Ψαλμός 144
- 1
(Μασ. 145) ΥΨΩΣΩ σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Θὰ ὑμνήσω καὶ θὰ διακηρύξω τὸ ὕψος σου, ὦ Θεέ μου καὶ βασιλεῦ μου, καὶ θὰ δοξολογῶ τὸ ὄνομά σου διηνεκῶς εἰς πάντας τοὺς αἰῶνας.
- 2
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καθ’ ἐκάστην ἡμέραν θὰ δοξολογῶ καὶ θὰ ὑμνῶ τὸ ὄνομά σου πάντοτε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας.
- 3
μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
Μέγας εἶναι ὁ Κύριος καὶ καθ’ ὑπερβολὴν ἄξιος να ὑμνῆται, καὶ ἡ μεγαλωσύνη του δὲν ἔχει ὅριον, ἀλλ’ εἶναι ἄπειρος καὶ ἀπεριμέτρητος.
- 4
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
Ὅλαι αἱ γενεαί, ἡ μία κατόπιν τῆς ἄλλης, θὰ ἀνυμνοῦν τὰ ἐν ἀπείρῳ δυνάμει καὶ σοφίᾳ συντελεσθέντα ἔργα σου καὶ θὰ διακηρύττουν τὴν παντοδυναμίαν σου.
- 5
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
Τὴν μεγαλοπρεπῆ καὶ ἔκλαμπρον δόξαν τῆς ἁγιότητός σου θὰ διαλαλοῦν, καὶ τὰ ἄξια παντὸς θαυμασμοῦ εὐεργετικὰ ἔργα σου θὰ ἐκδιηγοῦνται.
- 6
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
Καὶ τὴν συντριπτικὴν δύναμιν τῶν φοβερῶν πρὸς τιμωρίαν τοῦ κακοῦ μεγαλουργιῦν σου θὰ ἐξιστοροῦν, καὶ τὸ ἄπειρον μεγαλεῖον σου θὰ διηγοῦνται.
- 7
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
Τὴν ἀνεξάλειπτον ἀνάμνησιν τοῦ πλήθους τῶν εὐεργεσιῶν τῆς καλοκαγαθίας σου μὲ ὑπερεκχυνόμενον ἐκ τοῦ βάθους τῶν καρδιῶν των ἐνθουσιασμὸν θὰ διακηρύττουν καὶ θὰ ἀγάλλωνται διὰ τὴν δικαιοσύνην σου, ἡ ὁποία εἰς τὰς ἐν τῇ κυβερνήσει τοῦ κόσμου ἐνεργείας σου διαλάμπει.
- 8
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
Οἰκτίρμων καὶ ἐλεήμων εἶναι ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
- 9
χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
Εὐεργετικὸς καὶ καλοκάγαθος δεικνύεται εἰς τὰ σύμπαντα ὁ Κύριος καὶ οἱ οἰκτιρμοί του ἐκτείνονται εἰς πάντα τὰ ἔργα του, εἰς ὁλόκληρον τὴν λογικὴν καὶ ἄψυχον κτίσιν του.
- 10
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
Ἂς σὲ ὑμνολογοῦν εὐγνωμόνως Κύριε, ὅλα τὰ ἔργα σου, ἔμψυχά τε καὶ ἄψυχα, καὶ ἐξαιρέτως ἂς σὲ δοξολογοῦν οἱ ἀφωσιωμένοι εἰς σὲ δοῦλοι σου.
- 11
δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι
Ἐν ταῖς δοξολογίαις των ταύταις θὰ κάνουν λόγον περὶ τῆς δόξης τῆς βασιλείας σου καὶ θὰ ὁμιλοῦν περὶ τῆς κυριαρχικῆς ἐξουσίας καὶ δυνάμεώς σου,
- 12
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
διὰ νὰ καταστήσουν γνωστὴν εἰς ὅλους τοὺς υἱοὺς τῶν ἀνθρώπων τὴν ἀκατάλυτον κυριαρχίαν καὶ δύναμίν σου, καθὼς καὶ τὴν ἀνυπέρβλητον δόξαν τῆς μεγαλοπρεπεστάτης βασιλείας σου.
- 13
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 13α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Ἡ βασιλεία σου εἶναι βασιλεία παντοτεινὴ καὶ ἀκατάλυτος εἰς πάντας τοὺς αἰῶνας, καὶ ἡ κυριαρχία σου εἶναι ἀπέραντος καὶ δεσπόζει ἐπὶ πασῶν ἀνεξαιρέτως τῶν γενεῶν ζώντων καὶ θανόντων. 13α Ὁ Κύριος εἶναι ἀξιόπιστος καὶ ἀληθὴς εἰς ὅλους τοὺς λόγους καὶ τὰς ὑποσχέσείς του καὶ ἅγιος εἰς ὅλα τὰ ἔργα του.
- 14
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
Ὑποβαστάζει καὶ ὑποστηρίζει ὁ Κύριος ὅλους ὅσοι κινδυνεύουν νὰ καταπέσουν καὶ νὰ συντριβοῦν, καὶ ἐγείρει ὀρθίους καὶ ὑγιεῖς πάλιν ὅλους ὅσοι ἐκρημνίσθησαν καὶ συνετρίβησαν.
- 15
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
Οἱ ὀφθαλμοὶ ὅλων πρὸς σὲ μετ’ ἐλπίδος καὶ ἐμπιστοσύνης εἶναι ἐστραμμένοι καὶ σὺ δίδεις εἰς τὴν κατάλληλον ὥραν τὴν πρὸς συντήρησιν τροφήν των.
- 16
ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
Ἀρκεῖ καὶ μόνον σὺ νὰ ἀνοίξῃς τὴν πατρικὴν καὶ γενναιόδωρον χεῖρά σου καὶ χορταίνεις πᾶσαν ζῶσαν ὕπαρξιν μετ’ ἀφθονίας ἰκανοποιούσης πᾶσαν ἀνάγκην καὶ ἐπιθυμίαν της.
- 17
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Εἶναι δίκαιος ὁ Κύριος εἰς ὅλας τὰς πρὸς τοὺς ἀνθρώπους ἐνεργείας του καὶ τὰς μεθόδους τῆς προνοίας του, καθὼς εἶναι καὶ ἅγιος εἰς ὅλα ὅσα πράττει πρὸς διακυβέρνησιν συμπάσης τῆς δημιουργίας του.
- 18
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
Εἶναι πολὺ πλησίον ὁ Κύριος εἰς ὅλους ὅσοι τὸν ἐπικαλοῦνται· ὅσοι τὸν ἐπικαλοῦνται μὲ εἰλικρίνειαν καὶ ἁγνὰ ἐλατήρια.
- 19
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
Θὰ ἐκτελέσῃ ὁ Κύριος τὸ θέλημα ἐκείνων οἱ ὁποῖοι τὸν φοβοῦνται καὶ θὰ εἰσακούσῃ τὴν δέησίν των καὶ θὰ τοὺς σώσῃ.
- 20
φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
Φρουρεῖ καὶ προφυλάττει ὁ Κύριος ὅλους ὅσοι τὸν ἀγαποῦν καὶ θὰ ἐξολοθρεύσῃ ὅλους τοὺς ἁμαρτωλούς.
- 21
αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Διότι λοιπὸν εἶναι μέγας καὶ οἰκτίρμων καὶ χρηστὸς καὶ πιστὸς καὶ δίκαιος ὁ Κύριος, θὰ ἀναπέμπῃ ὕμνον πρὸς αὐτὸν τὸ στόμα μου καὶ ἂς δοξολογῇ πᾶσα σὰρξ τὸ ἅγιον ὄνομά του εἰς πάντας τοὺς ἀτελευτήτους αἰῶνας.
