Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 69

6 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    Εἰς τὸ τέλος· τῷ Δαυΐδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.

  2. 2

    (Μασ. 70) Ο ΘΕΟΣ, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

    Ω Θεέ μου, εὐδόκησον νὰ ἐνδιαφερθῇς διὰ τὴν βοήθειαν καὶ προστασίαν μου· Κύριε, μὴ ἀναβάλῃς, ἀλλὰ τρέξε γρήγορα ὅπως μὲ βοηθήσῃς.

  3. 3

    αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά·

    Εἴθε νὰ καταισχυνθοῦν καὶ νὰ ἐντροπιασθοῦν ὅλοι μαζὶ ὅσοι ζητοῦν τὴν ζωήν μου, ἵνα ἐξοντώσουν αὐτήν. Ἂς ὀπισθοχωρήσουν καὶ ἂς κατεντροπιασθοῦν ὅσοι θέλουν καὶ εὐχαριστοῦνται εἰς τὴν δυστυχίαν μου καὶ τὸν ἀφανισμόν μου.

  4. 4

    ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε.

    Ἂς ὀπισθοχωρήσουν ἀμέσως καὶ ἄνευ ἀναβολῆς γεμᾶτοι καταισχύνην οἱ ἐπὶ τῇ δυστυχίᾳ μου χαιρεκακοῦντες καὶ λέγοντες· θαυμάσια, ὡραῖα.

  5. 5

    ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

    Ἂς σκιρτήσουν ἀπὸ ἀγαλλίασιν καὶ ἂς εὐφρανθοῦν, ὦ Θεέ μου, διὰ τὴν ὑπὸ σοῦ παρεχομένην εἰς αὐτοὺς προστασίαν ὅλοι ὅσοι σὲ ζητοῦν καὶ σὲ ἐπικαλοῦνται, καὶ ὅλοι ὅσοι ποθοῦν καὶ ἐπιθυμοῦν τὴν ἀπὸ τῆς βοηθείας σου σωτηρίαν, ἂς λέγουν πάντοτε καὶ ἀκαταπαύστως: Ἂς μεγαλύνεται καὶ ἂς δοξάζεται ὁ Κύριος.

  6. 6

    ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. βοηθός μου καὶ ρύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.

    Ἐγὼ δὲ εἶμαι πτωχὸς καὶ ἄθλιος· βοήθησόν με, Θεέ μου. Βοηθός μου καὶ λυτρωτής μου εἶσαι σύ, Κύριε· μὴ βραδύνῃς καὶ μὴ ἀργοπορήσῃς, ἀλλὰ σπεῦσον εἰς βοήθειαν καὶ προστασίαν μου.