Ψαλμός 132
- 1
(Μασ. 133) ΙΔΟΥ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
Ιδοὺ λοιπὸν συνηνώθη τὸ ἔθνος μας ἐν ὁμονοίᾳ καὶ εἴμεθα ὅλοι μαζὶ ὡς μία οἰκογένεια εἰρηνικῶς συγκατοικοῦσα. Τί ὡραιότερον καὶ τί τερπνότερον ὑπάρχει παρὰ νὰ συγκατοικοῦν οἱ ὁμογενεῖς ἀδελφοὶ ὅλοι μαζί;
- 2
ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ᾿Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
Εἶναι ὅπως τὸ ἅγιον μύρον, τὸ ὁποῖον χυθὲν ἐπὶ τῆς κεφαλῆς τοῦ ἀρχιερέως κατέβαινεν εἰς τὸν πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τοῦ πρώτου ἀρχιερέως, τοῦ ὑπ' αὐτοῦ τοῦ Θεοῦ ἀναδειχθέντος, τὸ ὁποῖον κατέβαινεν εἰς τὸ περιλαίμιον τοῦ ἐνδύματος αὐτοῦ. Ποία εὐωδία ἐκπέμπεται καὶ ποία δαψίλεια χάριτος καὶ εὐλογίας προέρχεται ἐκ τῆς θρησκευτικῆς συναδελφώσεως τῶν πιστῶν!
- 3
ὡς δρόσος ᾿Αερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Εἶναι σὰν τὴν δρόσον τοῦ πρὸς βορρᾶν τῆς Παλαιστίνης ὑψουμένου ὄρους Ἀερμών, ἡ ὁποία καταβαίνει εἰς τὰ ὅρη Σιών. Διότι ἐκεῖ εἰς τὴν Σιὼν ὑπεσχέθη ὁ Κύριος τὴν εὐλογίαν, ἐκεῖ ὑπεσχέθη νὰ δώσῃ ζωὴν ἀτελεύτητον καὶ αἰωνίαν.
