Ψαλμός 105
- 1
(Μασ. 106) ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Δοξολογεῖτε καὶ εὐχαριστεῖτε μετ’ εὐγνωμοσύνης τὸν Κύριον, διότι εἶναι εὐεργετικὸς καὶ γεμᾶτος καλωσύνην, διότι τὸ ἔλεός του εἶναι ἀνεξάντλητον καὶ διαρκεῖ αἰωνίως.
- 2
τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Ποῖος θὰ δυνηθῇ ποτε νὰ κάμῃ λόγον καὶ νὰ ἐξυμνήσῃ ἐπαξίως τὰ ἔργα τὰ θαυμαστὰ τῆς δυνάμεως τοῦ Κυρίου καὶ νὰ κάμῃ ἀκουστοὺς πάντας τοὺς ἁρμόζοντας ὕμνους εἰς αὐτόν;
- 3
μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
Κανείς. Δι’ αὐτὸ μακάριοι εἶναι ὅσοι τὸν ἀνυμνοῦν ἐμπράκτως διὰ τοῦ ἐναρέτου βίου των· μακάριοι εἶναι ὅσοι φυλάσσουν τὰ παραγγέλματα τῆς κρίσεως τοῦ Κυρίου καὶ πράττουν κατὰ πάντα χρόνον καὶ εἰς πᾶσαν εὐκαιρίαν πᾶν ὅ,τι εἶναι δίκαιον.
- 4
μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου
Ἐνθυμήσου καὶ ἠμᾶς, Κύριε, μὲ τὴν εὔνοιαν καὶ τὸ ἔλεος, μὲ τὰ ὁποῖα ἄλλοτε περιέβαλλες τὸν λαόν σου. Ἐπισκέφθητι ἡμᾶς ὄχι ὡς τιμωρός, ἀλλ' ὡς Σωτήρ, βοηθῶν καὶ σώζων ἡμᾶς,
- 5
τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
διὰ νὰ ἴδωμεν καὶ ἀπολαύσωμεν καὶ ἠμεῖς τὸ ἔλεος καὶ τὰς εὐεργεσίας, τὰς ὁποίας θὰ ἐκχύσῃς εἰς τοὺς ἔκλεκτούς σου, διὰ νὰ εὐφρανθῶμεν διὰ τὴν εὐφροσύνην τοῦ ἔθνους σου, διὰ νὰ καυχώμεθα καὶ ἐπαινούμεθα καὶ ἠμεῖς μετὰ τοῦ λαοῦ, ὁ ὁποῖος ἀποτελεῖ τὴν κληρονομίαν σου.
- 6
ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν.
Ἡμαρτήσαμεν μὲ τοὺς προπάτοράς μας, παρέβημεν τὸν νόμον σου καὶ διεπράξαμεν ἀδικήματα πολλά.
- 7
οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
Οἱ προπάτορές μας εἰς τὴν Αἴγυπτον δὲν κατενόησαν ποίαν ἀγαθότητα καὶ ποῖον πατρικὸν ἐνδιαφέρον ἐνέκλειον τὰ θαυμαστὰ καὶ ὑπερφυσικὰ ἔργα τῆς ὑπὲρ αὐτῶν ἐξαιρετικῆς προνοίας σου, καὶ δὲν ἐνεθυμήθησαν τὸ πλῆθος τῶν χαρίτων καὶ τοῦ ἐλέους, τὰ ὁποῖα ἐξέχυσας εἰς αὐτούς, ὥστε νὰ κινηθοῦν εἰς εὐγνωμοσύνην καὶ ἐμπιστοσύνην πρὸς σέ, ἀλλ’ ἐπανεστάτησαν καὶ ἐπίκραναν τὸν Ὕψιστον, ὅταν ἀνέβαιναν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
- 8
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
Καὶ ἔσωσεν αὐτοὺς διὰ νὰ δοξασθῇ τὸ ὄνομά του καὶ διὰ νὰ καταστήσῃ γνωστὴν εἰς τοὺς λαοὺς τὴν ἀκατανίκητον δύναμίν του.
- 9
καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ·
Καὶ διέταξεν αὐστηρῶς τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἐξηράνθη αὕτη καὶ οὕτως ὠδήγησεν αὐτοὺς διὰ τοῦ βυθοῦ καὶ τοῦ πυθμένος τῆς θαλάσσης ὡς ἐπὶ ξηρᾶς καὶ ἀμμώδους ἐρήμου.
- 10
καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν·
Καὶ ἔσωσεν αὐτοὺς ἀπὸ τὰς χεῖρας τῷ μισούντων αὐτοὺς διωκτῶν καὶ τοὺς ἐγλύτωσεν ἀπὸ τὰς χεῖρας τῶν ἐχθρῶν των.
- 11
ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
Ἐκάλυψε τὸ ὕδωρ τῆς θαλάσσης ἐκείνους, οἱ ὁποῖοι τοὺς κατεπίεζον καὶ τοὺς ἔθλιβον, καὶ ἐπνίγησαν ὅλοι, οὔτε ἕνας ἐξ αὐτῶν δὲν ἀπέμεινε ζωντανός.
- 12
καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.
Καὶ πρὸς ὤραν ἐπίστευσαν εἰς τοὺς λόγους τοῦ Κυρίου καὶ ἔψαλαν ἐν χορῷ τὴν αἴνεσιν καὶ τὸν ὕμνον αὐτοῦ.
- 13
ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
Πολὺ γρήγορα ὅμως ἐλησμόνησαν τὰ πρὸς προστασίαν αὐτῶν γενόμενα θαυμαστὰ ἔργα του, δὲν εἶχον ὑπομονὴν νὰ ἴδουν, τί ὁ Κύριος ἐσχεδίαζε περὶ αὐτῶν καὶ ποία ἦτο ἡ δι’ αὐτοὺς ἀγαθὴ βουλή του.
- 14
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.
Καὶ ἐκυριεύθησαν ἐν μέσῳ τῆς ἐρήμου ἀπὸ ἀκατάσχετον ἐπιθυμίαν τῶν ἐν Αἰγύπτῳ πράσων καὶ κρομμύων καὶ σκορόδων, καὶ ὑπέβαλον εἰς πειρασμὸν τὸν Θεὸν εἰς τόπον ἄνυδρον καὶ κατάξηρον, δοκιμάζοντες ἐὰν θὰ εἶχε τὴν δύναμιν νὰ τοὺς δώσῃ καὶ ἐκεῖ ὕδωρ.
- 15
καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.
Καὶ ἔδωκεν εἰς αὐτοὺς ἐκεῖνο ποὺ ἐζήτουν, καὶ ἐξαπέστειλε χορτασμὸν καὶ κορεσμὸν ἀπὸ νερὰ καὶ κρέατα πτηνῶν πρὸς ἰκανοποίησιν τῆς ἐπιθυμίας τῶν ψυχῶν των.
- 16
καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ, τὸν ᾿Ααρὼν τὸν ἅγιον Κυρίου·
Καὶ ἐξώργισαν τὸν Μωϋσῆν ἐν τῷ στρατοπέδῳ αὐτῶν καὶ τὸν Ἀαρών, τὸν ὁποῖον ὁ Θεὸς ἐξέλεξε καὶ ἐξεχώρισε διὰ τὴν ὑπηρεσίαν αὐτοῦ. Ἠξίωσαν πολλοὶ ἐξ αὐτῶν νὰ γίνουν καὶ αὐτοὶ ἱερεῖς τοῦ Κυρίου.
- 17
ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν ᾿Αβειρών·
Ἠνοίχθη ἡ γῆ ὡς μνῆμα βαθὺ καὶ κατέπιε τὸν Δαθὰν καὶ ἐκάλυψεν ὁλόκληρον τὴν συντροφιὰν τοῦ Ἀβειρών.
- 18
καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
Καὶ ἐξεπήδησε φωτιὰ ἐκεῖ ὅπου ἦσαν συνηγμένοι καὶ ἡ φλόγα της κατέκαυσε τοὺς ἀποστατήσαντας ἁμαρτωλούς.
- 19
καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσεκύνησαν τῷ γλυπτῷ.
Καὶ ἐποίησαν ὁμοίωμα χρυσοῦ μόσχου εἰς τὸ Χωρὴβ καὶ προσεκύνησαν τὸ γλυπτὸν τοῦτο ὡς Θεόν.
- 20
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.
Καὶ ἤλλαξαν τὸν ἀληθινὸν Θεὸν ποὺ ἦτο ἡ δόξα καὶ τὸ σέμνωμά των, μὲ εἴδωλον μόσχου ποὺ τρέφεται μὲ χόρτον.
- 21
καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σῴζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
Καὶ ἐλησμόνησαν τὸν Θεόν, ποὺ διαρκῶς τοὺς ἔσωζε, καὶ ὁ ὁποῖος διὰ νὰ τοὺς ἐλευθερώσῃ ἐποίησε μεγαλουργήματα ἐν τῇ Αἰγύπτῳ,
- 22
θαυμαστὰ ἐν γῇ Χάμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
θαυμαστὰ καὶ καταπληκτικὰ ἐν τῇ χώρᾳ τοῦ Χάμ, φοβερὰ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης.
- 23
καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.
Καὶ παρ’ ὀλίγον θὰ τοὺς ἐξωλόθρευεν, ἐὰν ὁ ἐκλεκτὸς αὐτοῦ Μωϋσῆς δὲν ἵστατο ἐνώπιον τοῦ Θεοῦ ἐν μέσῳ τῆς ἐξολοθρευτικῆς θραύσεως καὶ πληγῆς, διὰ νὰ ἀναχαιτίσῃ διὰ τῶν μεσιτειῶν του τὸν θυμὸν αὐτοῦ καὶ μὴ ἐξολοθρεύσῃ αὐτούς.
- 24
καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
Καὶ ὅταν οἱ δώδεκα κατάσκοποι ἀνήγγειλαν ὅσα εἶδον ἐν τῇ γῇ Χαναάν, ὠλιγοψύχησαν καὶ περιεφρόνησαν τὴν γῆν τῆς ἐπαγγελίας, τὴν τόσον ποθητήν. Δὲν ἔδωκαν ἐμπιστοσύνην καὶ πίστιν εἰς τὸν λόγον καὶ τὴν ὑπόσχεσίν του, ὅτι ἡ γῆ αὐτὴ θὰ τοὺς ἐδίδετο ὡς κληρονομία.
- 25
καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.
Καὶ ἐγόγγυσαν μέσα εἰς τὰς σκηνάς των, δὲν ὑπήκουσαν οὔτε ἔδωκαν προσοχὴν εἰς ὅσα ὁ Κύριος τοὺς εἶχεν εἴπει.
- 26
καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτοὺς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ
Καὶ ἐσήκωσε δι' αὐτοὺς τὴν χεῖρα του καὶ ὡρκίσθη νὰ τοὺς ρίψῃ κάτω εἰς τὴν ἔρημον νεκρούς,
- 27
καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
καὶ να ρίψῃ τοὺς ἀπογόνους των τεταπεινωμένους μεταξὺ τῶν ἐθνῶν καὶ νὰ τοὺς διασκορπίσῃ εἰς τὰς ξένας χώρας.
- 28
καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν·
Καὶ ἔλαβαν μέρος εἰς τὰς αἰσχρὰς καὶ ὀργιώδεις τελετὰς τοῦ θεοῦ τῶν Μωαβιτῶν Βεελφεγὼρ καὶ ἔφαγον θυσίας, αἱ ὁποῖαι εἶχον προσφερθῆ εἰς θεοὺς νεκροὺς καὶ εἰς εἴδωλα ἄψυχα.
- 29
καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.
Καὶ προεκάλεσαν καὶ παρώργισαν τὸν Θεὸν μὲ τὰς αἰσχρουργίας καὶ τὰ ὅσα πρὸς ἰκανοποίησιν τῶν σαρκικῶν ἐπιθυμιῶν των ἐπετήδευον, καὶ ἀπὸ τὴν θεομηνίαν ποὺ ἐξέσπασε μεταξὺ αὐτῶν πλῆθος πολὺ ἀπὸ αὐτοὺς ἔπεσαν νεκροί.
- 30
καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις·
Καὶ ἐστάθη πλήρης ζήλου ὁ Φινεὲς καὶ διεπέρασε μὲ τὸ δόρυ του τὸν Ἰσραηλίτην Ζαμβρῆν καὶ τὴν μετ’ αὐτοῦ ἁμαρτάνουσαν Μωαβίτιδα, οὕτω δὲ ἐξιλέωσε τὴν ὀργὴν τοῦ Κυρίου καὶ κατέπαυσε η θραῦσις καὶ ἡ πληγὴ τοῦ θανάτου.
- 31
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.
Καὶ ἐλογαριάσθη εἰς αὐτὸν ἡ πρᾶξις του αὐτὴ ὡς ἀρετή, ἐξυμνουμένη εἰς πάσας τὰς γενεᾶς μέχρις αἰωνιότητος.
- 32
καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας καὶ ἐκακώθη Μωυσῆς δι᾿ αὐτούς,
Καὶ παρώργισαν τὸν Θεὸν ἐν Μεριβᾶ ἐπὶ τοῦ ὕδατος τοῦ γογγυσμοῦ τῶν καὶ δι’ αὐτοὺς ἔπαθεν ὁ Μωϋσῆς κακόν, ἀποκλεισθεὶς τοῦ νὰ ἴδῃ καὶ κατακυριεύσῃ αὐτὸς τὴν Χαναάν.
- 33
ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.
Διότι παρεπίκραναν ἐκεῖνοι τὸ πνεῦμα τοῦ Θεοῦ καὶ παρασυρθεὶς ὁ Μωϋσῆς πρὸς στιγμὴν ἀπὸ τὴν δυστροπίαν καὶ ἀπιστίαν των ὡμίλησε μὲ τὰ χείλη αὐτοῦ διστακτικῶς καὶ ὀλιγοπίστως.
- 34
οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς,
Δὲν ἐξωλόθρευσαν τὰ ἔθνη, τὰ ὁποῖα διέταξεν αὐτοὺς ὁ Κύριος νὰ ἐξοντώσουν μετὰ τὴν ἐγκατάστασίν των εἰς τὴν γῆν Χαναάν.
- 35
καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
Καὶ συνῆψαν συνοικέσια παράνομα καὶ συνανεμίχθησαν οὕτω μετὰ τῶν ἐθνικῶν καὶ ἔμαθον νὰ πράττουν καὶ αὐτοὶ τὰ ἔργα τούτων.
- 36
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
Καὶ ἔκλιναν γόνυ δουλικὸν ἐνώπιον τῶν γλυπτῶν καὶ εἰδώλων τῶν ἐθνῶν τούτων καὶ ἐλάτρευον αὐτά, καὶ ἔγινε τοῦτο εἰς αὐτοὺς αἰτία νὰ ὀλισθήσουν καὶ πέσουν εἰς μεγάλα κακά.
- 37
καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις
Καὶ ἐθυσίασαν τοὺς υἱούς των καὶ τὰς θυγατέρας τών εἰς τὰ δαιμόνια καὶ τὰ εἴδωλα τῶν Ἀσσυρίων.
- 38
καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι
Καὶ ἔχυσαν αἷμα ἀθῶον, τὸ αἷμα τῶν υἱῶν των καὶ τῶν θυγατέρων των, τοὺς ὁποίους ἐθυσίασαν εἰς τὰ γλυπτὰ εἴδωλα τῶν Χαναναίων καὶ ἡ ἁγία γῆ μὲ τὰ αἵματα ἐκεῖνα, ποὺ ἐχύθησαν εἰς αὐτήν, ἐγέμισεν ἀπὸ φόνους,
- 39
καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
καὶ ἐμολύνθη μὲ τὰ ἀπεχθῆ ἔργα των καὶ ἀποστατήσαντες αὐτοὶ ἀπὸ τὸν οὐράνιον Νυμφίον, ἐπόρνευσαν συνδεθέντες πρὸς τὸν σατανᾶν διὰ τῶν ἁμαρτωλῶν ἔργων, τὰ ὁποῖα προκόπτοντες εἰς τὸ κακὸν διέπραξαν.
- 40
καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
Καὶ ὠργίσθη ὑπερβαλλόντως ὁ Κύριος κατὰ τοῦ λαοῦ του καὶ ἀηδίασε τὴν κληρονομίαν του.
- 41
καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς.
Καὶ τοὺς παρέδωκεν ὑποδούλους εἰς τὰς χεῖρας καὶ τὴν ἐξουσίαν τῶν ἐχθρῶν καὶ ἐγένοντο κύριοι καὶ ἐξουσιασταί των ἐκεῖνοι ποὺ τοὺς ἐμίσουν.
- 42
καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
Καὶ τοὺς κατεπίεσαν οἱ ἐχθροί των καὶ περιῆλθον εἰς μέγαν ἐξευτελισμὸν καὶ ταπείνωσιν ὑπὸ τὰς χεῖρας καὶ τὴν ἐξουσίαν των.
- 43
πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
Πλειστάκις τοὺς ἐγλύτωσεν, αὐτοὶ ὅμως τὸν παρεπίκραναν μὲ τὴν διεστραμμένην θέλησίν των καὶ τὰς ἐσκεμμένως διαπραττομένας ἁμαρτίας των καὶ δι’ αὐτὸ ἕνεκα τῶν παρανομιῶν των ἐταπεινώθησαν καὶ κατήντησαν εἰς ἐξευτελισμόν.
- 44
καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
Καὶ ἔρριψε σπλαγχνικὸν τὸ βλέμμα του ὁ Κύριος εἰς αὐτούς, ὅταν οὗτοι ἐθλίβοντο καὶ κατεπιέζοντο ὑπὸ τῶν ἐχθρῶν εἰς καιρὸν ποὺ εἱσήκουσε τὴν δέησίν των.
- 45
καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
Καὶ ἐνεθυμήθη ὁ Κύριος τὴν διαθήκην, τὴν ὁποίαν συνῆψε μὲ τοὺς Πατριάρχας, καὶ μετεμελήθη σύμφωνα μὲ τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὰ πολλὰ ἐλέη του.
- 46
καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.
Καὶ διήγειρεν οἶκτον εἰς τὰς καρδίας τῶν αἰχμαλωτισάντων αὐτοὺς καὶ τοὺς κατέστησε συμπαθεῖς ἀπέναντι τούτων.
- 47
σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
Σῶσον μας, Κύριε καὶ Θεέ μας, καὶ συνάθροισέ μας πάλιν εἰς τὴν πατρίδα μας ἀπὸ τὴν εἰς τὰ ἔθνη σημερινὴν διασποράν, διὰ νὰ δοξολογήσωμεν τὸ ὄνομά σου τὸ ἅγιον καὶ διὰ νὰ ἔχωμεν καύχημα καὶ ἐγκαλλώπισμα τὸ ὅτι σὲ λατρεύομεν καὶ σὲ ἀνυμνοῦμεν.
- 48
εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο.
Εἶναι ἄξιος νὰ ὑμνῆται καὶ νὰ εὐλογῆται ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀπὸ τώρα καὶ πάντοτε καὶ μέχρι τῆς ἀτελευτήτου διαδοχῆς τῶν αἰώνων. Καὶ ἂς ἀπαντήσῃ ὅλος ὁ λαὸς ἐπισφραγίζων τὴν εὐλογίαν καὶ τὸν ὕμνον τοῦτον: Γένοιτο, γένοιτο.
