τὴν καρδίαν μου καὶ ἔνιψα μαζὶ μὲ τοὺς ἀθῴους τὰς χεῖρας μου ὡς καθαρὰς ἀπὸ πάσης ἀδικίας·

  14. 14

    καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.

    καὶ ἔγινα μεμαστιγωμένος καθ’ ὅλην τὴν ἡμέραν ἀδικούμενος καὶ θλιβόμενος, καθ’ ἐκάστην δὲ πρωΐαν ἐλέγχω τὸν ἑαυτόν μου μήπως ἔπταισά τι κατὰ τὴν προηγουμένην ἢ μήπως παρεκτραπῶ εἴς τι κατὰ τὴν ἀρχομένην ἡμέραν. Ματαίως λοιπὸν ταῦτα πάντα ὑπέμεινα;

  15. 15

    εἰ ἔλεγον· διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.

    Ἐὰν ἔλεγον· θὰ διηγηθῶ τοὺς δισταγμούς μου αὐτοὺς καὶ θὰ ἐκθέσω καὶ εἰς τοὺς ἄλλους οὕτως, ὅπως μοῦ ἔρχονται αἱ σκέψεις, ἰδοὺ εἰς τὴν γενεὰν τῶν υἱῶν σου θὰ ἀπέβαινον ἀποστάτης καὶ ἀσύνθετος καὶ προδότης διδάσκαλος.

  16. 16

    καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου,

    Καὶ δὲν ἐξεδήλωσα τοὺς δισταγμούς μου, ἀλλ' ἐνόμισα ὅτι πρέπει νὰ μελετήσω τὸ ζήτημα, διὰ νὰ τὸ κατανοήσω. Ἀλλ’ ἡ μελέτη τοῦ προβλήματος τούτου ὑπῆρξε κόπος ἀνωφελὴς καὶ ἐξαντλητικός, διότι παριμένει τοῦτο δι' ἐμὲ ἄλυτον.

  17. 17

    ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.

    Ἕως ὅτου εἰσῆλθον εἰς τὸν ναὸν καὶ εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ ἐκεῖ φωτισθεὶς ὑπὸ τοῦ Πνεύματος προσέβλεψα εἰς τὰ ἔσχατα τῶν ἁμαρτωλῶν τούτων καὶ προφητικῶς διέκρινα τὰ τελευταῖα των.

  18. 18

    πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.

    Εὐτυχοῦν τώρα. Ἀλλὰ διὰ τὰς δολιότητάς των ἐπεφύλαξες εἰς αὐτοὺς κακά· τοὺς κατεκρήμνισας εἰς ἐρείπια ἕνεκα τῆς ἐπάρσεώς των.

  19. 19

    πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.

    Πῶς εἰς μίαν στιγμὴν κατέληξαν να ἐρημωθοῦν; Ἐξηφανίσθησαν, ἐχάθησαν ἕνεκα τῆς πολλῆς των ἀνομίας.

  20. 20

    ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

    Σὰν ὄνειρον ἀφυπνιζομένου καὶ ἐγειρομένου ἀπὸ τὴν κλίνην ἀνθρώπου ἐξεμηδένισας, Κύριε, ἐν τῇ πόλει σου Ἱερουσαλὴμ τὴν ἐλκυστικην ὡς ζωγραφίαν καὶ εὐδιάλυτον ὡς φανταστικὴν εἰκόνα ἐμφάνισίν των καὶ τὸν περὶ τὸ ὄνομά των θόρυβον.

  21. 21

    ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν,

    Τῷ ὄντι ἔσφαλα, διότι ἐξεκαύθη ἀπὸ τὸν φθόνον τῆς εὐτυχίας των ἡ καρδία μου, καὶ οἱ νεφροί μου, ἡ ἔδρα τῶν ἀνθρωπίνων ἐπιθυμιῶν καὶ συναισθημάτων, ἀνεστατώθησαν καὶ ὑπέστησαν ἀλλοίωσιν ἀπὸ τὴν ἀδημονίαν.

  22. 22

    κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρά σοι.

    Καὶ ἐγὼ ὑπὸ ἔποψιν διανοητικῆς ἀντιλήψεως καὶ κατανοήσεως ἤμην χαμένος καὶ τιποτένιος, καὶ δὲν ἐκατάλαβα οὔτε ἠδυνήθην νὰ σκεφθῶ βαθύτερον· ἔγινα ἐνώπιόν σου ὅμοιος πρὸς κτῆνος· καὶ ὅπως αὐτὸ δὲν κατανοεῖ τοὺς ἀνθρωπίνους λογισμούς, οὕτω καὶ ἐγὼ δὲν κατενόουν τὰς θείας σου βουλάς.

  23. 23

    κἀγὼ διαπαντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου

    Καὶ κατόπιν αὐτῶν ποὺ ἐδιδάχθην διὰ τοῦ φωτισμοῦ σου, ἐγὼ διὰ παντὸς θὰ εἶμαι μαζί σου καὶ σὺ μὲ ἐκράτησας ἀπὸ τὴν δεξιάν μου, ὅπως ὁ πατὴρ βοηθεῖ καὶ ὑποβαστάζει τὸ συμβαδίζον μετ’ αὐτοῦ μικρὸν παιδίον του.

  24. 24

    καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με.

    Καὶ διὰ τῆς σοφῆς συμβουλῆς καὶ ἐμπνεύσεώς σου μὲ ὠδήγησας ἐν τῇ παρούσῃ ζωῇ, ἕως ὅτου μετὰ δόξης θὰ μὲ παραλάβῃς εἰς τὸν οὐρανόν.

  25. 25

    τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;

    Διότι τί ἄλλο ἔχω καὶ τί ἄλλο ὑπάρχει δι' ἐμὲ εἰς τὸν οὐρανὸν ἐκτὸς ἀπὸ σέ; Καὶ τί ἄλλο θὰ ἦτο ἱκανὸν νὰ μὲ θέλξῃ καὶ νὰ ἑλκύσῃ τὴν θέλησίν μου ἐπὶ τῆς γῆς, ὅταν εὑρίσκωμαι πλησίον σου καὶ κατέχω σέ;

  26. 26

    ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

    Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἀπὸ τὰς κακοπαθείας καὶ τὸν προσεγγίζοντα θάνατον ἐκλείπουν καὶ μαραίνονται. Τί μὲ τοῦτο; Ὁ Θεὸς εἶναι ὁ πόθος τῆς καρδίας μου καὶ ὁ Θεὸς εἶναι τὸ αἰώνιον καὶ ἀναφαίρετον μερίδιον τῆς κληρονομίας μου. Τί ἄλλο θέλω; Καὶ τί ἔχω νὰ φοβηθῶ;

  27. 27

    ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.

    Ἂς φοβοῦνται ὅσοι μακρύνουν τοὺς ἑαυτούς των ἀπὸ σοῦ, διότι ἰδοὺ αὐτοὶ θὰ ἀπολεσθοῦν· ἐξωλόθρευσας πάντα, ὅστις ἐχωρίσθη ἀπὸ σέ, τὸν ἀληθῆ Νυμφίον, καὶ παρεξέκλινεν εἰς τὴν εἰδωλολατρίαν καὶ τὴν ἁμαρτίαν μολύνας καὶ διασπάσας ὡς ἄλλος μοιχὸς καὶ πόρνος τὴν πρὸς σὲ σχέσιν καὶ ἕνωσιν.

  28. 28

    ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

    Εἰς ἐμὲ δὲ ἓν ἀγαθὸν μόνιμον καὶ ὕψιστον ὑπάρχει, τὸ νὰ προσκολλῶμαι ὁλονὲν καὶ περισσότερον εἰς τὸν Θεὸν καὶ νὰ στηρίζω ὁλόκληρον τὴν ἐλπίδα μου ἐπὶ τοῦ Κυρίου, ὥστε ἀπορροφώμενος ὅλος ἀπὸ τὸν πόθον καὶ τὴν ἀγάπην σου, Κύριε, νὰ ἔχω κύριον καὶ παντοτεινὸν ἔργον μου τὸ νὰ ἐξαγγέλλω ὅλας τὰς ὀφειλομένας πρὸς σὲ δοξολογίας καὶ αἰνέσεις, ἱστάμενος παρὰ τὰς πύλας τῆς θυγατρὸς Σιών, τῆς πόλεως Ἱερουσαλήμ, ἵνα πάντες οἱ εἰσερχόμενοι δι' αὐτῶν τὰς ἀκούουν.