Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 106

43 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    (Μασ. 107) ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

    Υμνεῖτε καὶ δοξολογεῖτε τὸν Κύριον, διότι εἶναι ἀγαθὸς καὶ εὐεργετικός, διότι τὸ ἔλεός του εἶναι ἀνεξάντλητον καὶ μένει ἄστείρευτον αἰωνίως.

  2. 2

    εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.

    Ἂς τὸ εἴπουν καὶ ἂς τὸ διακηρύξουν αὐτοὶ ποὺ ἔχουν ἐλευθερωθῆ ὑπὸ τοῦ Κυρίου ἀπὸ τὴν βαβυλωνιακὴν αἰχμαλωσίαν, αὐτοὶ ποὺ τοὺς ἐλύτρωσεν ἀπὸ τὴν χεῖρα καὶ τὴν ἐξουσίαν τοῦ ἐχθροῦ, καὶ ἀπὸ τὰς διαφόρους χώρας, εἰς τὰς ὁποίας εἶχον διασπαρῇ, τοὺς συνήθροισε πάλιν εἰς τὴν πατρίδα των,

  3. 3

    ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης.

    ἐξ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου.

  4. 4

    ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον,

    Ἀπεπλανήθησαν εἰς τὴν ἔρημον, εἰς γῆν ποὺ ἐστερεῖτο ὕδωρ, δὲν εὗρον δρόμον, ποὺ θὰ τοὺς ὡδηγεῖ εἰς πόλιν κατοικουμένην, ἔνθα θὰ εὕρισκον στέγην καὶ τροφήν.

  5. 5

    πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε·

    Διετέλουν πεινῶντες καὶ διψῶντες· ἡ ζωή των μέσα των ἐκινδύνευε νὰ σβήσῃ.

  6. 6

    καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτοὺς

    Καὶ ὅταν ἐθλίβοντο, ἐβόησαν μετὰ προσευχῆς θερμῆς πρὸς τὸν Κύριον, καὶ τοὺς ἐγλύτωσεν ἀπὸ τὰς ἀνάγκας των.

  7. 7

    καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.

    Καὶ τοὺς ὠδήγησεν εἰς ἴσιον δρόμον διὰ νὰ πορευθοῦν εἰς πόλιν ἥτις κατῳκεῖτο.

  8. 8

    ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

    Ἂς δοξολογήσουν τὸν Κύριον διὰ τὰ σωτήρια ἐλέη του, καὶ ἂς διακηρύξουν τὰς θαυμασίας του λυτρώσεις εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων.

  9. 9

    ὅτι ἐχόρτασε ψυχὴν κενὴν καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.

    Διότι ἐχόρτασε ψυχὴν ποὺ ἦτο ἐξηντλημένη ἀπὸ τὴν στέρησιν, καὶ ἐγέμισεν ἀπὸ ἀγαθὰ ψυχὴν ποὺ ὑπέφερεν ἀπὸ πεῖναν.

  10. 10

    καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ,

    Τοὺς ἔβλεπαν να κάθηνται μέσα εἰς σκοτεινὴν φυλακὴν καὶ εἰς δεσμωτήριον ὅπου ἐπλανᾶτο ἡ σκιὰ τοῦ θανάτου καὶ τὸ ὁποῖον δὲν διέφερε πολὺ ἀπὸ βρωμερὸν καὶ ὀλέθριον τάφον· νὰ εἶναι δεμένοι μὲ τὰς στερήσεις τῆς πτωχείας καὶ μὲ σιδηρᾶς ἁλύσεις δικαίως τιμωρούμενοι διὰ τὰ ὅσα εἶχον πράξει.

  11. 11

    ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ῾Υψίστου παρώξυναν,

    Διότι διὰ τῆς περιφρονήσεως τῶν λόγων τοῦ Θεοῦ τὸν παρεπίκραναν καὶ διὰ τῆς ἀντιστρατεύσεώς των εἰς τὴν βουλὴν καὶ τὰ ἀγαθὰ σχέδια τοῦ Ὑψίστου τὸν παρώργισαν.

  12. 12

    καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν·

    Καὶ ἀπὸ τοὺς πολλοὺς κόπους τῆς δουλείας ἐταπεινώθη καὶ ἔχασε κάθε ἐλπίδα καὶ θάρρος ἡ καρδία των, ἐξηντλήθησαν καὶ παρέλυσαν, καὶ δὲν ὑπῆρχε κανεὶς νὰ τοὺς βοηθήσῃ.

  13. 13

    καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς

    Καὶ ἐβόησαν διὰ θερμῆς προσευχῆς εἰς τὸν Κύριον, καθ’ ὃν χρόνον ἐθλίβοντο, καὶ ἔσωσεν αὐτοὺς ἀπὸ τὰς ἀνάγκας των.

  14. 14

    καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.

    Καὶ τοὺς ἔβγαλεν ἔξω ἀπὸ τὴν σκοτεινὴν φυλακὴν καὶ τὸ δεσμωτήριον ποὺ δὲν διέφερεν ἀπὸ τάφον καὶ ἔθραυσε τὰ σιδηρᾶ δεσμά των.

  15. 15

    ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,

    Ἂς δοξολογήσουν τὸν Κύριον διὰ τὰ σωτήρια ἐλέη του καὶ ἂς διακηρύξουν τὰς θαυμασίας λυτρώσεις του εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων,

  16. 16

    ὅτι συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.

    διότι συνέτριψε τὰς χαλκίνας πύλας τῆς φυλακῆς των καὶ ἔθραυσε τοὺς μοχλοὺς τοὺς σιδηροῦς, μὲ τοὺς ὁποίους αὐταὶ ἐτηροῦντο κατάκλειστοι, ὥστε κανεὶς ἄνθρωπος νὰ μὴ δύναται να τὰς παραβιάσῃ.

  17. 17

    ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν·

    Τοὺς ἐβοήθησε καὶ καθ’ ὃν χρόνον ἡμάρτανον διὰ τῆς πανισχύρου του χειρὸς τοὺς ἀνέσυρεν ἀπὸ τὸν δρόμον τῆς ἀνομίας των, διότι ἐξ αἰτίας τῶν ἀνομιῶν των κατήντησαν εἰς τοιαύτην ταπείνωσιν.

  18. 18

    πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου·

    Ἔγιναν ὅμοιοι πρὸς ἀρρώστους, οἱ ὁποῖοι κατελήφθησαν ἀπὸ ἀνορεξίαν καὶ ἀηδίασεν ἡ ψυχή των κάθε φαγητόν. Καὶ ἐπλησίασαν ἕως τὰς πύλας τοῦ θανάτου καὶ ὀλίγον ἔλειψε νὰ ἀποθάνουν.

  19. 19

    καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,

    Καὶ ἐβόησαν διὰ τῆς προσευχῆς των πρὸς τὸν Κύριον, καθ’ ὃν χρόνον οὗτοι ἐθλίβοντο, καὶ ἔσωσεν αὐτοὺς ἀπὸ τὰς ἀνάγκας των.

  20. 20

    ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

    Ἀπέστειλε τὸν ζῶντα καὶ πανίσχυρον λόγον του καὶ τοὺς ἰάτρευσε καὶ ἔσωσεν αὐτοὺς ἀπὸ τὰ κακὰ ποὺ τοὺς ἔφθειρον καὶ τοὺς ἔλυωναν.

  21. 21

    ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων

    Ἂς δοξολογήσουν τὸν Κύριον διὰ τὰ σωτήρια ἐλέη του καὶ ἂς διακηρύξουν τὰς θαυμασίας λυτρώσεις του εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων.

  22. 22

    καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

    Καὶ ἂς θυσιάσουν εἰς αὐτὸν θυσίαν ὕμνου καὶ εὐχαριστιῶν, καὶ ἂς ἐξαγγείλουν ἀφηγούμενοι μετ’ εὐγνώμονος χαρᾶς καὶ ἀγαλλιάσεως τὰ ἔργα τῆς δυνάμεώς του.

  23. 23

    οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,

    Εἶδον καὶ οἱ Ἰουδαῖοι εἰς τὴν θάλασσαν τῶν συμφορῶν των τὴν δύναμιν τοῦ Θεοῦ νὰ ἐκδηλοῦται πρὸς προστασίαν τῶν θαυμαστῶς, ὅπως καὶ οἱ διαπλέοντες τὴν θάλασσαν μὲ πλοῖα καὶ διασχίζοντες πελάγη μεγάλα πρὸς ἐπιτέλεσιν ἔργων μεταφορᾶς.

  24. 24

    αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.

    24 Αὐτοὶ εἶδον τὰ ἔργα τοῦ Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βαθεῖ πόντῳ, πῶς ἐξαίφνης ὁ Κύριος διεγείρει σφοδρὰς τρικυμίας καὶ πῶς καταπραΰνει αὐτὰς καὶ πῶς ἐν μέσῳ τεραστίων κυμάτων κινδυνεύοντας σώζει αὐτούς.

  25. 25

    εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς·

    25 Διέταξεν αὐτός· καὶ ἐσηκώθη ἀσυγκράτητος ἄνεμος σφοδρὸς ἀγρίας καταιγίδος καὶ ὑψώθησαν τεράστια τὰ κύματα τῆς θαλάσσης.

  26. 26

    ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο·

    26 Ἀναβαίνουν μὲ τὸ πλοῖον των συρόμενον ὑπὸ τῶν κυμάτων μέχρι τῶν νεφῶν τοῦ οὐρανοῦ καὶ καταβαίνουν μέχρι τοῦ βάθους τῶν θαλασσίων ἀβύσσων· ἡ ψυχή των ἀπὸ τὰ κακὰ τοῦ φόβου καὶ τῆς ἀγωνίας, τὰ ὁποῖα τοὺς προεκάλει ὁ τρομερὸς κίνδυνος τοῦ ναυαγίου, ἐτήκετο σὰν κηρὸς καὶ παρέλυε.

  27. 27

    ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη·

    27 Ἐταράχθησαν, ἐζαλίσθησαν ἀπὸ τὴν τρικυμίαν καὶ ἐτρίκλιζαν ὅπως ὁ μεθυσμένος, καὶ ὅλη ἡ τέχνη των καὶ ἡ πεῖρα των ἡ ναυτικὴ ἠφανίσθη.

  28. 28

    καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς

    28 Καὶ καθ’ ὃν χρόνον ἐθλίβοντο, ἐβόησαν διὰ τῆς προσευχῆς των πρὸς τὸν Κύριον, καὶ τοὺς ἐξήγαγεν ἐκ τῆς στενοχώρου καὶ ἀπελπιστικῆς ἀνάγκης των.

  29. 29

    καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·

    Καὶ διέταξε τὴν καταιγίδα νὰ καταπαύσῃ καὶ αὐτὴ μετεστράφη εἰς αὔραν καὶ εἰς ἄνεμον ἥσυχον καὶ δροσιστικὸν καὶ κατεσιγάσθησαν τὰ κύματά της.

  30. 30

    καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ.

    Καὶ ἐπληρώθησαν χαρᾶς καὶ εὐφροσύνης, διότι ἡσύχασαν ἀπὸ τὴν ταραχὴν τῶν κυμάτων. Καὶ τοὺς ὠδήγησεν εἰς τὸν λιμένα ποὺ ἤθελεν.

  31. 31

    ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

    Ἂς δοξολογήσουν τὸν Κύριον διὰ τὰ σωτήρια ἐλέη του καὶ ἂς διακηρύξουν τὰς θαυμαστὰς λυτρώσεις του εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων.

  32. 32

    ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.

    Ἂς ὑψώσουν αὐτὸν ὑμνοῦντες τὸ μεγαλεῖον του καὶ τὸ ὕψος τῆς δυνάμεως καὶ δόξης του ἐν μέσῳ παμπληθοῦς συνάξεως λαοῦ καὶ ἂς ψάλουν εἰς αὐτὸν αἶνον καὶ ᾠδὴν δοξολογίας εἰς τὸν τόπον, ὅπου θὰ κάθηνται συνεδριάζοντες πρεσβύτεροι καὶ ἄρχοντες.

  33. 33

    ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν,

    Ἀπεξήρανε ποταμοὺς καὶ μετέτρεψεν αὐτοὺς εἰς ἄνυδρον ἔρημον, καὶ πηγάς, ἀπὸ τὰς ὁποίας ἐξήρχοντο ἀφθόνως ὕδατα, μετέβαλεν εἰς ἔκτασιν διψῶσαν καὶ στερουμένην ὕδατος.

  34. 34

    γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.

    Μετεποίησε γῆν εὔφορον καὶ καρποφόρον εἰς ἁλμυρὸν τέλμα ἕνεκα τῆς κακίας τῶν κατοίκων της.

  35. 35

    ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.

    Μετέτρεψε γῆν ἀμμώδη καὶ ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν στερουμένην ὕδατος εἰς πηγὰς ἐκβαλλούσας ἄφθονον ὕδωρ.

  36. 36

    καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας

    Καὶ τὴν ἔρημον ποὺ διεβρέχετο τώρα ἀπὸ ποταμοὺς καὶ ἔγινεν εὔφορος γῆ, ἔδωκεν εἰς κατοικίαν πρὸς ἀνθρώπους, οἱ ὁποῖοι ἐπείνων καὶ ἐστεροῦντο τῶν πάντων. Καὶ συνέστησαν οὖτοι ἐκεῖ πόλεις κατοικουμένας.

  37. 37

    καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γεννήματος,

    Καὶ ἔσπειραν ἐκεῖ ἀγροὺς καὶ ἐφύτευσαν ἀμπέλους· καὶ ἐποίησαν καρπὸν παραχθέντα καὶ γεννηθέντα ἀπὸ τὴν καλλιεργηθεῖσαν γῆν.

  38. 38

    καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

    Καὶ εὐλόγησεν αὐτούς, καὶ ηὐξήθησαν εἰς μέγα πλῆθος καὶ δὲν περιώρισεν εἰς μικρὸν ἀριθμὸν τὰ κτήνη των, τὰ ἄλογα ζῶα τουτέστι καὶ τὰ ποίμνιά των καὶ τὰς ἀγέλας τῶν βοῶν των.

  39. 39

    καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.

    Καὶ ἐν τῷ μεταξὺ ὠλιγόστευσαν καὶ ἐκακοποιήθησαν ἀπὸ τὴν καταπίεσιν καὶ ἀπὸ τοὺς πόνους καὶ ἀπὸ τὴν ὀδύνην, τὰ ὁποῖα ἄνθρωποι κακοί, ποὺ ἐπῆλθον κατ’ αὐτῶν, τοὺς ἐπροκάλεσαν.

  40. 40

    ἐξεχύθη ἐξουδένωσις ἐπ᾿ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.

    Ἀλλ’ ἀπὸ τὸν Θεὸν ἐξαπελύθη ὄλεθρος καὶ ἐκμηδένισις κατὰ τῶν ἀρχόντων τῶν κακῶν τούτων ἐπιδρομέων καὶ τοὺς ἠνάγκασε νὰ πλανῶνται εἰς μέρη ἀπάτητα καὶ ὄχι εἰς δρόμον βατὸν καὶ γνωστόν.

  41. 41

    καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς.

    Καὶ ἐβοήθησεν ὁ Θεὸς τὸν πένητα λαόν του, ἵνα ἀπαλλαγῇ ἐκ τῆς πτωχείας καὶ τῆς ἐθνικῆς καταπτώσεώς του, καὶ κατέστησε τὰς οἰκογενείας καὶ τὰς πατριάς του πολυπληθεῖς ὡς ποίμνια προβάτων.

  42. 42

    ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.

    Θὰ βλέπουν ταῦτα οἱ εὐθεῖς καὶ οἱ δίκαιοι καὶ θὰ εὐφραίνωνται διὰ τὴν προστασίαν αὐτὴν καὶ φιλανθρωπίαν τοῦ Θεοῦ, καὶ πᾶς ἄνομος καὶ ἀσεβὴς θὰ φράξῃ καὶ θὰ βουλλώσῃ τὸ στόμα του καταισχυνόμενος καὶ μὴ τολμῶν νὰ καυχηθῇ εἰς βάρος τοῦ δικαίου.

  43. 43

    τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;

    Τίς εἶναι ὁ σοφὸς ἀνὴρ ὅστις θὰ προσέξῃ εἰς αὐτὰ καὶ φυλάττων ταῦτα εἰς τὴν μνήμην του θὰ ἐμβαθύνῃ καὶ θὰ κατανοήσῃ τὰ ἄπειρα ἐλέη καὶ τὴν ἀπέραντον εὐσπλαγχνίαν τοῦ Κυρίου;