Πράξεις των Αποστόλων, κεφάλαιο 7
- 1
Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει;
Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἶναι λοιπὸν ἀλήθεια αὐτά;
- 2
ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ῾Ο Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
Ὁ Στέφανος τότε εἶπεν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ ἔνδοξος Θεὸς ἐνεφανίσθη εἰς τὸν προπάτορά μας Ἀβραάμ, ὅταν οὗτος ἦτο εἰς τὴν Μεσοποταμίαν, προτοῦ νὰ κατοικήσῃ εἰς τὴν πόλιν Χαρράν.
- 3
καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.
Καὶ τοῦ εἶπε· Φύγε ἀπὸ τὴν πατρίδα σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἔλα εἰς τὴν χώραν, τὴν ὁποίαν θὰ σοῦ δείξω.
- 4
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
Τότε ἔφυγεν ἀπὸ τὴν χώραν τῶν Χαλδαίων καὶ κατῴκησεν εἰς τὴν Χαρράν. Καὶ ἀπὸ ἐκεῖ, ὅταν ἀπέθανεν ὁ πατέρας του, τὸν μετέφερεν ὁ Θεὸς ὡς μέτοικον εἰς τὴν χώραν ταύτην, εἰς τὴν ὁποίαν σεῖς τώρα κατοικεῖτε.
- 5
καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Καὶ δὲν τοῦ ἔδωκεν ἰδιοκτησίαν εἰς αὐτὴν οὔτε ὅσον πατάει τὸ πόδι, ἀλλὰ τοῦ ὑπεσχέθη, ὅτι θὰ δώσῃ τὴν γῆν αὐτὴν ὡς κτῆμα ἰδικόν του καὶ εἰς τοὺς ἀπογόνους του μετ’ αὐτόν, ἂν καὶ κατὰ τὸν χρόνον τῆς ὑποσχέσεως αὐτῆς δὲν εἶχεν οὗτος παιδί.
- 6
ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Ὡμίλησε δὲ ὁ Θεὸς ὡς ἑξῆς· Ὅτι οἱ ἀπόγονοί του θὰ κατοικήσουν ὡς ξένοι εἰς ξένην γῆν καὶ θὰ τοὺς ὑποδουλώσουν οἱ κάτοικοι τῆς γῆς ἐκείνης καὶ θὰ τοὺς κακομεταχειρισθοῦν ἐπὶ τετρακόσια ἔτη.
- 7
καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ, εἶπεν ὁ Θεός, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
Ἀλλὰ τὸ ἔθνος, εἰς τὸ ὁποῖον θὰ γίνουν δοῦλοι, θὰ τὸ δικάσω καὶ θὰ τὸ τιμωρήσω ἐγώ, εἶπεν ὁ Θεός. Καὶ ὕστερα ἀπὸ αὐτὰ θὰ βγοῦν ἀπὸ τὴν χώραν τῆς δουλείας καὶ θὰ μὲ λατρεύσουν εἰς τὸν τόπον τοῦτον.
- 8
καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν ᾿Ισαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ ᾿Ισαὰκ τὸν ᾿Ιακώβ, καὶ ὁ ᾿Ιακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ τοῦ ἔδωκε τὴν ἐντολὴν τῆς περιτομῆς ὡς σημεῖον τῆς συμφωνίας καὶ διαθήκης, ποὺ συνῆψε μετ’ αὐτοῦ. Καὶ ἔτσι, ἀφοῦ δηλαδὴ ἔλαβε τὴν διαθήκην, ἐγέννησε τὸν Ἰσαὰκ καὶ τὸν περιέτεμε τὴν ὀγδόην ἡμέραν, καὶ ὁ Ἰσαὰκ ἐγέννησε καὶ περιέτεμε τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
- 9
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ᾿Ιωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
Καὶ οἱ πατριάρχαι ἐφθόνησαν τὸν Ἰωσὴφ καὶ τὸν ἐπώλησαν ὡς δοῦλον, διὰ νὰ μεταφερθῇ εἰς τὴν Αἴγυπτον.
- 10
καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
Καὶ ὁ Θεὸς ἦτο μαζί του καὶ τὸν ἐγλύτωσεν ἀπὸ ὅλας τὰς θλίψεις του καὶ τοῦ ἔδωκε χάριν, ὥστε νὰ γίνῃ ἀρεστός, καὶ σοφίαν, ὥστε νὰ θαυμασθῇ ἐνώπιον τοῦ Φαραὼ βασιλέως τῆς Αἰγύπτου, ὁ ὁποῖος καὶ τὸν διώρισε κυβερνήτην τῆς Αἰγύπτου καὶ ὅλου τοῦ βασιλικοῦ οἴκου.
- 11
ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
Ἦλθε δὲ πεῖνα εἰς ὅλην τὴν Αἴγυπτον καὶ τὴν Χαναὰν καὶ δυστυχία μεγάλη, καὶ δὲν εὕρισκαν τρόφιμα οἱ προπάτορές μας.
- 12
ἀκούσας δὲ ᾿Ιακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
Ὅταν δὲ ἤκουσεν ὁ Ἰακώβ, ὅτι ὑπάρχει σιτάρι εἰς τὴν Αἴγυπτον, ἔστειλε τοὺς πατέρας μας διὰ πρώτην φοράν.
- 13
καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη ᾿Ιωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ ᾿Ιωσήφ.
Καὶ κατὰ τὸ δεύτερον ταξίδιόν τους ἀνεγνωρίσθη ὁ Ἰωσὴφ ἀπὸ τοὺς ἀδελφούς του καὶ ἔγινεν εἰς τὸν Φαραὼ γνωστὴ ἡ καταγωγὴ καὶ ἡ οἰκογένεια τοῦ Ἰωσήφ.
- 14
ἀποστείλας δὲ ᾿Ιωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ ᾿Ιακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
Ἔστειλε δὲ τότε ὁ Ἰωσὴφ καὶ προσεκάλεσε τὸν πατέρα του Ἰακὼβ καὶ ὅλην τὴν συγγένειάν του, ποὺ ἀπετελεῖτο ἀπὸ ἑβδομήκοντα πέντε ψυχάς.
- 15
κατέβη δὲ ᾿Ιακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
Κατέβη δὲ ὁ Ἰακὼβ εἰς τὴν Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ αὐτὸς καὶ οἱ πατέρες μας.
- 16
καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃ ὠνήσατο ᾿Αβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ᾿Εμμὸρ τοῦ ἐν Συχέμ.
Καὶ μετεφέρθησαν τὰ ὀστᾶ των εἰς τὴν Συχὲμ καὶ ἐτάφησαν εἰς τὸ μνημεῖον, τὸ ὁποῖον εἶχεν ἀγοράσει ὁ Ἀβραὰμ μὲ ἀργυρᾶ νομίσματα ἀπὸ τοὺς υἱοὺς τοῦ Ἐμμὸρ κατοίκους τῆς Συχέμ.
- 17
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν ὁ Θεὸς τῷ ᾿Αβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
Καθὼς δὲ ἐπλησίαζεν ὁ καιρὸς διὰ νὰ ἐκπληρωθῇ ἡ ὑπόσχεσις, τὴν ὁποίαν μὲ ὅρκον ἔδωκεν ὁ Θεὸς εἰς τὸν Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη εἰς τὴν Αἴγυπτον,
- 18
ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν ᾿Ιωσήφ.
μέχρις ὅτου ἀνεδείχθη ἄλλος βασιλεύς, ὁ ὁποῖος δὲν ἐγνώριζε τὸν Ἰωσήφ.
- 19
οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι.
Αὐτὸς μετεχειρίσθη δολιότητας καὶ κακοηθείας ἐναντίον τῆς φυλῆς μας καὶ ἐταλαιπώρησε τοὺς πατέρας μας μὲ τὸ νὰ τοὺς ἐξαναγκάζῃ νὰ πετοῦν τὰ βρέφη των, διὰ νὰ μὴ ζοῦν καὶ αὐξάνῃ ὁ πληθυσμός των.
- 20
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
Κατὰ τὸν καιρὸν αὐτὸν ἐγεννήθη ὁ Μωϋσῆς καὶ ἦτο ὡραῖος ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἀνετράφη ἐπὶ τρεῖς μῆνας εἰς τὸ σπίτι τοῦ πατρός του.
- 21
ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
Ὅταν δὲ ἐξετέθη εἰς τὸν ποταμόν, τὸν περισυνέλεξεν ἡ κόρη τοῦ Φαραὼ καὶ τὸν ἀνέθρεψε σὰν δικό της παιδί.
- 22
καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
Καὶ ἐμορφώθη ὁ Μωϋσῆς μὲ ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων καὶ ἀπεδείχθη ἱκανὸς καὶ δυνατὸς εἰς λόγους καὶ εἰς ἔργα.
- 23
῾Ως δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ᾿Ισραήλ.
Ὅταν δὲ συνεπλήρωνε τὸ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας του, τοῦ ἦλθεν ἡ ἐπιθυμία νὰ ἐπισκεφθῇ τοὺς ἀδελφούς του, τοὺς Ἰσραηλίτας.
- 24
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
Καὶ ὅταν εἶδε κάποιον νὰ ἀδικῆται, τὸν ὑπερησπίσθη καὶ ἐξεδίκησε τὸν κακοποιούμενον μὲ τὸ νὰ κτυπήσῃ θανασίμως τὸν Αἰγύπτιον.
- 25
ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
Ἐνόμιζε δέ, ὅτι οἱ ἀδελφοί του θὰ καταλάβουν, ὅτι ὁ Θεὸς μὲ τὸ χέρι τοῦ Μωϋσέως θὰ τοὺς δώσῃ ἐλευθερίαν καὶ σωτηρίαν. Ἐκεῖνοι ὅμως δὲν τὸ ἐκατάλαβαν.
- 26
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Τὴν ἑπομένην δὲ ἡμέραν παρουσιάσθη εἰς αὐτοὺς τὴν ὥραν ποὺ ἐμάχοντο καὶ προσπάθησε νὰ τοὺς συμβιβάσῃ, διὰ νὰ εἰρηνεύσουν λέγων· Ἄνδρες, σεῖς εἶσθε ἀδελφοί. Διατὶ ἀδικεῖτε ὁ ἕνας τὸν ἄλλον;
- 27
ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς;
Ἐκεῖνος ὅμως, ποὺ ἀδικοῦσε τὸν πλησίον του, τὸν ἔσπρωξε μὲ περιφρόνησιν καὶ τοῦ εἶπε· Ποῖος σὲ διώρισεν ἄρχοντα καὶ δικαστὴν ἐπάνω μας;
- 28
μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
Μήπως θέλεις νὰ μὲ σκοτώσῃς καὶ ἐμέ, ὅπως ἐσκότωσες χθὲς τὸν Αἰγύπτιον;
- 29
ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Ἐξ αἰτίας τοῦ λόγου αὐτοῦ ἔφυγεν ὁ Μωϋσῆς καὶ κατῴκησεν ὡς ξένος εἰς τὴν γῆν Μαδιάμ, ὅπου ἐγέννησε δύο υἱούς.
- 30
Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
Ὅταν δὲ συμπληρώθηκαν σαράντα χρόνια, ἐνεφανίσθη εἰς αὐτὸν εἰς τὴν ἔρημον τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου μέσα εἰς φλόγα πυρός, ποὺ ἔβγαινε ἀπὸ ἕνα βάτον.
- 31
ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
Ὁ δὲ Μωϋσῆς, ὅταν εἶδε τὸ θέαμα, ἐθαύμασε. Καὶ ἐνῷ ἐπλησίαζε διὰ νὰ παρατηρήσῃ καλύτερα, ἠκούσθη φωνὴ Κυρίου πρὸς αὐτόν·
- 32
ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς ᾿Αβραὰμ καὶ ὁ Θεὸς ᾿Ισαὰκ καὶ ὁ Θεὸς ᾿Ιακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Ἐγὼ εἶμαι ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ. Ὁ Μωϋσῆς τότε κατελήφθη ἀπὸ τρόμον καὶ δὲν ἐτολμοῦσε νὰ παρατηρήσῃ.
- 33
εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
Τοῦ εἶπε δὲ ὁ Κύριος· Βγάλε τὰ παπούτσια ἀπὸ τὰ πόδια σου, διότι ὁ τόπος, εἰς τὸν ὁποῖον στέκεσαι, εἶναι γῆ ἁγία.
- 34
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον.
Εἶδα καλὰ τὴν κακομεταχείρισιν τοῦ λαοῦ μου εἰς τὴν Αἴγυπτον καὶ ἤκουσα τὸν στεναγμόν τους καὶ κατέβηκα διὰ νὰ τοὺς γλυτώσω. Καὶ τώρα ἔλα νὰ σὲ στείλω εἰς τὴν Αἴγυπτον.
- 35
Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Αὐτὸν τὸν Μωϋσῆν, τὸν ὁποῖον οἱ Ἰσραηλῖται ἠρνήθησαν καὶ τοῦ εἶπαν· Ποῖος σὲ διώρισε ἄρχοντα καὶ δικαστήν; Αὐτὸν ὁ Θεὸς ἀπέστειλεν ἄρχοντα καὶ ἐλευθερωτὴν μὲ τὴν προστασίαν καὶ βοήθειαν τοῦ ἀγγέλου, ὁ ὁποῖος τοῦ ἐνεφανίσθη εἰς τὸν βάτον.
- 36
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ᾿Ερυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
Αὐτὸς τοὺς ἔβγαλεν ἀπὸ τὴν Αἴγυπτον καὶ ἔκανε τέρατα καὶ σημεῖα εἰς τὴν γῆν τῆς Αἰγύπτου καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν καὶ εἰς τὴν ἔρημον ἐπὶ σαράντα ἔτη.
- 37
οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς ᾿Ισραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.
Αὐτὸς εἶναι ὁ Μωϋσῆς, ποὺ εἶπεν εἰς τοὺς Ἰσραηλίτας· Προφήτην σὰν ἐμὲ θὰ σᾶς ἀναδείξῃ Κύριος ὁ Θεός σας ἀπὸ τοὺς ἀδελφούς σας. Αὐτὸν νὰ ἀκοῦτε.
- 38
οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν·
Αὐτὸς εἶναι ἐκεῖνος, ποὺ εὑρέθη εἰς τὴν σύναξιν τοῦ λαοῦ εἰς τὴν ἔρημον καὶ ἐμεσολάβησε μεταξὺ τοῦ ἀγγέλου, ποὺ τοῦ ὡμίλει εἰς τὸ ὄρος Σινᾶ, καὶ τῶν πατέρων μας, καὶ παρέλαβε λόγους ζωοποιοὺς καὶ σωστικούς, διὰ νὰ τοὺς δώσῃ εἰς ἡμᾶς.
- 39
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾿ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον,
Εἰς αὐτὸν ὅμως δὲν ἠθέλησαν νὰ ὑπακούσουν οἱ πατέρες μας, ἀλλὰ τὸν ἀπέκρουσαν καὶ ἐγύρισαν μὲ τὴν καρδιά τους καὶ τοὺς πόθους των εἰς τὴν Αἴγυπτον,
- 40
εἰπόντες τῷ ᾿Ααρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
λέγοντες εἰς τὸν Ἀαρών· Κάμε μας θεούς, οἱ ὁποῖοι θὰ μᾶς ὁδηγήσουν· διότι διὰ τὸν Μωϋσῆν αὐτόν, ποὺ μᾶς ἔβγαλεν ἀπὸ τὴν Αἴγυπτον, δὲν ξέρομε τί τοῦ συνέβη.
- 41
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Καὶ κατεσκεύασαν κατὰ τὰς ἡμέρας ἐκείνας μοσχάρι καὶ προσέφεραν θυσίαν εἰς τὸ εἴδωλον καὶ διεσκέδαζαν πανηγυρίζοντες διὰ τὸ εἴδωλον, ποὺ μόνοι των κατεσκεύασαν μὲ τὰ χέρια τους.
- 42
ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ᾿Ισραήλ;
Ἀπεστράφη τότε ὁ Θεὸς αὐτοὺς καὶ τοὺς ἀφῆκε νὰ λατρεύουν τὰ ἄστρα τοῦ οὐρανοῦ, ὅπως εἶναι γραμμένον εἰς τὸ βιβλίον τῶν δώδεκα μικρῶν προφητῶν· Μήπως μοῦ προσφέρατε σφάγια καὶ θυσίας ἐπὶ σαράντα χρόνια εἰς τὴν ἔρημον, σεῖς οἱ Ἰσραηλῖται;
- 43
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
Ὄχι· δὲν ἐλατρεύσατε ἐμέ, ἀλλὰ ἐσηκώσατε εἰς τοὺς ὤμους σας καὶ περιεφέρατε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ σας Ρεμφὰν καὶ τὰ ὁμοιώματα τῶν θεῶν, ποὺ ἐκάματε διὰ νὰ τὰ προσκυνῆτε. Καὶ διὰ τὴν εἰδωλολατρείαν σας αὐτὴν θὰ σᾶς ἐξορίσω πέραν ἀπὸ τὴν Βαβυλῶνα.
- 44
῾Η σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
Ἡ σκηνή, εἰς τὴν ὁποίαν ἐφυλάσσοντο αἱ πλάκες τῆς Διαθήκης, ἦτο εἰς τὴν διάθεσιν τῶν πατέρων μας εἰς τὴν ἔρημον, ὅπως διέταξεν ὁ Θεός, ὁ ὁποῖος ὡμίλησε μὲ τὸν Μωϋσῆν καὶ τοῦ εἶπε νὰ τὴν κατασκευάσῃ σύμφωνα μὲ τὸ σχέδιον, ποὺ τοῦ ἔδειξε.
- 45
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ᾿Ιησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυῒδ·
Τὴν σκηνὴν αὐτὴν παρέλαβον οἱ πρόγονοί μας καὶ τὴν ἔφεραν μαζὶ μὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ εἰς τὴν γῆν, τὴν ὁποίαν κατεῖχον τὰ ἔθνη, τὰ ὁποῖα ἔδιωξεν ὁ Θεὸς ἐμπρὸς ἀπὸ τοὺς πατέρας μας. Καὶ ἔμεινεν αὕτη ἕως τῶν ἡμερῶν τοῦ Δαβίδ.
- 46
ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ.
Αὐτὸς ηὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ἐζήτησε νὰ τοῦ ἐπιτραπῇ νὰ κατασκευάσῃ μόνιμον κατοικίαν διὰ τὸν Θεὸν τοῦ Ἰακώβ.
- 47
Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
Ὁ Σολομῶν δὲ τοῦ ἔκτισε ναόν.
- 48
ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
Ἀλλ’ ὁ Ὕψιστος δὲν κατοικεῖ εἰς χειροποίητους ναούς, ὅπως λέγει ὁ προφήτης:
- 49
ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Ὁ οὐρανὸς εἶναι θρόνος μου, ἡ δὲ γῆ εἶναι τὸ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον σπίτι θὰ μοῦ κτίσετε, λέγει ὁ Κύριος, ἢ ποῖος τόπος εἶναι κατάλληλος, διὰ νὰ μείνω καὶ νὰ ἀναπαυθῶ;
- 50
οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
Δὲν τὰ ἔκαμεν ὅλα αὐτὰ τὸ χέρι μου;
- 51
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Σκληροκέφαλοι καὶ ἀμετανόητοι εἰς τὴν καρδίαν καὶ τὰ αὐτιά, σεῖς πάντοτε ἐναντιώνεσθε εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Ὅπως ἔκαμναν οἱ πατέρες σας, ἔτσι κάνετε καὶ σεῖς.
- 52
τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
Ποῖον ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πατέρες σας; Καὶ ἐφόνευσαν ἐκείνους, οἱ ὁποῖοι προανήγγειλαν τὸν ἐρχομὸν τοῦ Δικαίου Μεσσίου, τοῦ ὁποίου τώρα σεῖς ἐγίνατε προδόται καὶ φονεῖς.
- 53
οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Σεῖς, οἱ ὁποῖοι ἐλάβατε τὸν νόμον διὰ μέσου ἀγγέλων καὶ δὲν τὸν ἐφυλάξατε.
- 54
᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.
Ὅταν δὲ ἤκουον αὐτά, ἐκυριεύοντο ἀπὸ λύσσαν εἰς τὰς καρδίας των καὶ ἔτριζαν τὰ δόντια των ἐναντίον του.
- 55
ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
Ὁ Στέφανος δὲ γεμᾶτος Πνεῦμα Ἅγιον ἐπροσήλωσε τὸ βλέμμα εἰς τὸν οὐρανὸν καὶ εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ,
- 56
καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ.
καὶ εἶπεν· Ἰδοὺ βλέπω τοὺς οὐρανοὺς ἀνοικτοὺς καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ.
- 57
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν,
Αὐτοὶ δέ, ἀφοῦ ἔβγαλαν μεγάλην κραυγήν, ἔκλεισαν τὰ αὐτιά τους διὰ νὰ μὴ ἀκούουν τὰς δῆθεν βλασφημίας του καὶ ὅλοι μαζὶ ὥρμησαν ἐναντίον του.
- 58
καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
Καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες, ποὺ κατὰ τὸν νόμον ἔρριπτον πρῶτοι τὸν λίθον κατὰ τοῦ καταδίκου, ἄφησαν τὰ ἐξωτερικά των ἐνδύματα εἰς τὰ πόδια κάποιου νέου, ποὺ ὠνομάζετο Σαῦλος, διὰ νὰ τὰ φυλάττῃ.
- 59
καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου.
Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο τὸν Κύριον καὶ ἔλεγε· Κύριε Ἰησοῦ, δέξου τὴν ψυχήν μου.
- 60
θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Ἀφοῦ δὲ ἐγονάτισε, ἐφώναξε μὲ φωνὴν δυνατήν· Κύριε, μὴ λογαριάσῃς εἰς βάρος τους τὴν ἁμαρτίαν αὐτήν. Καὶ ἀφοῦ εἶπε τοῦτο, ἀπέθανε.
