Ψαλμός 145
- 1
(Μασ. 146) ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον·
Επαίνους καὶ ὕμνους ἀνάπεμπε, ὧ ψυχή μου, πρὸς τὸν Κύριον.
- 2
αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Θὰ αἰνῶ τὸν Κύριον καθ’ ὅλην τὴν ζωήν μου, θὰ ψάλλω ὕμνους εἰς τὸν Θεόν μου, ὅσον θὰ ὑπάρχω καὶ θὰ εἶμαι ζωντανός.
- 3
μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
Μὴ στηρίζετε τὴν πεποίθησιν καὶ ἐλπίδα σας εἰς κοσμικοὺς ἄρχοντας, εἰς υἱοὺς καὶ ἀπογόνους τῶν ἐφημέρων καὶ ἀδυνάτων ἀνθρώπων, οἱ ὁποῖοι δὲν ἔχουν τὴν δύναμιν νὰ σᾶς σώσουν.
- 4
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Ἑκάστου ἐκ τούτων συντόμως θὰ ἐξέλθῃ τὸ πνεῦμα του καὶ θὰ ἐπιστρέψῃ οὗτος εἰς τὴν γῆν, ἀπὸ τὴν ὁποίαν ἐλήφθη· κατ’ ἐκείνην τὴν ἡμέραν τοῦ θανάτου του θὰ χαθοῦν ὅλα τὰ σχέδια καὶ οἱ διαλογισμοί του.
- 5
μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ
Μακάριος εἶναι ἐκεῖνος, τὸν ὁποίου ὁ Θεὸς τοῦ Ἰακὼβ εἶναι βοηθὸς τόν, ὁ ὁποῖος τὴν ἐλπίδα τὸν ἐστήριξεν ἐπὶ τὸν Κύριον, ἐπὶ τοῦ παντοδυνάμου Θεοῦ αὐτοῦ.
- 6
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
Ἐπὶ τοῦ Θεοῦ ὁ ὁποῖος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν ἐν αὐτοῖς, ἐπὶ τὸν παντοδυνάμου, ὁ ὁποῖος φυλάσσει καὶ τηρεῖ αἰωνίως μετὰ πάσης πιστότητος τὰς ἀληθεῖς καὶ μηδέποτε διαψευδομένας ὑποσχέσεις του,
- 7
ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους,
ὁ ὁποῖος ἀποδίδει δικαιοσύνην εἰς τοὺς ἀδικουμένους, δίδει τροφὴν εἰς τοὺς πεινῶντας· ὁ Κύριος λύει τοὺς ἁλυσοδέμενους ἀπελευθερώνων ἀπὸ τῆς σκληρᾶς δουλείας καὶ αἰχμαλωσίας τὸν λαόν του.
- 8
Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους,
Ὁ Κύριος δίδει σοφίαν εἰς τοὺς τυφλοὺς εὐαγγελιζόμενος εἰς αὐτοὺς τὴν ἀπὸ τοῦ ἠθικοῦ σκότους ἀνάβλεψιν, ὁ Κύριος ἀνορθώνει τοὺς ὑπὸ τῆς δυστυχίας καὶ ὑπὸ πάσης ἀθλιότητος συντετριμμένους, ὁ Κύριος ἀγαπᾷ τοὺς δικαίους,
- 9
Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
ὁ Κύριος φυλάσσει τοὺς ξένους, οἱ ὁποῖοι προσειλκύσθησαν εἰς τὴν πρὸς αὐτὸν πίστιν καὶ ἐν χώρα ξένη ζῶντες στεροῦνται προστατῶν καὶ φίλων· θὰ ἀναλάβῃ τὸν ὀρφανὸν καὶ τὴν χήραν ὑπὸ τὴν προστασίαν του καὶ θὰ ἐξαφανίσῃ τὰ πονηρὰ σχέδια καὶ τὰς πιεστικὰς καὶ ἐκμεταλλευτικὰς μεθόδους τῶν ἁμαρτωλῶν.
- 10
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Θὰ βασιλεύσῃ ὁ Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός, τὸν ὁποῖον λατρεύεις, ὦ Σιών, θὰ βασιλεύῃ καθ’ ὅλους τοὺς αἰῶνας, ἀπὸ τῆς μιᾶς εἰς τὴν ἄλλην γενεάν.
