Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 131

18 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    (Μασ. 132) ΜΝΗΣΘΗΤΙ, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ,

    Ενθυμήσου, Κύριε, τὸν Δαβίδ, καὶ ὅλην τὴν ἀνεξικακίαν καὶ εὐσέβειάν του, διὰ τῶν ὁποίων εὐηρέστησεν εἰς σέ.

  2. 2

    ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ ᾿Ιακώβ·

    Ἐνθυμήσου πῶς ἔδωκεν ἔνορκον ὑπόσχεσιν εἰς τὸν Κύριον, πῶς ἔκαμεν εὐχὴν καὶ τάξιμον εἰς τὸν Θεὸν τοῦ Ἰακὼβ λέγων·

  3. 3

    εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,

    Δὲν θὰ εἰσέλθω εἰς τὴν σκηνήν, ἐντὸς τῆς ὁποίας κατοικῶ, οὔτε θὰ ἀναβῶ εἰς τὴν κλίνην, τὴν ὁποίαν χρησιμοποιῶ ὡς στρωμνήν μου,

  4. 4

    εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,

    οὔτε θὰ παραδώσω τοὺς ὀφθαλμούς μου εἰς ὕπνον καὶ τὰ βλέφαρά μου εἰς νυσταγμόν, οὔτε θὰ δώσω ἀνάπαυσιν εἰς τοὺς κροτάφους μου,

  5. 5

    ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ.

    ἕως ὅτου εὕρω τόπον κατάλληλον διὰ τὸν Κύριον, κατοικίαν διὰ τὸν Θεὸν τοῦ Ἰακώβ.

  6. 6

    ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·

    Ταῦτα ἐκεῖνος ηὔχετο μεθ’ ὅρκου. Ἠμεῖς δέ, τὸ ἔθνος τῶν Ἰουδαίων, ἰδοὺ ἠκούσαμεν ὅτι ἦτο ἡ κιβωτὸς αὕτη τῆς διαθήκης εἰς Ἐφραθᾶ καὶ τὴν εὕρομεν εἰς τὰς δασώδεις πεδιάδας τῆς Καριαθιαρείμ.

  7. 7

    εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

    Τώρα ὅμως θὰ εἰσέλθωμεν εἰς τὰ ἐν Σιὼν σκηνώματα τοῦ Θεοῦ καὶ θὰ προσκυνήσωμεν εἰς τὸν τόπον ὅπου ἐστάθησάν οἱ πόδες του καὶ ὅπου ὑπάρχει τὸ ὑποπόδιον τῶν ποδῶν του, ἡ ἱερὰ τῆς διαθήκης κιβωτός.

  8. 8

    ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

    Ἐγέρθητι, Κύριε, ἵνα ὑπάγῃς εἰς τὸν τόπον τῆς μονίμου κατοικίας σου, εἰς τὸν ἅγιον ναὸν τῆς Σιών, τὸν τόπον τῆς ἀναπαύσεώς σου, σὺ καὶ ἡ μέχρι τοῦδε μὴ ἀναπαυομένη, ἀλλὰ διαρκῶς μετατοπισμένη κιβωτός, τὴν ὁποίαν ἁγιάζει ἡ παρουσία σου.

  9. 9

    οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

    Οἱ ἱερεῖς σου ἂς ἐνδυθοῦν τὴν ἀρετὴν τῆς δικαιοσύνης, τῆς ὁποίας σύμβολα εἶναι αἱ στολαί των, καὶ οἱ ἀφωσιωμένοι εἰς σὲ εἴθε νὰ σκιρτοῦν ψάλλοντες ἐν χαρᾷ καὶ ἀγαλλιάσει τοὺς πρὸς λατρείαν σου ὕμνους.

  10. 10

    ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

    Χάριν τοῦ Δαβίδ, τοῦ πιστοῦ δούλου σου, μὴ ἀποκρούσῃς καὶ μὴ ἀποστραφῇς τὸ πρόσωπον τοῦ διαδόχου του, τὸν ὁποῖον σὺ ἔχρισας βασιλέα.

  11. 11

    ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·

    Ἔδωκεν ἔνορκον καὶ ἀληθῆ ὑπόσχεσιν ὁ Κύριος εἰς τὸν Δαβὶδ καὶ δὲν θὰ παραβῇ αὐτήν. Ἰδοὺ αὕτη· ἐκ τῶν ἀπογόνων σου θὰ ἀναβιβάζω διαδόχους ἐπὶ τοῦ θρόνου σου.

  12. 12

    ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.

    Ἐὰν φυλάξουν οἱ ἀπόγονοί σου τὴν διαθήκην μου καὶ τὰς μεμαρτυρημένας ὑπ’ ἐμοῦ ἐντολὰς ταύτας, τὰς ὁποίας θὰ τοὺς διδάξω, τότε καὶ οἱ ἀπόγονοί των θὰ κάθηνται αἰωνίως ἐπὶ τοῦ θρόνου σου.

  13. 13

    ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·

    Διότι ὁ Κύριος ἐξέλεξε δι' ἑαυτὸν τὴν Σιών, προετίμησεν αὐτὴν διὰ να εἶναι κατοικία του.

  14. 14

    αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·

    Αὕτη εἶναι ὁ τόπος τῆς παντοτεινῆς μου καταπαύσεως, εἰς τὸν ὁποῖον θὰ παραμείνω αἰωνίως. Ἐδῶ θὰ κατοικήσω διότι τὴν ἐξέλεξα καὶ τὴν ἠγάπησα.

  15. 15

    τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,

    Τὰ πρὸς διατροφήν της θηράματα καὶ ὑλικὰ ἀγαθά της θὰ εὐλογῶ ἀφθόνως, τοὺς πτωχοὺς αὐτῆς θὰ τοὺς χορτάζω μὲ ἄρτους.

  16. 16

    τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

    Τοὺς ἱερεῖς της θὰ περιβάλλω μὲ σωτηρίαν καὶ οἱ ἀφωσιωμένοι εἰς ἐμὲ ἐκ τῶν κατοίκων της θὰ σκιρτοῦν ἐκ μεγάλης ἀγαλλιάσεως.

  17. 17

    ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·

    Ἐκεῖ ἐπὶ τῆς Σιὼν θὰ κάμω νὰ ἀνατείλῃ καὶ να ἀναφανῇ μετὰ λαμπρότητος δύναμις ἀκατάλυτος χάριν τοῦ Δαβίδ, ἡτοίμασα λύχνον λαμπρὸν δόξης καὶ διαδοχῆς διαρκοῦς εἰς τὸν ὑπ’ ἐμοῦ χρισθέντα βασιλέα, διότι ἐκεῖ θὰ λάμψη ὡς ἀνέσπερος ἥλιος δικαιοσύνης ὁ ἐκ τοῦ Δαβὶδ καταγόμενος κατὰ σάρκα Μεσσίας.

  18. 18

    τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

    Τοὺς ἐχθροὺς τοῦ Δαβὶδ καὶ τῶν διαδόχων του θὰ ἐνδύσω μὲ ἐντροπήν, ἐπάνω δὲ εἰς αὐτὸν θὰ ἐκλάμψῃ ὡς λαμπρὸν καὶ ἀειθαλὲς φυτὸν ἡ ἁγιωσύνη τοῦ χρίσματός μου.