Πράξεις των Αποστόλων, κεφάλαιο 5
- 1
Ἀνὴρ δέ τις ᾿Ανανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησε κτῆμα
Κάποιος ὅμως ἄνθρωπος, ποὺ ἐλέγετο Ἀνανίας, μαζὶ μὲ τὴν γυναῖκα του Σαπφείραν ἐπώλησεν ἕνα χωράφι, ποὺ εἶχε,
- 2
καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
καὶ ἐξεχώρισε διὰ τὸν ἑαυτόν του ἐν μέρος ἀπὸ τὸ εἰσπραχθὲν ἀντίτιμον, κρυφὰ ἀπὸ τοὺς ἄλλους Χριστιανούς, ἐν γνώσει ὅμως καὶ τῆς γυναικός του. Καὶ ἀφοῦ ἔφερε τὸ ὑπόλοιπον ποσὸν ἀπὸ τὰ χρήματα, τὸ ἔθεσε κατὰ γῆς ἐμπρὸς εἰς τὰ πόδια τῶν ἀποστόλων, προσποιούμενος ὅτι αὐτὸ ἦτο ὁλόκληρον τὸ ἀντίτιμον τοῦ ἀγροῦ.
- 3
εἶπε δὲ Πέτρος· ᾿Ανανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ῞Αγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διατὶ ἀφῆκες τὸν σατανᾶν νὰ γεμίσῃ τὴν καρδίαν σου μὲ πονηρὰς σκέψεις, μέχρι τοῦ σημείου, ὥστε νὰ ἐξαπατήσῃς τὸ Ἅγιον Πνεῦμα, ποὺ εὑρίσκεται εἰς τὴν Ἐκκλησίαν, καὶ νὰ κρατήσῃς κρυφὰ διὰ τὸν ἑαυτόν σου ἕνα μέρος ἀπὸ τὴν τιμὴν τοῦ χωραφιοῦ;
- 4
οὐχὶ μένον σοὶ ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
Ἐὰν δὲν ἐπωλεῖτο, δὲν θὰ παρέμενε ἰδικόν σου, καὶ ἀφοῦ ἐπωλήθη, τὸ ἀντίτιμόν του δὲν ἦτο εἰς τὴν ἐξουσίαν σου, ὥστε, ἂν ἤθελες νὰ μὴν τὸ δώσῃς ὁλόκληρον ἢ καὶ νὰ μὴν δώσῃς τίποτε ἀπὸ αὐτό; Διατὶ ἔβαλες εἰς τὸν νοῦν καὶ τὴν καρδίαν σου τὸ ἄπρεπον καὶ ἀσεβὲς τοῦτο πρᾶγμα, νὰ προσφέρῃς ὡς τάχα ὁλόκληρον τὸ ποσὸν μέρος μόνον αὐτοῦ; Δὲν εἶπες ψέματα εἰς ἀνθρώπους, ποὺ ἀπατῶνται εὔκολα, ἀλλὰ εἰς αὐτὸν τὸν παντογνώστην Θεόν.
- 5
ἀκούων δὲ ὁ ᾿Ανανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε, καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Μόλις δὲ ὁ Ἀνανίας ἤκουσε τοὺς λόγους αὐτούς, ἔπεσε κάτω καὶ παρέδωκε τὸ πνεῦμα. Καὶ ἐκυριεύθησαν ἀπὸ μεγάλον φόβον ὅλοι ὅσοι ἤκουσαν τὸ γεγονὸς αὐτό.
- 6
ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐσηκώθησαν δὲ οἱ νεώτεροι καὶ ἀφοῦ ἐτύλιξαν τὸ σῶμα του μὲ σάβανα, τὸ ἔβγαλαν ἔξω καὶ τὸ ἔθαψαν.
- 7
᾿Εγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
Επέρασεν δὲ χρονικὸν διάστημα περίπου τριῶν ὡρῶν καὶ ἡ γυναῖκα τοῦ Ἀνανία, ἡ ὁποία δὲν ἤξευρε τί εἶχε συμβῇ, ἐμβῆκεν εἰς τὴν αἴθουσαν τῆς συγκεντρώσεως τῶν πιστῶν.
- 8
ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπε· ναί, τοσούτου.
Τὴν ἐρώτησε δὲ ὁ Πέτρος· Εἰπέ μου, πράγματι τόσον ἐπουλήσατε τὸ χωράφι; Αὐτὴ δὲ εἶπε· Ναί, τόσον.
- 9
ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε.
Ὁ δὲ Πέτρος τῆς εἶπε· Διατὶ συνεφωνήσατε νὰ δοκιμάσετε, ἐὰν τὸ Πνεῦμα τοῦ Κυρίου γνωρίζῃ τὰ κρυπτά σας καὶ ἂν θὰ ἀνακαλύψῃ τὴν ἀπάτην σας; Ἰδοὺ τὰ πόδια ἐκείνων, ποὺ ἔθαψαν τὸν ἄνδρα σου, εἶναι εἰς τὴν πόρταν καὶ θὰ βγάλουν πρὸς ταφὴν καὶ σέ.
- 10
ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
Καὶ ἀμέσως ἔπεσε κάτω κοντὰ εἰς τὰ πόδια τοῦ Πέτρου καὶ ἀπέθανε. Ὅταν δὲ ἐμβῆκαν οἱ νέοι, τὴν ηὗραν νεκρὰν καὶ ἀφοῦ τὴν ἔβγαλαν ἔξω, τὴν ἔθαψαν κοντὰ εἰς τὸν ἄνδρα της.
- 11
καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Καὶ κατέλαβε μεγάλος φόβος καὶ δέος ἱερὸν ὅλην τὴν ἐκκλησίαν καὶ ὅλους ἐκείνους, ποὺ ἤκουσαν τὰ γεγονότα ταῦτα.
- 12
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος.
Διὰ τῶν χειρῶν δὲ τῶν Ἀποστόλων ἐγίνοντο μεταξὺ τοῦ λαοῦ πολλὰ ἀποδεικτικὰ θαύματα καὶ καταπληκτικὰ ἔργα· καὶ ἦσαν ὅλοι οἱ πιστοὶ μὲ μίαν ψυχὴν συνηθροισμένοι εἰς τὴν στοὰν τοῦ Σολομῶντος.
- 13
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
Ἀπὸ δὲ τοὺς ἄλλους, ποὺ δὲν εἶχον πιστεύσει, κανεὶς δὲν ἐτολμοῦσε νὰ κολλήσῃ μὲ αὐτοὺς καὶ νὰ ἀναμιχθῇ εἰς τὰς συναθροίσεις των μὲ σκοπὸν νὰ τοὺς κατασκοπεύσῃ, ἀλλὰ τουναντίον ὁ λαὸς τοὺς ἐθαύμαζε καὶ τοὺς ἐπῆινε.
- 14
μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
Αὐξάνοντο δὲ περισσότερον τὰ πλήθη ἀνδρῶν καὶ γυναικῶν, οἱ ὁποῖοι ἐπίστευον εἰς τὸν Κύριον καὶ προσετίθεντο εἰς τὴν Ἐκκλησίαν,
- 15
ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
εἰς τρόπον ὥστε νὰ βγάζουν τοὺς ἀσθενεῖς ἔξω εἰς τοὺς δρόμους καὶ νὰ τοὺς θέτουν ἐπάνω εἰς κρεββάτια καὶ φορεῖα, διὰ νὰ πέσῃ ἐπάνω εἰς κάποιον ἀπὸ αὐτοὺς ἔστω καὶ ἡ σκιὰ τοῦ Πέτρου, ὅταν οὗτος θὰ ἐπερνοῦσε.
- 16
συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς ῾Ιερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Συνηθροίζετο δὲ εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸ πλῆθος τῶν ἀνθρώπων ἀπὸ τὰς γύρω πόλεις, οἱ ὁποῖοι ἔφεραν ἀσθενεῖς καὶ ἄλλους ποὺ ἐβασανίζοντο ἀπὸ πνεύματα ἀκάθαρτα. Καὶ αὐτοὶ ὅλοι ἐθεραπεύοντο.
- 17
᾿Αναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
Ἐκινήθη ὅμως μὲ δραστηριότητα ὁ ἀρχιερεὺς καὶ ὅλοι, ὅσοι ἦσαν μαζί του καὶ ἀπετέλουν τὴν θρησκευτικὴν μερίδα τῶν Σαδδουκαίων, καὶ ἐγέμισαν ἀπὸ φθόνον καὶ μῖσος,
- 18
καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
καὶ συνέλαβον τοὺς Ἀποστόλους καὶ τοὺς ἔβαλαν εἰς τὴν κοινὴν φυλακήν.
- 19
ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε·
Ἄγγελος ὅμως Κυρίου ἤνοιξε τὴν νύκτα τὰς πόρτας τῆς φυλακῆς καὶ ἀφοῦ τοὺς ἔβγαλεν ἔξω, τοὺς εἶπε·
- 20
πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.
Πηγαίνετε καὶ σταθῆτε ἄφοβα εἰς τὸ ἱερὸν καὶ κηρύττετε εἰς τὸν λαὸν ὅλα τὰ λόγια τῆς νέας αὐτῆς ζωῆς, τὴν ὁποίαν ὁ Χριστὸς ἐνεκαινίασε.
- 21
ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
Αὐτοὶ δέ, ὅταν ἤκουσαν τὴν ἐντολὴν τοῦ ἀγγέλου, ἐμβῆκαν τὸ πρωΐ εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Ἦλθε δὲ τότε ὁ ἀρχιερεὺς καὶ οἱ σύμβουλοί του καὶ συνεκάλεσαν εἰς συνεδρίασιν τὸ μέγα συνέδριον, δηλαδὴ ὅλους τοὺς γέροντας καὶ προκρίτους τῶν Ἰσραηλιτῶν, καὶ ἔστειλαν ὑπηρέτας εἰς τὴν φυλακὴν διὰ νὰ φέρουν τοὺς Ἀποστόλους.
- 22
οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
Οἱ ὑπηρέται ὅμως, ὅταν ἐπῆγαν, δὲν τοὺς ηὗραν εἰς τὴν φυλακήν, ἀλλὰ ἐπέστρεψαν καὶ εἶπον·
- 23
λέγοντες ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
Τὴν μὲν φυλακὴν τὴν εὕραμεν κλειδωμένην μὲ κάθε ἀσφάλειαν καὶ τοὺς φύλακας νὰ στέκωνται πρὸ τῶν θυρῶν, ὅταν ὅμως ἀνοίξαμεν, δὲν εὕραμεν μέσα κανένα.
- 24
ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
Μόλις δὲ ἤκουσαν τοὺς λόγους αὐτούς, τόσον ὁ ἀρχιερεύς, ὅσον καὶ ὁ διοικητὴς τῆς φρουρᾶς τοῦ ἱεροῦ καὶ οἱ ἄλλοι ἀρχιερεῖς, κατελήφθησαν ἀπὸ μεγάλην ἀπορίαν δι’ αὐτά, ποὺ συνέβησαν, καὶ ἐσκέπτοντο ποία θὰ ἦτο ἡ ἐξέλιξις καὶ τὸ τέλος τῆς ὑποθέσεως ταύτης.
- 25
παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Ἦλθε δὲ κάποιος καὶ τοὺς εἶπεν, ὅτι ἰδού, οἱ ἄνδρες, τοὺς ὁποίους σεῖς ἐβάλατε εἰς τὴν φυλακήν, εὑρίσκονται εἰς τὸ ἱερὸν καὶ στέκονται ὄρθιοι καὶ διδάσκουν τὸν λαόν.
- 26
τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτούς, οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
Τότε ἐπῆγεν ὁ στρατηγὸς μὲ τοὺς ὑπηρέτας καὶ τοὺς ἔφεραν χωρὶς νὰ μεταχειρισθοῦν βίαν, διότι ἐφοβοῦντο τὸν λαόν, μήπως τοὺς λιθοβολήσῃ.
- 27
ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
Ἀφοῦ δὲ τοὺς ἔφεραν, τοὺς ἔστησαν εἰς τὴν αἴθουσαν τοῦ συνεδρίου καὶ ὁ ἀρχιερεὺς τοὺς ἠρώτησε
- 28
λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν ῾Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
καὶ εἶπε· Δὲν σᾶς δώσαμεν ρητὴν καὶ αὐστηρὰν παραγγελίαν νὰ μὴ διδάσκετε μὲ βάσιν καὶ θέμα τὸ ὄνομα τοῦτο; Καὶ νά, σεῖς ἔχετε γεμίσει τὴν Ἱερουσαλὴμ μὲ τὴν διδασκαλίαν σας καὶ θέλετε νὰ φέρετε ἐπάνω μας τὴν ὀργὴν τοῦ λαοῦ καὶ τὴν τιμωρίαν διὰ τὸν θάνατον τοῦ ἀνθρώπου τούτου.
- 29
ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Ἀπεκρίθη δὲ ὁ Πέτρος καὶ οἱ ἄλλοι ἀπόστολοι καὶ εἶπαν· Πρέπει νὰ πειθαρχῶμεν εἰς τὸν Θεὸν περισσότερον παρὰ εἰς τοὺς ἀνθρώπους.
- 30
ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν ᾿Ιησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
Ὁ Θεὸς τῶν πατέρων μας ἀνέστησε τὸν Ἰησοῦν, τὸν ὁποῖον σεῖς ἐφονεύσατε καρφώσαντες αὐτὸν ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ.
- 31
τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ ᾿Ισραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
Αὐτὸν ὁ Θεὸς ὡς κυρίαρχον βασιλέα καὶ σωτῆρα τὸν ὕψωσε καὶ τὸν ἔφερεν εἰς τὰ δεξιά του, διὰ νὰ δώσῃ μετάνοιαν εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ ἄφεσιν ἁμαρτιῶν.
- 32
καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ρημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ ῞Αγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
Καὶ ἡμεῖς εἴμεθα μάρτυρές του διὰ τὰ γεγονότα ταῦτα, μάρτυς δὲ εἶναι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ὁποῖον ἔδωκεν ὁ Θεὸς εἰς ἐκείνους, ποὺ πειθαρχοῦν εἰς αὐτόν.
- 33
οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
Αὐτοὶ δέ, ὅταν ἤκουσαν αὐτά, ᾐσθάνοντο ὀδύνην, σὰν νὰ ἐπριονίζετο ἡ καρδιά τους ἀπὸ τὴν ὀργὴν καὶ τὸν φθόνον, καὶ ἐσκέπτοντο νὰ τοὺς θανατώσουν.
- 34
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι,
Ἀλλ’ ἐσηκώθη εἰς τὸ συνέδριον κάποιος Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος σεβαστὸς εἰς ὅλον τὸν λαόν, καὶ διέταξε νὰ βγάλουν ἔξω δι’ ὀλίγην ὥραν τοὺς Ἀποστόλους,
- 35
εἶπέ τε πρὸς αὐτούς· ἄνδρες ᾿Ισραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
καὶ εἶπε πρὸς τοὺς συνέδρους· Ἄνδρες Ἰσραηλῖται, προσέχετε καλὰ τὶ σκοπεύετε νὰ κάμετε εἰς τοὺς ἀνθρώπους αὐτούς.
- 36
πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Διότι πρὸ ὀλίγου καιροῦ ἐσηκώθη ὁ Θευδᾶς καὶ ἔλεγεν, ὅτι εἶναι κάποιος σπουδαῖος, καὶ τὸν ἠκολούθησαν καὶ προσεκολλήθησαν εἰς αὐτὸν περίπου τετρακόσιοι ἄνδρες. Αὐτὸς ὅμως ἐφονεύθη καὶ ὅλοι, ὅσοι τὸν ἤκουαν καὶ τὸν ἐπίστευαν, διελύθησαν καὶ κατήντησαν ἕνα τίποτε.
- 37
μετὰ τοῦτον ἀνέστη ᾿Ιούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
Ὕστερα ἀπὸ αὐτὸν ἐσηκώθη ὁ Ἰούδας ὁ Γαλιλαῖος κατὰ τὰς ἡμέρας τῆς ἀπογραφῆς καὶ παρέσυρε μὲ τὸ μέρος του ἀρκετὸν λαόν. Ἀλλὰ καὶ ἐκεῖνος ἐχάθη καὶ ὅλοι ὅσοι τὸν ἐπίστευον διεσκορπίσθησαν.
- 38
καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
Καὶ τώρα σᾶς λέγω, ἀπομακρυνθῆτε ἀπὸ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἀφήσατέ τους. Διότι ἐὰν τὸ σχέδιον τοῦτο καὶ τὸ κίνημα αὐτὸ προέρχεται ἀπὸ ἀνθρώπους, θὰ διαλυθῇ.
- 39
εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
Ἐὰν ὅμως προέρχεται ἀπὸ τὸν Θεόν, δὲν δύνασθε νὰ τὸ διαλύσετε, καὶ προσέχετε μήπως εὑρεθῆτε νὰ πολεμῆτε αὐτὸν τὸν Θεόν.
- 40
ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ ᾿Ιησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
Ἐπείσθησαν λοιπὸν εἰς αὐτὸν καὶ ἀφοῦ προσεκάλεσαν τοὺς Ἀποστόλους, τοὺς ἔδειραν καὶ τοὺς παρήγγειλαν νὰ μὴ μιλοῦν, χρησιμοποιλοῦντες ὡς βάσιν τοῦ κηρύγματός των τὸ ὄνομα τοῦ Ἰησοῦ, καὶ τοὺς ἄφησαν ἐλευθέρους.
- 41
Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι·
Αὐτοὶ λοιπὸν ἔφευγαν ἀπὸ τὸ συνέδριον χαίροντες, διότι ἠξιώθησαν νὰ ὑποστοῦν ἀτίμωσιν καὶ ραβδισμὸν διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ.
- 42
πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ᾿Ιησοῦν τὸν Χριστόν.
Κάθε δὲ ἡμέραν, τόσον εἰς τὸν ναὸν ὅσον καὶ εἰς τὰς ἰδιωτικὰς οἰκίας, δὲν ἔπαυαν νὰ διδάσκουν καὶ νὰ κηρύττουν τὸ χαρμόσυνον μήνυμα, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός.
