Ψαλμός 104
- 1
(Μασ. 105) ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ·
Δοξολογεῖτε μετ' εὐγνωμοσύνης τὸν Κύριον καὶ ἐπικαλεῖσθε μετ’ ἐπευφημιῶν τὸ ὄνομα αὐτοῦ, γνωστοποιήσατε εἰς τὰ ἔθνη τὰ ἔργα του, ἵνα καὶ αὐτὰ γνωρίσουν τὸν ἀληθινὸν Θεόν.
- 2
ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
Μελωδήσατε μὲ τὴν φωνήν σας ὕμνον εἰς αὐτὸν καὶ ψάλατε μουσικὰς ἁρμονίας πρὸς τιμήν του, διηγήθητε ἅλα τὰ προκαλοῦντα θαυμασμὸν ἔργα του.
- 3
ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον·
Μὴ παύετε νὰ καυχάσθε διὰ τὸ ἅγιον ὄνομά του ἐγκαλλωπιζόμενοι ὅτι τοιοῦτον ἔχετε Θεὸν καὶ αὐτὸς εἶναι ὁ Προστάτης σας· ἂς εὐφρανθῇ ἡ καρδία ἐκείνων, οἱ ὁποῖοι ζητοῦν τὸν Κύριον, πληροφορουμένη τὰ ὅσα ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν ἐποίησε θαυμαστά.
- 4
ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.
Ζητήσατε τὸν Κύριον καὶ ἀντλήσατε θάρρος καὶ κραταιὰν ἐνίσχυσιν, ζητήσατε ἀπαύστως τὸ πρόσωπόν του καὶ τὴν περιφανῆ ἐπίσκεψιν τῆς προστασίας καὶ συμμαχίας του.
- 5
μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ,
Ἐνθυμηθῆτε τὰ θαυμάσιά του, τὰ ὁποῖα ἐποίησε, τὰ καταπληκτικὰ καὶ πᾶσαν δύναμιν ὑπερβαίνοντα ὑπερφυσικὰ ἔργα του καὶ τὰς δικαίας κρίσεις καὶ ἀποφάσεις τοῦ στόματός του κατὰ τῶν ἀπειθούντων.
- 6
σπέρμα ῾Αβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ ᾿Ιακὼβ ἐκλεκτοὶ αὐτοῦ.
Ἐνθυμηθῆτε ταῦτα σεῖς, ὦ ἀπόγονοι τοῦ Ἀβραάμ, δοῦλοι τοῦ Θεοῦ, ὦ ἀπόγονοι τοῦ Ἰακώβ, ποὺ σᾶς ἐξέλεξεν ὡς λαόν του.
- 7
αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
Αὐτὸς ὁ Κύριος τοῦ παντὸς εἶναι ὁ Θεός μας, τοῦ ὁποίου αἱ δίκαιαι κρίσεις καὶ ἀποφάσεις ἐνεργοῦνται καὶ κυριαρχοῦν ἐν πάσῃ τῇ γῇ.
- 8
ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς,
Ἐνεθυμήθη εἰς τὸν αἰῶνα τὴν διαθήκην του, χωρίς ποτὲ νὰ λησμονήσῃ αὐτὴν καὶ ἐξετέλεσεν αὐτὴν πιστῶς· ἐνεθυμήθη πάντοτε τὴν ὑπόσχεσιν καὶ τὸν λόγον, ὁ ὁποῖος ὡς ἀπαράβατος νόμος καὶ ἐντολὴ θὰ ἐτηρεῖτο καὶ θὰ ἐπραγματοποιεῖτο εἰς πολλὰς διὰ μέσου τῶν αἰώνων γενεὰς
- 9
ὃν διέθετο τῷ ῾Αβραάμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ ᾿Ισαὰκ
καὶ τὸν ὁποῖον ὑπεσχέθη εἰς τὸν Ἀβραὰμ καὶ ἐνόρκως ἐβεβαίωσεν εἰς τὸν Ἰσαὰκ
- 10
καὶ ἔστησεν αὐτὸν τῷ ᾿Ιακὼβ εἰς πρόσταγμα καὶ τῷ ᾿Ισραὴλ εἰς διαθήκην αἰώνιον
καὶ ἔστησεν ἀμετακινήτως τὸν λόγον αὐτὸν ὡς ἀπαράβατον διάταγμά του ὑπὲρ τοῦ Ἰακὼβ καὶ ὡς αἰωνίαν διαθήκην του ὑπὲρ τοῦ Ἰσραὴλ
- 11
λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν.
λέγων θὰ δώσω εἰς σὲ τὴν γῆν Χαναὰν κληρονομίαν σας καταμετρημένην διὰ γεωμετρικοῦ σχοινίου.
- 12
ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
Καὶ ἔδωκε τὴν ὑπόσχεσίν του ταύτην, ὅταν ἦσαν κατὰ τὸν ἀριθμὸν ὀλίγοι, ἐλάχιστοι καὶ ὅταν κατῴκουν ὡς ξένοι καὶ μετανάσται ἐν τῇ γῇ ταύτῃ.
- 13
καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.
Καὶ ἀλλάσσοντες συχνὰ κατοικίαν καὶ διαμονὴν μετηνάστευσαν οἱ Πατριάρχαι ἀπὸ ἓν ἔθνος εἰς ἄλλο καὶ ἀπὸ τοῦτο τὸ βασίλειον εἰς ἄλλον λαόν.
- 14
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς·
Καὶ μολονότι ἔζων διαρκῶς ὡς ξένοι μεταξὺ ἀγνώστων, δὲν ἐπέτρεψεν εἰς ἄνθρωπον νὰ τοὺς ἀδικήσῃ ἢ ὁπωσδήποτε νὰ τοὺς βλάψῃ, καὶ πρὸς προστασίαν των ἐπετίμησε καὶ ἤλεγξε βασιλεῖς, τὸν Φαραώ, τὸν Ἀβιμέλεχ καὶ λοιπούς, πρὸς τοὺς ὁποίους εἶπε·
- 15
μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
Μὴ ἐγγίσετε αὐτούς οἱ ὁποῖοι εἶναι ἀφωσιωμένοι εἰς ἐμὲ καὶ διὰ τοῦτο θεωρῶ τούτους ὡς χρισθέντας ὑπ’ ἐμοῦ, καὶ μὴ σκέπτεσθε πονηρὰ καὶ κακὰ κατ’ αὐτῶν, οἱ ὁποῖοι λόγῳ τῶν πρὸς αὐτοὺς ἀποκαλύψεών μου καὶ τῶν μετ’ αὐτῶν συνδιαλέξεών μου εἶναι προφῆται μου.
- 16
καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν·
Καὶ προεκάλεσε πεῖναν καὶ στέρησιν σίτου ἐπὶ τῆς γῆς, καὶ πᾶσαν προμήθειαν ἄρτου, ὁ ὁποῖος στηρίζει τὴν σωματικὴν δύναμιν τῶν ἀνθρώπων, συνέτριψε καὶ ἐξηφάνισε.
- 17
ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη ᾿Ιωσήφ.
Ἀπέστειλε πρὸ αὐτῶν εἰς τὴν Αἴγυπτον ἄνθρωπον, ἐπωλήθη ὡς δοῦλος ὁ Ἰωσήφ.
- 18
ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ
Ἔδεσαν ταπεινωτικῶς μὲ σιδηρᾶ δεσμὰ τοὺς πόδας του, ὅταν τὸν ἔρριπταν εἰς τὴν φυλακήν, ἀπὸ τὴν ὀδύνην καὶ ἀγωνίαν τῶν σιδηρῶν ἁλύσεων, μὲ τὰς ὁποίας τὸν περιέβαλαν, ἐπέρασεν ἡ ψυχή του.
- 19
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν.
Καὶ ὑπέμεινε τὰς βασάνους αὐτοῦ καρτερικῶς, μέχρις ὅτου ἔλθῃ ἡ πραγματοποίησις καὶ ἐπαλήθευσις τοῦ λόγου, διὰ τοῦ ὁποίου προελέγετο ἡ ἀνύψωσις αὐτοῦ. Αὐτὸ δὲ τὸ λόγιον καὶ ἡ ὑπόσχεσις τοῦ Κυρίου, τῆς ὁποίας τὴν μετὰ πολλὰ ἔτη καὶ δοκιμασίας ἐπαλήθευσιν μετ’ ἐγκαρτερήσεως καὶ ἐλπίδος πολλῆς ἀνέμενε, κατέστησεν αὐτὸν δόκιμον, ὡς ἐν καμίνῳ πυρὸς δοκιμασθέντα.
- 20
ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν.
Ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἔλυσεν αὐτὸν ἐκ τῶν δεσμῶν τῆς φυλακῆς, ὁ ἄρχων τοῦ αἰγυπτιακοῦ λαοῦ Φαραὼ ἀπέστειλε καὶ ἀφῆκεν αὐτὸν ἐλεύθερον.
- 21
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
Ἐγκατέστησεν αὐτὸν κύριον ἐπὶ τοῦ οἴκου του καὶ ἄρχοντα διαχειριζόμενον μετ’ ἐξουσίας ὅλα τὰ κτήματά του.
- 22
τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.
Καὶ ἔδωκεν ὁ Φαραὼ τὸ ἀξίωμα τοῦτο εἰς τὸν Ἰωσήφ, διὰ νὰ παιδαγωγήσῃ καὶ καταρτίσῃ οὗτος τοὺς ἄρχοντας τοῦ βασιλέως σὰν τὸν ἑαυτόν του καὶ διὰ να διδάξῃ τοὺς πρεσβυτέρους αὐτοῦ τὴν πολιτικὴν σοφίαν του.
- 23
καὶ εἰσῆλθεν ᾿Ισραὴλ εἰς Αἴγυπτον, καὶ ᾿Ιακὼβ παρῴκησεν ἐν γῇ Χάμ.
Καὶ ἀκολούθως εἰσῆλθεν ὁ εὐλογημένος πατριάρχης Ἰσραὴλ εἰς τὴν Αἴγυπτον, καὶ ὁ Ἰακὼβ ἐγκατεστάθη προσωρινῶς εἰς τὴν χώραν τοῦ Χάμ, πρώτου οἰκιστοῦ τῆς Αἰγύπτου.
- 24
καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.
Καὶ ηὔξησεν ὁ Θεὸς τὸν λαόν του μεγάλως καὶ κατέστησεν αὐτὸν ἰσχυρότερον καὶ κραταιότερον ἀπὸ τοὺς ἐχθρούς του.
- 25
μετέστρεψε τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
Καὶ ἐπέτρεψε νὰ μεταστροφῇ ἡ καρδία τοῦ νέου βασιλέως, ὥστε νὰ μισήσῃ τὸν λαὸν τοῦ Κυρίου καὶ νὰ χρησιμοποιῇ δόλια μέσα πρὸς ἐξόντωσιν τῶν δούλων του.
- 26
ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, ᾿Ααρών, ὃν ἐξελέξατο ἑαυτῷ.
Ἀλλ’ ὁ Θεὸς ἐξαπέστειλε τὸν Μωϋσῆν τὸν δοῦλον του, καὶ τὸν Ἀαρὼν τὸν ὁποῖον ἐξέλεξε δι’ ἑαυτὸν καὶ τὴν λατρείαν του.
- 27
ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.
Μετέδωκε καὶ ἔθεσεν εἰς αὐτοὺς τὴν δύναμιν πρὸς πραγματοποίησιν τῶν λόγων, διὰ τῶν ὁποίων θὰ συνετελοῦντο τὰ σημεῖα του καὶ τὰ καταπληκτικὰ θαύματά του ἐν τῇ χώρᾳ Χάμ.
- 28
ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ·
Ἐξαπέστειλε σκότος καὶ ἐσκότισε τὴν χώραν των ἐπὶ τρεῖς ἡμέρας, διότι ἀντέστησαν εἰς τοὺς λόγους του καὶ παρώργισαν αὐτόν.
- 29
μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.
Μετέβαλε τὰ ὕδατά των εἰς αἷμα καὶ ἐθανάτωσε τοὺς ἰχθύας ποὺ ἐκινοῦντο ἐντὸς αὐτῶν.
- 30
ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν.
Ἐξήγαγεν ἡ χώρα των ἔρποντας βατράχους εἰς τόσον πλῆθος, ὥστε εἰσεχώρησαν οὗτοι καὶ εἰς αὐτὰ τὰ βασιλικὰ ταμεῖα καὶ δωμάτια.
- 31
εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
Εἶπεν ὁ Κύριος καὶ ἦλθε μυῖα ἄγρια καὶ ἐπιθετικὴ καὶ σκνῖπες ἐφ’ ὅλων τῶν ὁρίων των.
- 32
ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν,
Μετέτρεψε τὰς βροχάς, ποὺ ἐπερίμεναν διὰ τὰ σπαρτά των, εἰς χάλαζαν, καὶ ἔπεμψε πῦρ κεραυνῶν, τὸ ὁποῖον κατέκαιε ἐν τῇ χώρᾳ των πᾶσαν καλλιέργειαν καὶ φυτείαν.
- 33
καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.
Καὶ ἐπάταξεν τὰς ἀμπέλους των καὶ τὰς συκᾶς των καὶ συνέτριψε κάθε δένδρον εὑρισκόμενον εἰς τὰ ὄριά των.
- 34
εἶπε καὶ ἦλθεν ἀκρίς, καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός,
Διέταξε καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος ἀναρίθμητα εἰς πλῆθος
- 35
καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν.
καὶ κατέφαγε πᾶσαν τὴν χλόην εἰς τὴν χώραν των καὶ κατέφαγεν ὅλον τὸν καρπὸν τῆς καλλιεργημένης ὑπ’ αὐτῶν γῆς.
- 36
καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.
Καὶ ἐπάταξε διὰ θανάτου κάθε πρωτότοκον ἐν τῇ χώρᾳ των, πρώτην τεκνοποίησιν κάθε τοκετοῦ καὶ κοιλοπόνου ἀνθρώπων καὶ ζώων.
- 37
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.
Καὶ ἐξήγαγεν αὐτοὺς ἀπὸ τὴν χώραν τῆς δουλείας με ἀργύριον καὶ μὲ χρυσίον, τὸ ὁποῖον ἔλαβον ἀπὸ τοὺς Αἰγυπτίους, καὶ δὲν ἦτο κατὰ τὴν ὥραν τῆς ἐξόδου μεταξὺ τῶν φυλῶν των κανεὶς ἀσθενής, μὴ δυνάμενος να ὁδοιπορήσῃ καὶ νὰ ἐξέλθῃ μετὰ τῶν ὁμοεθνῶν του ἀπὸ τὴν χώραν τῆς δουλείας.
- 38
εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾿ αὐτούς.
Ἀνεκουφίσθησαν καὶ ἐχάρησαν οἱ Αἰγύπτιοι διὰ τὴν ἔξοδόν των, διότι λόγῳ τῶν ἀλλεπαλλήλων πληγῶν ὁ ἐκ τῶν Ἰσραηλιτῶν φόβος εἶχεν ἐπιπέσει ἐπ’ αὐτῶν καὶ ἔτρεμον, μήπως καὶ ἄλλα κακὰ καὶ πληγὰς ὑποστῶσι.
- 39
διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.
Ἐξήπλωσεν ὁ Κύριος νεφέλην, διὰ νὰ σκέπῃ καὶ σκιάζῃ προστατευτικῶς αὐτοὺς κατὰ τὴν ἡμέραν καὶ στῦλον πυρός, διὰ να φωτίζῃ αὐτοὺς κατὰ τὴν νύκτα.
- 40
ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς·
Ἐζήτησαν νὰ φάγουν κρέας καὶ ἦλθε πλῆθος πτηνῶν τοῦ εἴδους ποὺ καλεῖται ὀρτυγομήτρα, ἐπὶ πλέον δὲ καὶ μὲ ἄρτον ποὺ ἔπιπτεν ἐξ οὐρανοῦ τοὺς ἐχόρτασε.
- 41
διέρρηξε πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
Ἔσχισεν ἄγονον καὶ ξηρὸν βράχον καὶ ἔρρευσαν ἄφθονα νερά, μέσα εἰς ἀνύδρους τόπους ἐξεχύθησαν καὶ διήνοιξαν τὰς κοίτας των ποταμοί.
- 42
ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς ῾Αβραὰμ τὸν δοῦλον αὐτοῦ
Καὶ ἐνήργησεν ὁ Κύριος τὰ θαύματα ταῦτα ὑπὲρ τοῦ λαοῦ του, διότι ἐνεθυμήθη τὸν ἅγιον λόγον του καὶ τὴν ἱερὰν ὑπόσχεσίν του, τὸν ὁποῖον εἶπε πρὸς Ἀβραὰμ τὸν δοῦλον του.
- 43
καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
Καὶ ἐξήγαγε τὸν λαόν του ἐκ τῆς χώρας τῆς δουλείας μὲ ἀγαλλίασιν καὶ χαρὰν μεγάλην, καὶ αὐτοὺς ποὺ ἐξέλεξεν ἀπὸ τὰ ἄλλα ἔθνη ὡς ἰδικόν του ἔθνος ὠδήγησε σκιρτώντας καὶ εὐφραινομένους πρὸς κατάκτησιν τῆς γῆς τῆς ἐπαγγελίας.
- 44
καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν,
Καὶ ἔδωκεν εἰς αὐτοὺς χώρας κατεχομένας ἀπὸ ἔθνη εἰδωλολατρικά, καὶ πολυχρονίους κόπους λαῶν ὁλοκλήρων ἐκληρονόμησαν αὐτοὶ ὡς κατάκτησιν μόνιμον καὶ ἀσφαλῆ.
- 45
ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
Καὶ ἐπέδειξεν ὁ Θεὸς εἰς τοὺς Ἰσραηλίτας τὴν θαυμαστὴν ταύτην προστασίαν του, ἵνα, ὅπως αὐτὸς ἐτήρησε τὰς πρὸς αὐτοὺς ὑποσχέσεις του, οὕτω καὶ αὐτοὶ φυλάξουν τὰς ἐντολάς, τῶν ὁποίων τὴν τήρησιν δικαιωματικῶς ἄξιοι ἀπὸ τὸν καθένα μας ὁ Κύριος, καὶ ἶνα ζητήσουν μὲ ὅλην των τὴν θέλησιν τὴν ἀκριβῆ ἐφαρμογὴν τοῦ νόμου του.
