Νεεμίας, κεφάλαιο 8
- 1
ΚΑΙ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος -καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν πόλεσιν αὐτῶν- καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος. καὶ εἶπαν τῷ ῎Εσδρᾳ τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο Κύριος τῷ ᾿Ισραήλ.
Οἱ Ἰσραηλῖται λοιπὸν εἶχαν ἐγκατασταθῆ πλέον εἰς τὰς πόλεις των. Καὶ ὅταν ἔφθασεν ὁ ἕβδομος μῆνας, ἐμαζεύθηκαν ὅλος ὁ λαὸς σὰν ἕνας ἄνθρωπος εἰς τὴν πλατεῖαν, ποὺ ὑπῆρχεν ἐμπρὸς εἰς τήν πύλην τοῦ ὕδατος. Εἶπαν δὲ εἰς τὸν γραμματέα Ἔσδραν νὰ φέρῃ ἐκεῖ τὸ βιβλίον, ποὺ περιεῖχε τὸν Νόμον τὸν Μωϋσέως, τὸν ὁποῖον διέταξεν ὁ Κύριος εἰς τὸν Ἰσραηλιτικὸν λαόν.
- 2
καὶ ἤνεγκεν ῎Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου
Καὶ πράγματι τὴν πρώτην ἡμέραν τοῦ ἑβδόμου μηνὸς ὁ Ἔσδρας, ποὺ ἦτο καὶ ἱερεύς, ἔφερε τὸ βιβλίον τοῦ Νόμου ἐμπρὸς εἰς τὸ σνγκεντρωμένον πλῆθος, ποὺ τὸ ἀποτελοῦσαν ἄνδρες καὶ γυναῖκες, ὅλοι ὅσοι ἦσαν εἰς θέσιν νὰ ἀκούσουν καὶ νὰ καταλάβουν τὸν θεῖον Νόμον.
- 3
καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ αὐτοὶ συνιέντες, καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου.
Ἀπὸ δὲ τὴν ὥραν ποὺ ἐφώτισεν ὁ ἥλιος τὴν γῆν καὶ ἕως τὸ μεσημέρι τῆς ἡμέρας ἐκείνης ὁ Ἔσδρας ἐδιάβαζε τὸν Νόμον ἐμπρὸς εἰς τοὺς ἄνδρας καὶ τὰς γυναῖκας. Ὅλοι αὐτοί, ποὺ ἠμποροῦσαν νὰ ἐννοήσουν τὰ λόγια τοῦ Θεοῦ, ὅλος ὁ λαός, ἄκουαν μὲ μεγάλην προσοχὴν τὴν ἀνάγνωσιν ἀπὸ τὸ βιβλίον τοῦ Νόμου.
- 4
καὶ ἔστη ῎Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθίας καὶ Σαμαΐας καὶ ᾿Ανανίας καὶ Οὐρίας καὶ Χελκία καὶ Μαασία ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαΐας καὶ Μισαὴλ καὶ Μελχίας καὶ ᾿Ασὼμ καὶ ᾿Ασαβαδμὰ καὶ Ζαχαρίας καὶ Μεσολλάμ.
Ὁ δὲ γραμματεὺς Ἔσδρας, ποὺ ἐδιάβαζε τὸν Νόμον, ἐστέκετο ὄρθιος ἐπάνω εἰς ἕνα ξύλινον βάθρον. Ὄρθιοι δίπλα του καὶ εἰς τὰ δεξιά του ἦσαν ὁ Ματταθίας, ὁ Σαμαΐας, ὁ Ἀνανίας, ὁ Οὐρίας, ὁ Χελκία καὶ ὁ Μαασία. Εἰς δὲ τὰ ἀριστερά του ἦσαν ὁ Φαδαΐας, ὁ Μισαήλ, ὁ Μελχίας, ὁ Ἀσώμ, ὁ Ἀσαβαδμά, ὁ Ζαχαρίας καὶ ὁ Μεσολλάμ.
- 5
καὶ ἤνοιξεν ῎Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ -καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός-
Ἄνοιξε δὲ ὁ Ἔσδρας τὸ βιβλίον τοῦ Νόμου ἐνώπιον ὅλου τοῦ λαοῦ καί, ἐπειδὴ αὐτὸς ἐστέκετο ὑψηλότερα, ἐφαίνετο ἀπὸ ὅλους. Καὶ μόλις ἄνοιξε τὸ βιβλίον, ἐσηκώθη καὶ ἐστάθη ὄρθιος μὲ εὐλάβειαν ὅλος ὁ λαός.
- 6
καὶ ηὐλόγησεν ῎Εσδρας Κύριον τὸν Θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν· ἀμήν, ἐπάραντες τὰς χεῖρας αὐτῶν, καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
Ἐδοξολόγησε τότε ὁ Ἔσδρας τὸν μέγαν Κύριον καὶ Θεόν, ὅλοι δὲ οἱ Ἰσραηλῖται ὕψωσαν τὰ χέρια των πρὸς τὸν οὐρανὸν καὶ ἐφώναξαν καὶ εἶπαν Ἀμήν! Καὶ ἐν σννεχείᾳ ἔσκυψαν καὶ ἐπροσκύνησαν τὸν Κύριον μὲ τὸ πρόσωπον κατὰ γῆς.
- 7
καὶ ᾿Ιησοῦς καὶ Βαναΐας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ.
Κατὰ δὲ τὴν ἀνάγνωσιν τὸν Νόμου οἱ Λευῖται Ἰησοῦς, Βαναΐας καὶ Σαραβίας ἐξηγοῦσαν εἰς τὸν λαὸν τὰ προστάγματα τοῦ Θεοῦ. Ὅλοι δὲ οἱ Ἰσραηλῖται ἐστέκοντο ὄρθιοι.
- 8
καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ, καὶ ἐδίδασκεν ῎Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.
Ἐδιάβαζε λοιπὸν τὸ βιβλίον τοῦ Νόμου τοῦ Θεοῦ ὁ ὡρισμένος ἀναγνώστης καὶ ἐδίδασκεν ὁ Ἔσδρα καὶ ἀνέλυε τὸ κάθε τι, μὲ τὴν σοφίαν ποὺ τὸν εἶχε χαρίσει ὁο Θεός. Ἔτσι ὁ λαὸς καταλάβαινε αὐτὰ ποὺ ἄκουε.
- 9
καὶ εἶπε Νεεμίας καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται καὶ οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ· ἡμέρα ἁγία ἐστὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιε πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου.
Ὁ δὲ Νεεμίας ἐπρότεινεν ὡς πολιτικὸς ἄρχων καὶ ὁ Ἔσδρας, ποὺ ἦτο ἱερεὺς καὶ γραμματεύς, καθὼς καὶ οἱ Λευῖται καὶ ὅσοι ἐξηγοῦσαν τὸν Νόμον εἰς τὸν λαόν, εἶπαν τὰ ἑξῆς εἰς ὅλους τοὺς Ἰσραηλίτας: Ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία πρὸς τιμὴν τοῦ Κυρίου καὶ Θεοῦ μας. Μὴ πενθεῖτε καὶ μὴ κλαίετε. Τὰ εἶπαν αὐτά, διότι εἶδαν ὅτι ὅλοι οἱ Ἰσραηλῖται ἔκλαιαν, ὅταν ἄκουσαν τὰ λόγια τοῦ Νόμου τοῦ Θεοῦ.
- 10
καὶ εἶπεν αὐτοῖς· πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν· ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ Κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶ Κύριος ἰσχὺς ἡμῶν.
Εἶπε δὲ ὁ Νεεμίας ὡς διοικητὴς ὅλων: Πηγαίνετε νὰ φάγετε πλούσια καὶ λιπαρὰ φαγητὰ καὶ νὰ πιῆτε γλυκὰ ποτά. Νὰ στείλετε δὲ μερίδας φαγητοῦ καὶ ποτὸν καὶ εἰς αὐτοὺς ποὺ δὲν ἔχουν, διότι ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία πρὸς τιμὴν τοῦ Κυρίου μας. Καὶ μὴ ἀποκάμνετε, οὔτε νὰ καταπέσῃ τὸ ἠθικόν σας, διότι ὁ Κύριος εἶναι ἡ δύναμίς μας.
- 11
καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες· σιωπᾶτε, ὅτι ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε.
Καὶ οἱ Λευῖται ἐπίσης καθησύχαζαν ὅλον τὸν λαὸν καὶ ἔλεγαν: Σωπᾶτε, ἠρεμῆστε, διότι ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία. Μὴ ἀποθαρρύνεσθε!
- 12
καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς.
Κατόπιν τοῦτον ἔφυγαν ὅλοι οἱ Ἰσραηλῖται διὰ νὰ φάγουν καὶ νὰ πιοῦν καὶ νὰ στεῖλουν μερίδας καὶ εἰς τοὺς πτωχούς, ὥστε νὰ γίνῃ μεγάλη χαρὰ καὶ εὐφροσύνη. Καὶ ἐχάρηκαν πολύ, διότι κατενόησαν τὰ λόγια τοῦ Νόμον τοῦ Κυρίου, τὰ ὁποῖα τοὺς ἐγνωστοποίησεν ὁ Νεεμίας μὲ τὸν Ἔσδραν.
- 13
Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν σὺν τῷ παντὶ λαῷ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς ῎Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου.
Κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἐμαζεύθηκαν καὶ πάλιν οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν μαζὶ μὲ ὅλον τὸν λαόν, καθὼς ἐπίσης καὶ οἱ ἱερεῖς καὶ οἱ Λεῖίται· καὶ περικύκλωσαν τὸν γραμματέα Ἔσδραν, διὰ νὰ ἀκούσουν καὶ νὰ μελετῆσουν καλύτερα ὅλας τὰς ἐντολὰς τοῦ Νόμου τοῦ Κυρίου.
- 14
καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,
Καὶ εὑρῆκαν γραμμένον εἰς τὸν Νόμον, τὸν ὁποῖον διέταξεν ὁ Κύριος διὰ τοῦ Μωυσέως εἰς τὸν λαόν Του, ὅτι ἔπρεπε νὰ κατοικοῦν οἱ Ἰσραηλῖται μέσα εἰς σκηνὰς κατὰ τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ἡ ὁποία ἐτελεῖτο τὸν ἕβδομον μῆνα τοῦ ἔτους.
- 15
καὶ ὅπως σημάνωσι σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν ῾Ιερουσαλήμ. καὶ εἶπεν ῎Εσδρας· ἐξέλθετε εἰς τὸ ὄρος, καὶ ἐνέγκατε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον.
Ὥριζεν ἐπίσης ὁ Νόμος ὅτι ἔπρεπε νὰ σαλπίσονν μὲ σάλπιγγας καὶ νὰ σημάνουν τὴν ἔναρξιν τῆς ἑορτῆς αὐτῆς εἰς ὅλας τὰς πόλεις των καὶ εἰς τὴν Ἱερουσαλήμ. Καὶ εἶπεν ὁ Ἔσδρας πρὸς ὅλους: Βγῆτε ἔξω ἀπὸ τὴν πόλιν εἰς τὸ βουνὸ καὶ φέρετε κλαδιὰ ἐλιᾶς καὶ κλαδιὰ ἀπὸ κυπαρίσσια, καθὼς ἐπίσης καὶ κλαδιὰ ἀπὸ μυρσίνην, ἀπὸ φοινικόδενδρα καὶ ἀπὸ ἄλλα πυκνόφυλλα δένδρα, διὰ νὰ κατασκευάσωμεν σκηνάς, συμφώνως πρὸς αὐτὰ ποὺ γράφει ὁ Νόμος τοῦ Κυρίου.
- 16
καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ Θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης ᾿Εφραίμ.
Καὶ ἐβγῆκαν πράγματι εἰς τὸ βουνὸ οἱ Ἰσραηλῖται καὶ ἔφεραν τὰ κλαδιὰ τῶν δένδρων, καὶ ἔφτιαξαν διὰ τοὺς ἑαυτούς των σκηνὰς (καλύβας) καθένας εἰς τὸ δῶμα (ταράτσαν) τοῦ σπιτιοῦ του ἢ εἰς τὰς αὐλάς των, καθὼς καὶ εἰς τὰς αὐλὰς τοῦ Ναοῦ τοῦ Θεοῦ καὶ εἰς τὰς πλατείας τῆς πόλεως ἕως τὴν πύλην τοῦ Ἐφραίμ.
- 17
καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία, οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας, σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν ᾿Ιησοῦ υἱοῦ Ναυῆ οὕτως οἱ υἱοὶ ᾿Ισραὴλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη.
Ἔτσι ὅλος ὁ Ἰσραηλιτικὸς λαός, ποὺ εἶχεν ἐπιστρέψει ἐλεύθερος ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, ἔφτιαξε σκηνάς (καλύβας) καὶ ἐγκατεστάθησαν ὅλοι εἰς τὰς σκηνὰς αὐτάς. Ποτὲ ἄλλοτε δὲν εἶχαν ἑορτάσει μὲ τόσον ἐνθουσιασμὸν τὴν ἑορτὴν αὐτὴν οἱ Ἰσραηλῖται, ἀπὸ τὴν ἐποχὴν τοῦ Ἰησοῦ τοῦ Ναυῆ καὶ ἕως τὴν ἡμέραν ἐκείνην. Καὶ ἐγέμισαν ὅλοι μὲ μέγαλην χαρὰν καὶ εὐφροσύνην.
- 18
καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης· καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα.
Κατὰ τὸ διάστημα δὲ τῆς ἑορτῆς αὐτῆς, ἀπὸ τὴν πρώτην ἡμέραν ἕως τὴν τελευταίαν ἡμέραν της, ἐδιάβαζαν μὲ τὴν σειρὰν κάθε ἡμέραν τὸ βιβλίον Νόμου τοῦ Θεοῦ. Ἑώρτασαν δὲ τὴν ἑορτὴν τῆς Σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας. Κατὰ δὲ τὴν ὀγδόην ἡμέραν ἔγινεν ἡ ἐπίσημος ἑορτὴ λήξεως, συμφώνως πρός, τὴν σχετικὴν διάταξιν τοῦ Νόμου τοῦ Μωϋσέως.
