Πράξεις των Αποστόλων, κεφάλαιο 8
- 1
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. ᾿Εγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ῾Ιεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς ᾿Ιουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
Ὁ δὲ Σαῦλος συνεφώνει καὶ ἐπεκρότει τὸν φόνον τοῦ Στεφάνου. Ἔγινε δὲ κατὰ τὴν ἡμέραν ἐκείνην μεγάλος διωγμὸς κατὰ τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων. Καὶ ὅλοι οἱ πιστοὶ διεσκορπίσθησαν εἰς τὰς περιοχὰς τῆς Ἰουδαίας καὶ τῆς Σαμαρείας, ἐκτὸς τῶν Ἀποστόλων, οἱ ὁποῖοι παρέμειναν εἰς τὰς θέσεις των.
- 2
συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.
Τὸν Στέφανον δὲ τὸν ἔθαψαν ἄνδρες εὐλαβεῖς καὶ τὸν ἐθρήνησαν πολύ.
- 3
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Ὁ δὲ Σαῦλος προξενοῦσε μεγάλην βλάβην καὶ καταστροφὴν εἰς τὴν ἐκκλησίαν, διότι ἐμβῆκε εἰς τὰ σπίτια τῶν πιστῶν καὶ ἔσερνε βιαίως ἔξω ἄνδρας καὶ γυναῖκας καὶ τοὺς παρέδιδεν εἰς τὴν φυλακήν.
- 4
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Ἐκεῖνοι λοιπόν, ποὺ διεσκορπίσθησαν, περιήρχοντο τοὺς τόπους, ὅπου κατέφυγον, καὶ ἐκήρυττον τὸ εὐαγγέλιον.
- 5
Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Ὁ Φίλιππος δέ, ἀφοῦ κατέβη εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυττεν εἰς τοὺς κατοίκους της τὸν Χριστόν.
- 6
προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
Καὶ τὰ πλήθη τοῦ λαοῦ μὲ μίαν ψυχὴν πρόσεχαν εἰς ὅσα ἔλεγεν ὁ Φίλιππος, διότι καὶ ἤκουαν τὴν διδασκαλίαν του καὶ ἔβλεπαν τὰ θαύματα, ποὺ ἔκανε.
- 7
πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
Διότι ἀπὸ πολλούς, ποὺ εἶχαν πνεύματα ἀκάθαρτα, ἔβγαιναν αὐτὰ φωνάζοντα μὲ μεγάλην φωνὴν καὶ πολλοὶ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
- 8
καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Καὶ ἔγινε χαρὰ μεγάλη εἰς τὴν πόλιν ἐκείνην.
- 9
᾿Ανὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
Κάποιος δὲ ἄνθρωπος, ὀνόματι Σίμων, ἦτο πρὸ τοῦ Φιλίππου εἰς τὴν πόλιν καὶ ἐξασκοῦσε τὴν μαγείαν καὶ ἐξέπληττε τὸν λαὸν τῆς Σαμαρείας λέγων διὰ τὸν ἑαυτόν του, ὅτι εἶναι κάποιος σπουδαῖος.
- 10
ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
Εἰς αὐτὸν δὲ ἔδιδαν προσοχὴν ὅλοι, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔλεγαν· Αὐτὸς εἶναι ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
- 11
προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
Τὸν ἑσέβοντο δὲ καὶ τὸν ἐθαύμαζον, διότι ἐπὶ πολὺν καιρὸν τοὺς εἶχεν ἐκπλῆξει μὲ τὰς μαγείας του.
- 12
ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος ᾿Ιησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
Ὅταν ὅμως ἐπίστευσαν εἰς τὸν Φίλιππον, ὁ ὁποῖος ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ περὶ τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες καὶ γυναῖκες.
- 13
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
Καὶ αὐτὸς ὁ Σίμων ἐπίστευσε καὶ ἀφοῦ ἐβαπτίσθη, παρέμενε συνεχῶς κοντὰ εἰς τὸν Φίλιππον, καὶ ἐπειδὴ ἔβλεπε νὰ γίνωνται σημεῖα καὶ θαύματα μεγάλα, ἐξεπλήσσετο.
- 14
᾿Ακούσαντες δὲ οἱ ἐν ῾Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ ᾿Ιωάννην·
Ὅταν δὲ οἱ Ἀπόστολοι, ποὺ ἦσαν εἰς τὰ Ἱεροσόλυμα, ἤκουσαν ὅτι ἡ Σαμάρεια ἐδέχθη τὸν λόγον τοῦ Θεοῦ, ἔστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ τὸν Ἰωάννην.
- 15
οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ῞Αγιον·
Αὐτοί, ὅταν κατέβησαν ἐκεῖ, προσευχήθησαν δι’ αὐτοὺς νὰ λάβουν Πνεῦμα Ἅγιον.
- 16
οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ.
Διότι δὲν εἶχεν ἀκόμη ἔλθει εἰς κανένα ἀπὸ αὐτούς, ἀλλὰ ἦσαν μόνον βαπτισμένοι εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
- 17
τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ῞Αγιον.
Τότε οἱ Ἀπόστολοι ἔθεταν τὰς χεῖρας ἐπάνω εἰς τὰς κεφαλάς των καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
- 18
ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ῞Αγιον, προσήνεγκεν αὐτοῖς χρήματα
Ὅταν δὲ ὁ Σίμων εἶδεν, ὅτι μὲ τὴν ἐπίθεσιν τῶν χειρῶν τῶν Ἀποστόλων δίδεται τὸ Ἅγιον Πνεῦμα, προσέφερεν εἰς αὐτοὺς χρήματα
- 19
λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ῞Αγιον.
καὶ εἶπε· Δότε καὶ σὲ μένα τὴν ἐξουσίαν αὐτήν, ὥστε εἰς ὅποιον βάλω τὰ χέρια, νὰ λαμβάνῃ Πνεῦμα Ἅγιον.
- 20
Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
Ὁ δὲ Πέτρος τοῦ εἶπε· Τὰ χρήματά σου ἂς χαθοῦν μαζὶ μὲ σέ, διότι ἐνόμισες, ὅτι ἡ δωρεὰ τοῦ Θεοῦ ἀποκτᾶται μὲ χρήματα.
- 21
οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
Δὲν ἔχεις σὺ μερίδιον οὔτε κλῆρον εἰς τὸ ζήτημα τοῦτο, διότι ἡ καρδιά σου δὲν εἶναι εἰλικρινὴς ἐνώπιον τοῦ Θεοῦ.
- 22
μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
Μετανόησε λοιπὸν ἀπὸ τὴν κακίαν σου αὐτὴν καὶ παρακάλεσε τὸν Θεόν, ἴσως σοῦ συγχωρηθῇ ἡ σκέψις τῆς καρδίας σου.
- 23
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
Διότι βλέπω, ὅτι εἶσαι βυθισμένος εἰς πικρὰν χολὴν καὶ δεμένος μὲ τὰ δεσμὰ τῆς ἀδικίας.
- 24
ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.
Ἀπεκρίθη δὲ ὁ Σίμων καὶ εἶπε· Παρακαλέσατε σεῖς δι’ ἐμὲ τὸν Κύριον, διὰ νὰ μὴ μοῦ συμβῇ τίποτε ἀπὸ ὅσα εἴπατε.
- 25
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
Αὐτοὶ λοιπόν, ἀφοῦ ἐβεβαίωσαν τὴν ἀλήθειαν καὶ ἐκήρυξαν τὸν λόγον τοῦ Κυρίου, ἐπέστρεψαν εἰς τὰ Ἱεροσόλυμα, καὶ καθ’ ὁδὸν ἐκήρυξαν τὸ εὐαγγέλιον εἰς πολλὰ χωριὰ τῶν Σαμαρειτῶν.
- 26
῎Αγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ῾Ιερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
Ἄγγελος δὲ Κυρίου εἶπε πρὸς τὸν Φίλιππον· Σήκω καὶ πήγαινε πρὸς νότον εἰς τὸν δρόμον, ποὺ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν· οὗτος εἶναι ἐρημικός.
- 27
καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ῾Ιερουσαλήμ,
Καὶ ἐσηκώθη καὶ ἐπῆγε. Καὶ ἰδοὺ ἕνας Αἰθίοψ εὐνοῦχος, ἀξιωματοῦχος τῆς Κανδάκης, βασιλίσσης τῶν Αἰθιόπων, ὁ ὁποῖος ἦτο γενικὸς ταμίας τοῦ θησαυροφυλακίου της καὶ εἶχεν ἔλθει εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ προσκυνήσῃ.
- 28
ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην ῾Ησαΐαν.
Τώρα δὲ ἐπέστρεφε καὶ καθήμενος εἰς τὸ ἅρμα του ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.
- 29
εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
Εἶπε δὲ τὸ Πνεῦμα εἰς τὸν Φίλιππον· Πλησίασε καὶ πήγαινε κοντὰ εἰς τὸ ἅρμα αὐτό.
- 30
προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην ῾Ησαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
Ἔτρεξε δὲ ὁ Φίλιππος καὶ ἤκουσεν αὐτὸν νὰ διαβάζῃ τὸν προφήτην Ἡσαΐαν καὶ τοῦ εἶπε· Ἆρά γε καταλαβαίνεις αὐτά, ποὺ διαβάζεις;
- 31
ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
Ἐκεῖνος δὲ εἶπε· Πῶς θὰ ἠμποροῦσα νὰ τὰ καταλάβω, ἐὰν δὲν μὲ ὁδηγήσῃ κάποιος; Καὶ παρεκάλεσε τὸν Φίλιππον νὰ ἀνέβῃ καὶ νὰ καθίσῃ μαζί του.
- 32
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Τὸ χωρίον τῆς Γραφῆς, τὸ ὁποῖον διέβαζεν, ἦτο τοῦτο· Ὡσὰν πρόβατον ὡδηγήθη εἰς σφαγὴν καὶ ὅπως τὸ ἀρνίον ἐμπρὸς εἰς ἐκεῖνον, ποὺ τὸ κουρεύει, εἶναι ἄφωνο, ἔτσι καὶ αὐτὸς δὲν ἀνοίγει τὸ στόμα του.
- 33
ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Λόγῳ τῆς ταπεινώσεώς του καὶ τῆς καταδίκης του ὡς κακούργου, ἀφῃρέθη ἡ δίκαιη κρίσις γι' αὐτόν, καὶ ἔτσι κατεδικάσθη ὡς ἔνοχος, ἐνῷ ἦτο ἀθῷος. Ποῖος θὰ διηγηθῇ τοὺς ἀπογόνους του; Διότι ἡ ζωή του ἀφαιρεῖται ἀπὸ τὴν γῆν μὲ βίαιον θάνατον.
- 34
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
Ἀπεκρίθη δὲ ὁ εὐνοῦχος εἰς τὸν Φίλιππον καὶ εἶπε· Σὲ παρακαλῶ, διὰ ποῖον λέγει τοὺς λόγους αὐτοὺς ὁ προφήτης; Διὰ τὸν ἑαυτόν του ἢ δι' ἄλλον τινά;
- 35
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾿Ιησοῦν.
Ἀφοῦ δὲ ἤνοιξε τὸ στόμα του ὁ Φίλιππος καὶ ἤρχισεν ἀπὸ τὸ χωρίον τοῦτο τῆς Γραφῆς, ἐκήρυξεν εἰς αὐτὸν τὸ χαρμόσυνον μήνυμα περὶ τοῦ Ἰησοῦ ὡς Μεσσίου καὶ Λυτρωτοῦ καί, καθὼς φαίνεται ἀπὸ τὰ ἐπακολουθήσαντα, ὡμίλησεν εἰς αὐτὸν καὶ περὶ τοῦ βαπτίσματος ὡς ἀναγκαίου πρὸς σωτηρίαν.
- 36
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
Καθὼς δὲ ἐπροχώρουν εἰς τὸν δρόμον, ἔφθασαν εἰς κάποιαν πηγὴν νεροῦ καὶ τότε εἶπεν ὁ εὐνοῦχος· Νά, ἐδῶ ὑπάρχει νερό. Τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ;
- 37
εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν.
Εἶπε δὲ ὁ Φίλιππος· Ἐὰν πιστεύῃς μὲ ὅλην τὴν καρδίαν σου εἰς ὅσα σοῦ εἶπα περὶ τοῦ Ἰησοῦ, εἶναι δυνατὸν νὰ βαπτισθῇς. Ἀπεκρίθη δὲ ὁ εὐνοῦχος καὶ εἶπεν· Πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ.
- 38
καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
Καὶ διέταξε νὰ σταματήσῃ τὸ ἅρμα καὶ κατέβησαν καὶ οἱ δύο εἰς τὸ νερό, καὶ ὁ Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ τὸν ἐβάπτισε.
- 39
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
Ὅταν δὲ ἀνέβησαν ἀπὸ τὸ νερό, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον καὶ δὲν τὸν εἶδε πλέον ὁ εὐνοῦχος, ὁ ὁποῖος ἐσυνέχισε τὸν δρόμον του γεμᾶτος χαράν.
- 40
Φίλιππος δὲ εὑρέθη εἰς ῎Αζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
Ὁ δὲ Φίλιππος εὑρέθη εἰς τὴν Ἄζωτον, καὶ καθὼς διήρχετο, ἐκήρυττε τὸ εὐαγγέλιον εἰς ὅλας τὰς πόλεις, μέχρις ὅτου ἔφθασεν εἰς τὴν Καισάρειαν.
