Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΝΕΕΜΙΑΣ

Νεεμίας, κεφάλαιο 7

71 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (13)
  1. 1

    ΚΑΙ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τάς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ Λευῖται.

    Όταν λοιπὸν ἐτελείωσεν ἡ ἀνοικοδόμησις τοῦ τείχους τῆς Ἱερουσαλήμ, ἐτοποθέτησα τὰς θύρας εἰς τὰς πύλας τοῦ τείχους καὶ ὡρίσθησαν καὶ ἀνέλαβαν τὰς ἐργασίας των ὑπευθύνως οἱ θυρωροί, οἱ ψάλται καὶ οἱ Λευῖται.

  2. 2

    καὶ ἐνετειλάμην τῷ ᾿Ανανίᾳ ἀδελφῷ μου καὶ τῷ ᾿Ανανίᾳ ἄρχοντι τῆς βιρὰ ἐν ῾Ιερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν Θεὸν παρὰ πολλούς,

    Ἐν συνεχείᾳ ἔδωσα ἐντολὴν εἰς τὸν Ἀνανίαν, τὸν ἀδελφόν μου, καὶ εἰς τὸν ἄλλον Ἀνανίαν, τὸν ἄρχοντα καὶ διοικητὴν τοῦ φρουρίου τῆς ἀκροπόλεως τῶν Ἱεροσολύμων, ὁ ὁποῖος ἦτο ἄνθρωπος εἰλικρινής. Ἐφοβεῖτο δὲ τὸν Θεὸν καὶ ὑπελόγιζε τὸν Νόμον Του πολὺ περισσότερον ἀπὸ πολλοὺς ἄλλους Ἰουδαίους.

  3. 3

    καὶ εἶπα αὐτοῖς· οὐκ ἀνοιγήσονται πύλαι ῾Ιερουσαλὴμ ἕως ἅμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν ῾Ιερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.

    Τοὺς εἶπα δηλαδὴ τὸ ἑξῆς: Δὲν θὰ ἀνοίγουν αἱ πύλαι τῆς Ἱερουσαλήμ, παρὰ μόνον ἀφοῦ θὰ ἔχῃ ἀνατείλει ὁ ἥλιος. Ἀκόμη καὶ ὅταν θὰ ἀγρυπνοῦν οἱ φρουροὶ εἰς τὰς θέσεις των, αἱ θύραι πρέπει νὰ εἶναι κλεισμέναι καὶ σφηνωμέναι. Νὰ τοποθετήσῃς δὲ σύ, ὁ διοικητὴς τῆς ἀκροπόλεως, καὶ περιπόλους ἀπὸ τοὺς κατοίκους τῆς Ἱερουσαλὴμ διὰ τὴν καλυτέραν φρούρησιν καὶ μεγαλυτέραν ἀσφάλειαν τῆς πόλεως. Κάθε ἄνδρας θὰ μετέχῃ εἰς κάποιαν περίπολον, καὶ καθένας θὰ φρουρῇ ἀπέναντι ἀπὸ τὸ σπίτι του.

  4. 4

    Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.

    Ἢ πόλις τῶν Ἱεροσολύμων ἦτο ἐκτεταμένη καὶ μεγάλη, ἐνῷ ὁ πληθυσμός της ἦτο ὀλίγος καὶ δὲν εἶχαν κτισθῇ ὅλα τὰ σπίτια, ποὺ ὑπῆρχαν πρὶν καταστραφῇ.

  5. 5

    καὶ ἔδωκεν ὁ Θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ.

    Μοῦ ἔβαλε τότε ὁ Κύριος τὴν σκέψιν καὶ μοῦ ἔδωσε τὴν διάθεσιν νὰ συγκεντρώσω τοὺς προεστοὺς καὶ τοὺς ἄρχοντας καὶ ὅλον τὸν λαὸν κατὰ γενεαλογίας διὰ μίαν ἀπογραφήν. Εὑρῆκα μάλιστα καὶ ἕνα βιβλίον ἀπογραφῆς ἐκείνων, οἱ ὁποῖοι εἶχαν ἀνέβη εἰς τὸν λόφον Σιὼν πρῶτοι μετὰ τὴν βαβυλώνιον αἰχμαλωσίαν. Εἰς τὸ βιβλίον αὐτὸ εἶχε γραφῆ καὶ ἐσώζετο τὸ ἑξῆς κείμενον:

  6. 6

    καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλὴμ καὶ εἰς ᾿Ιούδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ

    Αὐτοὶ εἶναι οἰ Ἰουδαῖοι τῆς ἐπαρχίας τοῦ περσικοῦ κράτους, ποὺ ὀνομάζεται Παλαιστίνη, οἱ ὁποῖοι ἀνέβηκαν καὶ πάλιν εἰς τὴν χώραν των ἀπὸ τὴν αἰχμαλωσίαν τῆς Βαβυλῶνος, ὅπου τοὺς εἶχε σύρει ἐξορίστους καὶ αἰχμαλώτους ὁ βασιλεὺς τῆς Βαβυλῶνος Ναβουχοδονόσορ, καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὴν λοιπὴν Ἰουδαίαν, καθένας εἰς τὸν τόπον καταγωγῆς του.

  7. 7

    μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ Νεεμία ᾿Αζαρία καὶ Ρεελμὰ Ναεμανί, Μαρδοχαῖος, Βαλσάν, Μασφαράθ, ῎Εσδρα, Βογουΐα, ᾿Ιναούμ, Βαανά, Μασφάρ, ἄνδρες λαοῦ ᾿Ισραήλ·

    Μὲ τὸν Ζοροβάβελ, τὸν Ἰησοῦν, τὸν Νεεμίαν, τὸν Ἀζαρίαν, τὸν Ρεελμά, τὸν Ναεμανί, τὸν Μαρδοχαῖον τὸν Βαλσάν, τὸν Μασφαράθ, τὸν Ἔσδραν, τὸν Βογουΐαν, τὸν Ἰναούμ, τὸν Βαανὰ καὶ τὸν Μασφάρ, ποὺ ἦσαν οἱ ἐπὶ κεφαλῆς, ἦλθαν καί οἰ ἐξῆς ἄνδρες ἀπὸ τὸν λαὸν τοῦ Ἰσραήλ:

  8. 8

    υἱοὶ Φόρος δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·

    Ἀπόγονοι τοῦ Φόρος δύο χιλιάδες ἑκατὸν ἑβδομῆντα δύο (2.172).

  9. 9

    υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταδύο·

    Ἀπόγονοι τοῦ Σαφατία τριακόσιοι ἑβδομῆντα δύο (372).

  10. 10

    υἱοὶ ᾿Ηρὰ ἑξακόσιοι πεντηκονταδύο·

    Ἀπόγονοι τοῦ Ἠρὰ ἑξακόσιοι πενῆντα δύο (652),

  11. 11

    υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ἑξακόσιοι δεκαοκτώ·

    Ἀπόγονοι τοῦ Φαὰθ Μωάβ, μαζὶ μὲ τοὺς ἀπογόνους τοῦ Ἰησοῦ καὶ τοῦ Ἰωάβ, ποὺ ἀνῆκαν εἰς τὴν ἰδίαν πατριαρχικὴν οἰκογένειαν, δύο χιλιάδες ἑξακόσιοι δεκαοκτώ (2.618).

  12. 12

    υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·

    Ἀπόγονοι τοῦ Αἰλὰμ χίλιοι διακόσιοι πενῆντα τέσσερις (1.254).

  13. 13

    υἱοὶ Ζαθουΐα ὀκτακόσιοι τεσσαρακονταπέντε·

    Ἀπόγονοι τοῦ Ζαθουΐα ὀκτακόσιοι σαράντα πέντε (845).

  14. 14

    υἱοὶ Ζακχοῦ ἑπτακόσιοι ἑξήκοντα·

    Ἀπόγονοι τοῦ Ζακχοῦ ἑπτακόσιοι ἑξῆντα (760)

  15. 15

    υἱοὶ Βανουΐ ἑξακόσιοι τεσσαρακονταοκτώ·

    Ἀπόγονοι τοῦ Βανουῒ ἑξακόσιοι σαράντα ὀκτώ (648).

  16. 16

    υἱοὶ Βηβὶ ἑξακόσιοι εἰκοσιοκτώ·

    Ἀπόγονοι τοῦ Βηβὶ ἑξακόσιοι εἴκοσι ὀκτώ (628).

  17. 17

    υἱοὶ ᾿Ασγὰδ δισχίλιοι τριακόσιοι εἰκοσιδύο·

    Ἀπόγονοι τοῦ Ἀσγὰδ δύο χιλιάδες τριακόσιοι εἴκοσι δύο (2.322).

  18. 18

    υἱοὶ ᾿Αδωνικὰμ ἑξακόσιοι ἑξηκονταεπτά·

    Ἀπόγονοι τοῦ Ἀδωνικὰμ ἑξακόσιοι ἑξῆντα ἑπτά (667).

  19. 19

    υἱοὶ Βαγοΐ δισχίλιοι ἑξηκονταεπτά·

    Ἀπόγονοι τοῦ Βαγοῒ δύο χιλιάδες ἑξῆντα ἑπτά (2.067).

  20. 20

    υἱοὶ ᾿Ηδὶν ἑξακόσιοι πεντηκονταπέντε·

    Ἀπόγονοι τοῦ Ἠδὶν ἑξακόσιοι πενῆντα πέντε (655).

  21. 21

    υἱοὶ ᾿Ατὴρ τῷ ᾿Εζεκίᾳ ἐνενηκονταοκτώ·

    Ἀπόγονοι τοῦ Ἀτήρ, υἱοῦ τοῦ Ἐζεκία, ἐνενήντα ὀκτώ (98).

  22. 22

    υἱοὶ ᾿Ησὰμ τριακόσιοι εἰκοσιοκτώ·

    Ἀπόγονοι τοῦ Ἠσὰμ τριακόσιοι εἴκοσι ὀκτώ (328).

  23. 23

    υἱοὶ Βεσεΐ τριακόσιοι εἰκοσιτέσσαρες·

    Ἀπόγονοι τοῦ Βεσεῒ τριακόσιοι εἴκοσι τέσσερις (324).

  24. 24

    υἱοὶ ᾿Αρὶφ ἑκατὸν δώδεκα· υἱοὶ ᾿Ασὲν διακόσιοι εἰκοσιτρεῖς·

    Ἀπόγονοι τοῦ Ἀρὶφ ἑκατὸν δώδεκα (112). Ἀπόγονοι τοῦ Ἀσὲν διακόσιοι εἴκοσι τρεῖς (223).

  25. 25

    υἱοὶ Γαβαὼν ἐνενηκονταπέντε·

    Κάτοικοι τῆς Γαβαὼν ἐνενήντα πέντε (95).

  26. 26

    υἱοὶ Βαιθαλὲμ ἑκατὸν εἰκοσιτρεῖς· υἱοὶ ᾿Ατωφὰ πεντηκονταέξ·

    Κάτοικοι τῆς Βαιθαλὲμ ἑκατὸν εἴκοσι τρεῖς (123). Κάτοικοι τῆς Ἀτωφὰ πενῆντα ἕξι (56).

  27. 27

    υἱοὶ ᾿Αναθὼθ ἑκατὸν εἰκοσιοκτώ·

    Κάτοικοι τῆς Ἀναθὼθ ἑκατὸν εἴκοσι ὀκτώ (128).

  28. 28

    ἄνδρες Βηθασμὼθ τεσσαρακονταδύο·

    Κάτοικοι τῆς Βηθασμὼθ σαράντα δύο (42).

  29. 29

    ἄνδρες Καριαθαρίμ, Καφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·

    Κάτοικοι τῆς Καριαθαρίμ, τῆς Καφιρὰ καὶ τῆς Βηρὼθ ἑπτακόσιοι σαράντα τρεῖς (743).

  30. 30

    ἄνδρες ᾿Αραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσιν·

    Κάτοικοι τῆς Ἀραμὰ καὶ τῆς Γαβαὰ ἑξακόσιοι εἴκοσι (620).

  31. 31

    ἄνδρες Μαχεμὰς ἑκατὸν εἰκοσιδύο·

    Κάτοικοι τῆς Μαχεμὰς ἑκατὸν εἴκοσι δύο (122).

  32. 32

    ἄνδρες Βαιθὴλ καὶ ᾿Αΐ ἑκατὸν εἰκοσιτρεῖς·

    Κάτοικοι τῆς Βαιθὴλ καὶ τῆς Ἀῒ ἑκατὸν εἴκοσι τρεῖς (123).

  33. 33

    ἄνδρες Ναβία ἑκατὸν πεντηκονταδύο·

    Κάτοικοι τῆς Ναβία ἑκατὸν πενῆντα δύο (152).

  34. 34

    ἄνδρες ᾿Ηλαμαὰρ χίλιοι διακόσιοι πεντηκονταδύο·

    Κάτοικοι τῆς Ἠλαμαὰρ χίλιοι διακόσιοι πενῆντα δύο (1.252).

  35. 35

    υἱοὶ ᾿Ηρὰμ τριακόσιοι εἴκοσι·

    Κάτοικοι τῆς Ἠραμ τριακόσιοι εἴκοσι (320).

  36. 36

    υἱοὶ ᾿Ιεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·

    Κάτοικοι τῆς Ἱεριχὼ τριακόσιοι σαράντα πέντε (345).

  37. 37

    υἱοὶ Λοδαδὶδ καὶ ᾿Ωνὼ ἑπτακόσιοι εἰκοσιεῖς·

    Κάτοικοι τῆς Λοδαδὶδ καὶ τῆς Ὠνὼ ἑπτακόσιοι εἴκοσι ἕνας ( 721).

  38. 38

    υἱοὶ Σανανὰ τρισχίλιοι ἐνακόσιοι τριάκοντα·

    Κάτοικοι τῆς Σανανὰ τρεῖς χιλιάδες ἐννιακόσιοι τριάντα (3.930).

  39. 39

    οἱ ἱερεῖς, υἱοὶ ᾿Ιωδαὲ εἰς οἶκον ᾿Ιησοῦ ἐνακόσιοι ἑβδομηκοντατρεῖς·

    Ἱερεῖς ἀπόγονοι τοῦ Ἰωδαέ, τῆς ἱερατικῆς οἰκογενείας τοῦ Ἰησοῦ, ἐννιακόσιοι ἑβδομῆντα τρεῖς (973).

  40. 40

    υἱοὶ ᾿Εμμὴρ χίλιοι πεντηκονταδύο·

    Ἀπόγονοι τοῦ Ἐμμὴρ χίλιοι πενῆντα δύο (1.052).

  41. 41

    υἱοὶ Φασεοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·

    Ἀπόγονοι τοῦ Φασεοὺρ χίλιοι διακόσιοι σαράντα ἑπτά (1.247).

  42. 42

    υἱοὶ ᾿Ηρὰμ χίλιοι δεκαεπτά·

    Ἀπόγονοι τοῦ Ἠρὰμ χίλιοι δεκαεπτά (1.017).

  43. 43

    οἱ Λευῖται, υἱοὶ ᾿Ιησοῦ τοῦ Καδμιὴλ τοῖς υἱοῖς τοῦ Οὐδουΐα ἑβδομηκοντατέσσαρες·

    Λευῖται, ἀπόγονοι τοῦ Ἰησοῦ, υἱοῦ τοῦ Καδμιήλ, ποὺ ἦσαν ἀπόγονοι τοῦ Οὐδουΐα, ἑβδομῆντα τέσσερις (74).

  44. 44

    οἱ ἄδοντες, υἱοὶ ᾿Ασὰφ ἑκατὸν τεσσαρακονταοκτώ·

    Ἱεροψάλται, ἀπόγονοι τοῦ Ἀσάφ, ἑκατὸν σαράντα ὀκτώ (148).

  45. 45

    οἱ πυλωροί, υἱοὶ Σαλούμ, υἱοὶ ᾿Ατήρ, υἱοὶ Τελμών, υἱοὶ ᾿Ακούβ, υἱοὶ ᾿Ατιτά, υἱοὶ Σαβί, ἑκατὸν τριακονταοκτώ·

    Θυρωροί, ἀπόγονοι τοῦ Σαλούμ, τοῦ Ἀτήρ, τοῦ Τελμών, τοῦ Ἀκούβ, τοῦ Ἀτιτὰ καὶ τοῦ Σαβὶ ἑκατὸν τριάντα ὀκτώ (138).

  46. 46

    οἱναθινίμ, υἱοὶ Σηά, υἱοὶ ᾿Ασφά, υἱοὶ Ταβαώθ,

    Ὑπηρέται τοῦ Ναοῦ, ἀπόγονοι τοῦ Σηά, τοῦ Ἀσφα, τοῦ Ταβαώθ,

  47. 47

    υἱοὶ Κιράς, υἱοὶ ᾿Ασουΐα, υἱοὶ Φαδών,

    καθὼς ἐπίσης καὶ οἱ ἀπόγονοι τοῦ Κιράς, τοῦ Ἀσουΐα, τοῦ Φαδών,

  48. 48

    υἱοὶ Λαβανά, υἱοὶ ᾿Αγαβά, υἱοὶ Σελμεΐ,

    τοῦ Λαβανά, τοῦ Ἀγαβά, τοῦ Σελμεΐ,

  49. 49

    υἱοὶ ᾿Ανάν, υἱοὶ Γαδήλ, υἱοὶ Γαάρ,

    τοῦ Ἀνάν, τοῦ Γαδήλ, τοῦ Γαάρ,

  50. 50

    υἱοὶ Ρααΐα, υἱοὶ Ρασσών, υἱοὶ Νεκωδά,

    τοῦ Ρααΐα, τοῦ Ρασσών, τοῦ Νεκωδά,

  51. 51

    υἱοὶ Γηζάμ, υἱοὶ ᾿Οζί, υἱοὶ Φεσή,

    τοῦ Γηζάμ, τοῦ Ὀζί, τοῦ Φεσή,

  52. 52

    υἱοὶ Βησί, υἱοὶ Μεϊνών, υἱοὶ Νεφωσασί,

    τοῦ Βησί, τοῦ Μεϊνών, τοῦ Νεφωσασί,

  53. 53

    υἱοὶ Βακβούκ, υἱοὶ ᾿Αχιφά, υἱοὶ ᾿Αρούρ,

    τοῦ Βακβούκ, τοῦ Ἀχιφά, τοῦ Ἀρούρ,

  54. 54

    υἱοὶ Βασαλώθ, υἱοὶ Μιδά, υἱοὶ ᾿Αδασάν,

    τοῦ Βασαλώθ, τοῦ Μιδά, τοῦ Ἀδασάν,

  55. 55

    υἱοὶ Βαρκουέ, υἱοὶ Σισαράθ, υἱοὶ Θημά,

    τοῦ Βαρκουέ, τοῦ Σισαράθ, τοῦ Θημά,

  56. 56

    υἱοὶ Νισιά, υἱοὶ ᾿Ατιφά,

    τοῦ Νισιά, τοῦ Ἀτιφά,

  57. 57

    υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σουτεΐ, υἱοὶ Σαφαράτ, υἱοὶ Φεριδά,

    καθὼς καὶ οἱ ἀπόγονοι τῶν δούλων τοῦ βασιλέως Σολομῶντος, δηλαδὴ οἱ ἀπόγονοι τοῦ Σουτεΐ, τοῦ Σαφαράτ, τοῦ Φεριδά,

  58. 58

    υἱοὶ ᾿Ιελήλ, υἱοὶ Δορκών, υἱοὶ Γαδαήλ,

    τοῦ Ἰελήλ, τοῦ Δορκών, τοῦ Γαδαήλ,

  59. 59

    υἱοὶ Σαφατία, υἱοὶ ᾿Εττήλ, υἱοὶ Φακαράθ, υἱοὶ Σαβαΐμ, υἱοὶ ᾿Ημίμ·

    τοῦ Σαφατία, τοῦ Ἐττήλ, τοῦ Φακαράθ, τοῦ Σαβαΐμ καὶ τοῦ Ἠμίμ.

  60. 60

    πάντες οἱ ναθινίμ, καὶ υἱοὶ δούλων Σαλωμών, τριακόσιοι ἐνενηκονταδύο.

    Ὅλοι αὐτοὶ οἱ ὑπηρέται τοῦ Ναοῦ καὶ οἱ δοῦλοι τοῦ βασιλέως Σολομῶντος, ποὺ ἀνεφέρθησαν προηγουμένως, ἦσαν τριακόσιοι ἐνενήντα δύο (392).

  61. 61

    καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελέθ, Θελαρησά, Χαρούβ, ᾿Ηρών, ᾿Ιεμὴρ καὶ οὐκ ἐδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ ᾿Ισραήλ εἰσιν·

    Ὑπῆρχαν καὶ ὡρισμένοι, ποὺ ἀνέβηκαν εἰς τὰ Ἱεροσόλυμα ἀπὸ τὴν Θελμελέθ, τὴν Θελαρησά, τὴν Χαρούβ, τὴν Ἠρὼν καὶ τὴνἸεμήρ, οἱ ὁποῖοι δὲν ἠμπόρεσαν νὰ βεβαιώσουν εἰς ποίας πατριαρχικὰς οἰκογενείας ἀνῆκαν καὶ ἐὰν καὶ κατὰ πόσον ἦσαν ἀπόγονοι Ἰσραηλιτῶν.

  62. 62

    υἱοὶ Δαλαία, υἱοὶ Τωβία, υἱοὶ Νεκωδά, ἑξακόσιοι τεσσαρακονταδύο·

    Αὐτοὶ ἦσαν οἱ ἀπόγονοι τοῦ Δαλαία, τοῦ Τωβία καὶ τοῦ Νεκωδά, ἐν συνόλῳ ἑξακόσιοι σαράντα δύο (642).

  63. 63

    καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ ᾿Εβία, υἱοὶ ᾿Ακώς, υἱοὶ Βερζελλί, ὅτι ἔλαβον ἀπὸ θυγατέρων Βερζελλὶ τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθησαν ἐπ' ὀνόματι αὐτῶν·

    Μεταξὺ τῶν ἱερέων παρόμοιοι ἦσαν οἱ ἀπόγονοι τοῦ Ἐβία, οἱ ἀπόγονοι τοῦ Ἀκὼς καὶ οἱ ἀπόγονοι τοῦ Βερζελλί. Οἱ τελευταῖοι εἶχαν πάρει συζύγους ἀπὸ τὰς θυγατέρας τοῦ Γαλααδίτου Βερζελλὶ καὶ ὠνομάζοντο μὲ τὸ ὄνομα τοῦ πενθεροῦ των.

  64. 64

    οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,

    Αὐτοὶ ἔψαξαν νὰ βροῦν τὰ πιστοποιητικά, ποὺ θὰ ἀπεδείκνυαν τὴν ἱερατικὴν καταγωγήν των, ἀλλὰ δὲν εὑρῆκαν τίποτε. Δι' αὐτὸ ἀπεκλείσθησαν ἀπὸ τὰ ἱερατικὰ διακονήματα.

  65. 65

    καὶ εἶπεν ᾿Αθερσασθά, ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς φωτίσων.

    Ὁ δὲ Κυβερνήτης τῆς χώρας ἀπηγόρευσε νὰ τρώγουν αὐτοὶ ἀπὸ τὰς ἁγίας τροφὰς τῶν θυσιῶν τοῦ Ναοῦ, ἕως ὅτου παρουσιασθῇ κάποιος ἀρχιερεύς, ποὺ θὰ ἠμποροῦσε νὰ διαφωτίσῃ τὴν ὑπόθεσιν καὶ νὰ δώσῃ ἔγκυρον γνώμην ὡς πρὸς τὸ θέμα τῆς ἀμφισβητήσεως τῆς ἱερωσύνης των.

  66. 66

    καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,

    Τὸ σύνολον τῶν Ἰουδαίων, ποὺ εἶχαν καταγραφῆ, ἦσαν σαράντα δύο χιλιάδες τριακόσια ἑξῆντα (42.360) πρόσωπα.

  67. 67

    πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαρακονταπέντε·

    Ἐκτὸς αὐτῶν ὑπῆρχαν καὶ οἱ δοῦλοι καὶ αἱ δοῦλαι των, ποὺ ἦσαν ἑπτὰ χιλιάδες τριακόσιοι τριάντα ἑπτὰ (7.337). Ὑπῆρχαν ἐπίσης καὶ διακόσιοι σαράντα πέντε (245) τραγουδισταὶ καὶ τραγουδίστριαι.

  68. 69

    ὄνοι δισχίλιοι ἑπτακόσιοι.

    Οἱ δὲ ὄνοι των ἦσαν δύο χιλιάδες ἑπτακόσιοι (2.700).

  69. 70

    καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χωθωνὼθ τῶν ἱερέων τριάκοντα.

    Μερικοὶ ἀπὸ τοὺς ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν ἔδωσαν εἰς τὸν Νεεμίαν διὰ τὸ ἔργον τῆς ἀνοικοδομήσεως τοῦ τείχους καὶ εἰς τὸ θησαυροφυλάκιον τοῦ Ναοῦ χίλια χρυσᾶ νομίσματα, ποὺ ἐλέγοντο δαρεικοί, πενῆντα φιάλας καὶ τριάντα ἱερατικὰς στολάς.

  70. 71

    καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυροὺς τοῦ ἔργου χρυσοῦ νομίσματος δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας τριακοσίας, καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χωθωνὼθ τῶν ἱερέων ἑξηκονταεπτά.

    Ἄλλοι δὲ ἀρχηγοὶ πατριαρχικῶν οἰκογενειῶν ἔδωσαν εἰς τὰ ταμεῖα καὶ τὰ θησαυροφυλάκια, ποὺ εἶχαν ὁρισθῆ εἰδικῶς διὰ τὸ ἔργον τῆς ἀνοικοδομήσεως τοῦ τείχους, εἴκοσι χιλιάδες χρυσᾶ δαρεικὰ νομίσματα καὶ δύο χιλιάδες τριακόσια ἀσημένια νομίσματα, ποὺ ἐλέγοντο μνᾶς. Ὁ ὑπόλοιπος Ἰουδαϊκὸς λαὸς ἐπρόσφερε εἴκοσι χιλιάδες χρυσᾶ δαρεικὰ νομίσματα, δύο χιλιάδες διακόσιες ἀσημένιες μνᾶς καὶ ἑξῆντα ἑπτὰ ἱερατικὰς στολάς.

  71. 72

    καί ἐκάθισαν οἱ ἱερεῖς καὶ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινὶμ καὶ πᾶς ᾿Ισραὴλ ἐν πόλεσιν αὐτῶν.

    Μετὰ δὲ τὸ πέρας τῆς ἀνεγέρσεως τοῦ τείχους οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ θυρωροί, οἱ ψάλται καὶ οἱ ἄλλοι λαϊκοὶ ποὺ ἐβοηθοῦσαν εἰς τὸν Ναόν, καθὼς καὶ οἱ κατώτεροι ὑπηρέται τοῦ Ναοῦ καὶ ὅλοι οἱ ὑπόλοιποι Ἰσραηλῖται ἐγκατεστάθησαν εἰς τὰς πόλεις των.