Πράξεις των Αποστόλων, κεφάλαιο 6
- 1
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Κατὰ τὰς ἡμέρας δὲ ἐκείνας, ἐπειδὴ ἐπληθύνοντο οἱ μαθηταί, παρεπονέθησαν οἱ ἐξ Ἑλλήνων καὶ ἄλλων ἐθνῶν προερχόμενοι Ἰουδαῖοι ἐναντίον τῶν ἐξ Ἑβραίων καταγομένων Χριστιανῶν, διότι κατὰ τὴν καθημερινὴν διανομὴν τῶν τροφίμων παρημελοῦντο αἱ χῆραι τῶν Ἑλληνιστῶν.
- 2
προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.
Ἀφοῦ λοιπὸν προσεκάλεσαν οἱ δώδεκα Ἀπόστολοι ὅλον τὸν λαὸν τῶν Χριστιανῶν, εἶπαν· Δὲν εἶναι σωστὸν καὶ πρέπον νὰ ἀφήσωμεν ἡμεῖς τὸ κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ καὶ νὰ ὑπηρετῶμεν εἰς τραπέζια.
- 3
ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ῾Αγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
Ψάξατε λοιπὸν καὶ διαλέξατε, ἀδελφοί, ἑπτὰ ἄνδρας μεταξύ σας, οἱ ὁποῖοι νὰ ἔχουν καλὴν μαρτυρίαν καὶ φήμην, νὰ εἶναι γεμᾶτοι ἀπὸ Πνεῦμα Ἅγιον καὶ σύνεσιν, τοὺς ὁποίους θὰ ἐγκαταστήσωμεν εἰς τὴν ὑπηρεσίαν αὐτήν.
- 4
ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Ἡμεῖς δὲ θὰ ἐπιμένωμεν καὶ θὰ ἀσχολούμεθα ἀποκλειστικῶς εἰς τὴν προσευχὴν καὶ εἰς τὸ ἔργον τοῦ κηρύγματος.
- 5
καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ῾Αγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾿Αντιοχέα,
Καὶ ἤρεσεν ἡ πρότασις αὐτὴ εἰς ὅλον τὸ πλῆθος καὶ ἐξέλεξαν τὸν Στέφανον, ἄνδρα γεμᾶτον πίστιν καὶ Πνεῦμα Ἅγιον, καὶ τὸν Φίλιππον καὶ τὸν Πρόχορον καὶ τὸν Νικάνορα καὶ τὸν Τίμωνα καὶ τὸν Παρμενᾶν καὶ τὸν Νικόλαον, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ἀντιόχειαν καὶ ἦτο προσήλυτος.
- 6
οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Τούτους παρουσίασαν εἰς τοὺς Ἀποστόλους καὶ αὐτοί, ἀφοῦ προσευχήθησαν, ἔθεσαν τὰς χεῖρας ἐπάνω εἰς τὰς κεφαλάς των, διὰ νὰ μεταδώσουν εἰς αὐτοὺς τὴν θείαν χάριν πρὸς ἄσκησιν τοῦ λεπουργήματός των.
- 7
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Καὶ ὁ λόγος τοῦ Θεοῦ διεδίδετο καὶ ηὔξανε καὶ ἐπληθύνετο πάρα πολὺ ὁ ἀριθμὸς τῶν μαθητῶν εἰς τὰ Ἱεροσόλυμα. Καὶ πλῆθος πολὺ ἀκόμη καὶ ἀπὸ τοὺς ἱερεῖς ἐδέχοντο τὴν πίστιν καὶ ὑπέτασσον εἰς αὐτὴν τὸν ἑαυτόν τους.
- 8
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Ὁ Στέφανος δὲ γεμᾶτος πίστιν καὶ δύναμιν θαυματουργικὴν ἔκανε μεταξὺ τοῦ λαοῦ καταπληκτικὰ ἔργα καὶ μεγάλα θαύματα.
- 9
ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾿Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾿Ασίας συζητοῦντες τῷ Στεφάνῳ,
Ἐσηκώθησαν ὅμως μερικοὶ ἀπὸ τὴν συναγωγήν, ἡ ὁποία ἐλέγετο συναγωγὴ τῶν Λιβερτίνων καὶ τῶν Κυρηναίων καὶ τῶν Ἀλεξανδρέων, καὶ μερικοὶ ἀπὸ ἐκείνους ποὺ κατήγοντο ἀπὸ τὴν Κιλικίαν καὶ τὴν Ἀσίαν, καὶ ἤρχισαν νὰ συζητοῦν μὲ τὸν Στέφανον.
- 10
καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Καὶ δὲν ἠμποροῦσαν νὰ ἀντισταθοῦν εἰς τὴν σοφίαν καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, μὲ τὸν φωτισμὸν τοῦ ὁποίου ὡμίλει.
- 11
τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ρήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν·
Τότε ἔβαλαν ἄνδρας, οἱ ὁποῖοι εἶπον ψευδῶς, ὅτι τὸν ἠκούσαμε νὰ λέγῃ λόγια βλάσφημα ἐναντίον τοῦ Μωϋσέως καὶ τοῦ Θεοῦ.
- 12
συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
Καὶ ἐξηρέθισαν τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ἀφοῦ ὥρμησαν αἰφνιδίως, τὸν συνέλαβον βιαίως καὶ τὸν ὡδήγησαν εἰς τὸ συνέδριον.
- 13
ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου·
Καὶ παρουσίασαν ψευδομάρτυρας, οἱ ὁποῖοι ἔλεγαν· Ὁ ἄνθρωπος αὐτὸς δὲν παύει νὰ λέγῃ λόγια βλάσφημα ἐναντίον τοῦ ἁγίου αὐτοῦ τόπου, δηλαδὴ τοῦ ναοῦ, καὶ ἐναντίον τοῦ νόμου.
- 14
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
Διότι τὸν ἠκούσαμεν νὰ λέγῃ, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος αὐτὸς θὰ κρημνίσῃ τὸν τόπον τοῦτον καὶ θὰ ἀλλάξῃ τὰ ἔθιμα καὶ τὰς διατάξεις, τὰς ὁποίας μᾶς παρέδωκεν ὁ Μωϋσῆς.
- 15
καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Καὶ ὅταν τὸν παρετήρησαν μὲ προσοχὴν ὅλοι, ὅσοι ἐκάθηντο εἰς τὸ συνέδριον, εἶδαν τὸ πρόσωπόν του νὰ λάμπῃ σὰν πρόσωπον ἀγγέλου.
