Ψαλμός 130
- 1
(Μασ. 131) ΚΥΡΙΕ, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
Κύριε, δὲν ὑψώθη ἀπὸ ἔπαρσιν καὶ ὑπερηφάνειαν ἡ καρδία μου, οὔτε οἱ ὀφθαλμοί μου ἐσηκώθησαν ἀκατάδεκτοι καὶ μετ’ ἀλαζονείας ὑπὲρ τοὺς ἄλλους παρατρέχοντες αὐτούς, οὔτε ἐπεδίωξα ἐκ φιλοδοξίας μεγάλα, οὔτε ἐπεχείρησα πράγματα ὑπερβαίνοντα τὰς δυνάμεις μου, διὰ τῶν ὁποίων νὰ προκαλέσω τὴν τιμὴν καὶ τὸν θαυμασμόν.
- 2
εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
Ἐὰν δὲν διηρχόμην τὴν ζωήν μου ἐν ταπεινοφροσύνη, καὶ ἐὰν δὲν ἐξήρτησα ὅλην τὴν ἐσωτερικήν μου ὕπαρξιν ἀπὸ σέ, ὥστε νὰ ἔχω ὑψωμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς πρὸς σὲ σὰν τὸ νήπιον, τὸ ὁποῖον ἔχουν ἀποκόψει ἀπὸ τὸ μητρικὸν γάλα, καὶ ὑψώνει πλῆρες πόθου τὸ στόμα καὶ τὰ χείλη του πρὸς τὴν μητέρα, ἀναζητοῦν τὸ μητρικὸν στῆθος, οὕτως ἂς ἀνταποδώσῃς εἰς τὴν ψυχήν μου, τιμωρῶν τὴν ὑπερηφάνειάν μου.
- 3
ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ἂς ἐλπίζῃ ὁ Ἰσραὴλ εἰς τὸν Κύριον τώρα καὶ εἰς αἰῶνα τὸν ἅπαντα.
