Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΝΕΕΜΙΑΣ

Νεεμίας, κεφάλαιο 3

37 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (13)
  1. 1

    ΚΑΙ ἀνέστη ᾿Ελιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν. αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου ᾿Αναμεὴλ

    Εσηκώθη τότε καὶ ἔκαμε τὴν ἀρχὴν ὁ ἀρχιερεὺς Ἐλιασοὺβ μαζὶ μὲ τοὺς ἀδελφούς του, τοὺς ἱερεῖς, καὶ ἔκτισαν τὴν προβατικὴν πύλην, ἀπὸ τὴν ὁποίην ὠδηγοῦσαν εἰς τὴν πόλιν τὰ πρόβατα διὰ τὰς θυσία καὶ διὰ τὴν διατροφήν. Οἱ ἴδιοι ἔκαμαν τὰ ἐγκαίνια τῆς πύλης καὶ ἐτοποθέτησαν τὰς θύρας της καὶ συνέχισαν τὸ ἔργον τῆς ἀνοικοδομήσεως τὸν τείχους μέχρι τοῦ πύργου, ποὺ ἐλέγετο τῶν ἑκατόν, καὶ ἕως τὸν πύργον τοῦ Ἀναμεήλ.

  2. 2

    καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν ῾Ιεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχούρ, υἱοῦ ᾿Αμαρί.

    Δίπλα εἰς αὐτοὺς εἰργάζοντο ἄνδρες ἀπὸ τὴν Ἱεριχὼ καὶ κοντὰ εἰς ἐκείνους οἰ ἀπόγονοι τοῦ Ζακχούρ, τοῦ υἱοῦ τοῦ Ἀμαρί.

  3. 3

    καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ ᾿Ασανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

    Τὴν πύλην ποὺ ἐλέγετο ἰχθυηρά, διότι ἀπὸ ἐκεῖ μετέφεραν τὰ ψάρια εἰς τὴν πόλιν, τὴν ἔκτισαν οἱ ἀπόγονοι τοῦ Ἀσανά. Οἱ ἴδιοι ἐστέγασαν τὴν πύλην καὶ ἐτοποθέτησαν τὰς θύρας της, καθὼς ἐπίσης καὶ τὶς κλειδωνιές της καὶ τοὺς μοχλούς της (ἀμπάρες).

  4. 4

    καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μαζεβήλ, καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά.

    Δίπλα εἰς αὐτοὺς εἰργάσθη μὲ τοὺς ἰδικούς του ὁ Ραμώθ, ὁ υἱὸς τοῦ Οὐρία, ποὺ ἦτο ἀπόγονος τοῦ Ἀκκώς. Καὶ κοντὰ εἰς ἐκείνους ὁ Μοσολλάμ, ὁ υἱὸς τοῦ Βαραχίου, ποὺ ἦτο ἀπόγονος τοῦ Μαζεβήλ. Ἐν συνεχείᾳ εἰργάσθη ὁ Σαδώκ, ὁ υἱὸς τοῦ Βαανά.

  5. 5

    καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωΐμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

    Κοντὰ εἰς αὐτοὺς προσέφεραν ἐπίσης τὴν ἐθελοντικήν των ἐργασίαν καὶ οἱ κάτοικοι τῆς Θεκωέ. Οἱ ἄρχοντες ὅμως τῆς πόλεως αὐτῆς δὲν ἠθέλησαν νὰ συνταχθοῦν μὲ τὸν Νεεμίαν καὶ τοὺς ἄρχοντας τῆς Ἱερουσαλὴμ καὶ νὰ συμβάλουν εἰς τὴν ἀνοικοδομὴ τοῦ τείχους,

  6. 6

    καὶ τὴν πύλην ᾿Ιασαναΐ ἐκράτησαν ᾿Ιωϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

    Τὴν πύλην Ἰασαναΐ, ποὺ σημαίνει παλαιά, διότι ὠδηγοῦσεν εἰς τὴν παλαιὰν πόλιν, τὴν ἀνέλαβαν καὶ τὴν ἔκτισαν ὁ Ἰωϊδά, ὁ υἱὸς τοῦ Φασέκ, καὶ ὁ Μεσουλάμ, ὁ υἱὸς τὸν Βασωδία. Οἱ ἴδιοι ἐστέγασαν τὴν πύλην καὶ ἐτοποθέτησαν τὰς εἰσόδους της, καθὼς καὶ τὶς κλειδωνιές της καὶ τοὺς μοχλούς της.

  7. 7

    καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἕως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ,

    Δίπλα εἰς αὐτοὺς ἐργάσθηκαν ὁ Μαλτίας, ποὺ κατήγετο ἀπὸ τὴν Γαβαών, καὶ ὁ Εὐαρών, ποὺ κατήγετο ἀπὸ τὴν Μηρωνώθ, καὶ ἄλλοι ἄνδρες ἀπὸ τὴν πόλιν Μασφά. Αὐτοὶ ἔκτισαν τὸ τεῖχος ἕως τὸ Διοικητήριον, ὅπου ἔμενεν ὁ διοικητὴς τῆς πέραν τοῦ Εὐφράτου ποταμοῦ περιφερείας.

  8. 8

    καὶ παρ' αὐτὸν παρησφαλίσατο ᾿Οζιὴλ υἱὸς ᾿Αραχίου πυρωτῶν. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ανανίας υἱὸς τοῦ Ρωκεΐμ, καὶ κατέλιπον ῾Ιερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος.

    Μετὰ τὸ σημεῖον ἐκεῖνο ἀνέλαβε τὴν ἐργασίαν τῆς κατασκευῆς τοῦ τείχους ὁ Ὀζιήλ, ὁ υἱὸς τοῦ Ἀραχίου, ποὺ ἦτο ἕνας ἀπὸ τοὺς χρυσοχόους. Ἐν συνεχείᾳ εἰργάσθη ὁ Ἀνανίας, ὁ υἱὸς τοῦ Ρωκεΐμ. Αὐτοὶ ἐργάσθηκαν, ἕως ὅτου ἔφθασαν εἰς τὸ λεγόμενον πλατὺ τεῖχος, ὁπότε διέκοψαν τὴν ἐργασίαν των καὶ ἔφυγαν ἀπὸ τὰ Ἱεροσόλυμα καὶ ἦλθαν εἰς τὰς πόλεις των.

  9. 9

    καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ραφαΐα υἱὸς Σούρ, ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ.

    Κοντὰ εἰς αὐτοὺς εἰργάσθη ὁ Ραφαΐα, ὁ υἱὸς τοῦ Σούρ, ποὺ ἦτο ἐπὶ κεφαλῆς εἰς τὸ ἥμισυ τῆς περιχώρου τῶν Ἱεροσολύμων.

  10. 10

    καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ιεδαΐα υἱὸς ᾿Ερωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Αττοὺθ υἱὸς ᾿Ασαβανία.

    Ἐν συνεχείᾳ, καὶ συγκεκριμένως εἰς τὸ σημεῖον τοῦ τείχους ποὺ ἦτο ἀπέναντι ἀπὸ τὸ σπίτι του, εἰργάσθη ὁ Ἰεδαΐα, ὁ υἱὸς τοῦ Ἐρωμάφ. Δίπλα του εἰργάσθη ὁ Ἀττούθ, ὁ υἱὸς τοῦ Ἀσαβανία.

  11. 11

    καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς ᾿Ηρὰμ καὶ ᾿Ασοὺβ υἱὸς Φαὰτ Μωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ.

    Ἔπειτα ἀπὸ αὐτὸν ἐργάσθηκαν ὁ Μελχίας, ὁ υἱὸς τοῦ Ἠράμ, καὶ ὁ Ἀσούβ, ὁ υἱὸς τοῦ Φαὰτ Μωάβ, ἕως τὸν πύργον τῶν κλιβάνων (ἢ φούρνων).

  12. 12

    καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς ᾿Αλλωῆς ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.

    Μετὰ ἀπὸ αὐτοὺς εἰργάσθη εἰς τὸ ἔργον τῆς ἀνοικοδομήσεως τῶν τειχῶν ὁ Σαλλούμ, ὁ υἱὸς τοῦ Ἀλλωῆς, ποὺ ἦτο ἐπὶ κεφαλῆς εἰς τὸ ἄλλο ἥμισυ τῆς περιχώρου τῆς Ἱερουσαλήμ. Ὁ Σαλλοὺμ μάλιστα εἶχε μαζί του καὶ τὰς θυγατέρας του.

  13. 13

    τὴν πύλην τῆς φάραγγος ἐκράτησαν ᾿Ανοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.

    Τὴν πύλην τῆς Φάραγγος τὴν ἀνέλαβαν ὁ Ἀνοὺν καὶ οἱ κάτοικοι τῆς πόλεως Ζανώ. Αὐτοὶ τὴν ἔκτισαν καὶ αὐτοὶ ἐτοποθέτησαν καὶ τὰς θύρας της, τὶς κλειδωνιές της καὶ τοὺς μοχλούς της. Οἱ ἴδιοι ἐπίσης ἔκτισαν καὶ ἕνα τμῆμα τοῦ τείχους, μήκους χιλίων πηχγῶν (450 περίπου μέτρων), ἀπὸ τὴν πύλην τῆς Φάραγγος ἕως τὴν πύλην τῆς Κοπρίας, ἀπὸ τὴν ὁποῖον ἔβγαζαν τὰ ἀπορρίμματα τῆς πόλεως.

  14. 14

    καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

    Τὴν Πύλην τῆς Κοπρίας τὴν ἀνέλαβεν ὁ Μελχία, ὁ υἱὸς τοῦ Ρηχάβ, ποὺ ἦτο ἐπὶ κεφαλῆς τῆς περιοχης Βηθακχαρίμ. Εἰργάσθη ὁ ἴδιος μὲ βοηθοὺς τοὺς υἱούς του. Αὐτοὶ ἐστέγασαν τὴν πύλην καὶ ἐτοποθέτησαν τὰς θύρας της, καθὼς καὶ τὶς κλειδωνιές της καὶ τοὺς μοχλούς της.

  15. 15

    τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ.

    Τὴν ἐργασίαν διὰ τὴν ἀνοικοδόμησιν τῆς πύλης τῆς Πηγῆς τὴν ἀνέλαβεν ὁ Σαλωμών, ὁ υἱὸς τοῦ Χολεζέ, ποὺ ἦτο διοικητὴς ἐνὸς τμήματος τῆς περιοχῆς Μασφά. Ὁ ἴδιος τὴν ἔκτισεν ἐξ ἀρχῆς καὶ τὴν ἐστέγασε καὶ ἐτοποθέτησε καὶ τὰς πύλας της καὶ τοὺς μοχλούς της. Ὁ ἴδιος ἐπίσης ἔκτισε καὶ τὸ τεῖχος δίπλα εἰς τὴν Δεξαμενήν, ὅπου ἔπλεναν τὰ πρὸς θυσίαν πρόβατα καὶ τὶς προβιὲς καὶ τὸ μαλλὶ τῶν προβάτων. Ἡ πύλη αὐτὴ εὑρίσκετο κοντὰ εἰς τὸν κῆπον τοῦ βασιλέως. Ἔκτισε δὲ καὶ τὸ τεῖχος, ποὺ ἔφθανε μέχρι τὰ σκαλοπάτια ποὺ κατέβαιναν ἀπὸ τὴν πόλιν Δαβίδ, ἡ ὁποία ἦτο κτισμένη εἰς τὸν λόφον Ὄφελ τῆς Σιών.

  16. 16

    ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς ᾿Αζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαρίμ.

    Μετὰ ἀπὸ αὐτὸν εἰργάσθη ὁ Νεεμίας, ὁ υἱὸς τοῦ Ἀζαβούχ, ποὺ ἦτο ἐπὶ κεφαλῆς εἰς τὸ ἐν δεύτερον τῆς περιοχῆς Βηθσούρ. Αὐτὸς ἔκτισε τὸ τεῖχος ἕως τὸν κῆπον τοῦ τάφου τοῦ Δαβὶδ καὶ μέχρι τὴν Δεξαμενήν, ποὺ ἦτο ἐξαίρετον κατασκεύασμα, κτισμένον πιθανῶς ἀπὸ τὸν Ἐζεκίαν, καὶ ἕως τὸν στρατῶνα (Βηθαγγαρίμ) τῆς βασιλικῆς φρουρᾶς.

  17. 17

    ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Ασαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.

    Ἐν συνεχείᾳ ἐργασθηκαν οἱ Λευῖται, ὁ Ραοὺμ δηλαδή, ὁ υἱός του Βανί, καὶ κοντὰ τοῦ ὁ Ἀσαβία, ὁ ὁποῖος ἦτο διοικητὴς εἰς τὸ ἥμισυ τῆς περιοχὴν Κεϊλά, ποὺ ἦτο καὶ ἡ περιοχὴ ἀπὸ ὅπου κατήγετο.

  18. 18

    καὶ μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεΐ υἱὸς ᾿Ηναδὰδ ἄρχων ἡμίσους περιχώρου Κεϊλά.

    Μαζί του ἐργάσθηκαν οἱ ἀδελφοὶ τῶν Λευῖται, ποὺ καθωδηγοῦντο ἀπὸ τὸν Βενεΐ, τὸν υἱὸν τοῦ Ἠναδάδ, ὁ ὁποῖος ἦτο ἐπὶ κεφαλῆς εἰς τὸ δεύτερον ἥμισυ τῆς περιοχῆς Κεϊλά.

  19. 19

    καὶ ἐκράτησαν ἐπὶ χεῖρα αὐτοῦ ᾿Αζοὺρ υἱὸς ᾿Ιησοῦ, ἄρχων τοῦ Μασφαί, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.

    Δίπλα εἰς αὐτοὺς ἔβαλαν τὸ χέρι των διὰ τὴν ἀνοικοδόμησιν τοῦ τείχους οἱ ἄνθρωποι τοῦ Ἀζούρ, τοῦ υἱοῦ τοῦ Ἰησοῦ, ποὺ ἦτο διοικητὴς τῆς πόλεως Μασφαί. Αὐτοὶ ἔκτισαν τὸ δεύτερον μέρος τοῦ τείχους, δηλαδὴ τὸ ἐσωτερικόν, εἰς τὸν λεγόμενον πύργον τῆς ἀναβάσεως, ποὺ εὑρίσκετο κοντὰ εἰς τὸ ὀπλοστάσιον, πρὸς τὸν ἀνήφορον, καὶ ὅπου τὸ τεῖχος ἔκαμνε γωνίαν καὶ εἶχε κάποιο ἀντιστήριγμα.

  20. 20

    μετ' αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.

    Ἔπειτα ἀπὸ αὐτὸν εἰργάσθη εἰς τὸ δεύτερον μέρος τοῦ τείχους, ἀπὸ τὴν γωνίαν ἐκείνην τοῦ ὁπλοστασίου καὶ ἕως τὴν θύραν τῆς οἰκίας τοῦ ἀρχιερέως Ἐλιασουβ, ὁ Βαρούχ, ὁ υἱὸς τοῦ Ζαβοῦ.

  21. 21

    μετ' αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ.

    Δίπλα τοῦ εἰργάσθη ὁ Μεραμώθ, ὁ υἱὸς τοῦ Οὐρία, ποὺ ἦτο ἀπόγονος τοῦ Ἀκκώς. Εἰργάσθη καὶ αὐτὸς εἰς τὸ δεύτερον καὶ ἐσωτερικὸν τεῖχος, ἀπὸ τὴν θύραν τῆς οἰκίας τοῦ Ἐλιασοὺβ καὶ μέχρι ἐκεῖ, ποὺ ἐτελείωνεν ἡ κατοικία τοῦ ἀρχιερέως Ἐλιασούβ.

  22. 22

    καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ᾿Εκχεχάρ.

    Κοντά του ἀνέλαβαν τὴν ἐργασίαν οἱ ἱερεῖς, ποὺ κατήγοντο ἀπὸ τὴν Ἐκχεχάρ.

  23. 23

    καὶ μετ' αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ ᾿Ασοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ' αὐτὸν ἐκράτησεν ᾿Αζαρίας υἱὸς Μαασίου, υἱοῦ ᾿Ανανία ἐχόμενα οἴκου αὐτοῦ.

    Παραπλεύρως εἰς αὐτὸν εἰργάσθη ὁ Βενιαμὶν μὲ τὸν Ἀσούβ, ἀπέναντι ἀκριβῶς ἀπὸ τὸ σπίτι τους. Καὶ κοντά του, εἰς τὸ τεῖχος ποὺ ἦτο δίπλα εἰς τὸ σπίτι του, εἰργάσθη ὁ Ἀζαρίας, ὁ υἱὸς τοῦ Μαασίου, ποὺ ἦτο ἀπόγονος τοῦ Ἀνανία.

  24. 24

    καὶ μετ' αὐτὸν ἐκράτησε Βανὶ υἱὸς ᾿Αδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς

    Δίπλα του εἰργάσθη ὁ Βανί, ὁ υἱὸς τοῦ Ἀδάδ, εἰς τὸ δεύτερον, τὸ ἐσωτερικὸν δηλαδὴ τμῆμα τοῦ τείχους, ἀπὸ τὸ σπίτι τοῦ Ἀζαρία ἕως τὴν γωνίαν καὶ ἕως τὴν βορειοανατολικὴν καμπὴν καὶ στροφὴν τοῦ τείχους.

  25. 25

    Φαλὰχ υἱοῦ Εὐζαΐ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ' αὐτὸν Φαδαΐα υἱὸς Φόρος.

    Ἀπέναντι ἀπὸ τὴν γωνίαν αὐτήν, ὅπου ὑπῆρχεν ὁ ὑψηλὸς πύργος τοῦ βασιλικοῦ ἀνακτόρου, ποὺ προεξεῖχεν ἀπὸ ὅλα τὰ κτίρια τῆς αὐλῆς τῆς βασιλικῆς φρουρᾶς, εἰργάσθη ὁ Φαλάχ, ὁ υἱὸς τοῦ Εὐζαΐ. Μαζί του ἦτο καὶ ὁ Φαδαΐα, ὁ υἱὸς του Φόρος.

  26. 26

    καὶ οἱ ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ ᾿Ωφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.

    Ἐκεῖ ποὺ ἦτο ὁ ὑψηλὸς ἐκεῖνος πύργος καὶ ἕως τὸν κῆπον τῆς πύλης τοῦ ὕδατος, ποὺ ἦτο πρὸς ἀνατολὰς τοῦ λόφου Ὠφάλ (ἢ Ὄφελ), κατοικοῦσαν οἱ Ναθινίμ, δηλαδὴ οἱ κατώτεροι ὑπηρέται τοῦ Ναοῦ.

  27. 27

    καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωΐμ μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ ᾿Οφλά.

    Κοντὰ εἰς τὸν Φαδαΐα ἀνέλαβαν τὴν ἐργασίαν οἱ κάτοικοι τῆς Θεκωέ, ποὺ ἔκτισαν τὸ δεύτερον, τὸ ἐσωτερικὸν τεῖχος, ἀπέναντι ἀπὸ τὸν μεγάλον καὶ ὑψηλὸν πύργον τῆς βασιλικῆς φρουρᾶς καὶ μέχρι τὸ τεῖχος τοῦ Ὀφλά.

  28. 28

    ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.

    Πιὸ ἐπάνω ἀπὸ τὴν πύλην, ποὺ ἐλέγετο πύλη τῶν ἵππων καὶ ὠδηγοῦσεν εἰς τὴν κοιλάδα τῶν Κέδρων, ἀνέλαβαν τὸ ἔργον τῆς ἀνοικοδομήσεως τοῦ τείχους οἱ ἱερεῖς, καθένας τὸ τμῆμα ποὺ ἦτο ἀπέναντι ἀπὸ τὸ σπίτι του.

  29. 29

    καὶ μετ' αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς ᾿Εμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. καὶ μετ' αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.

    Εἰς τὴν συνέχειαν καὶ ἀπέναντι ἀπὸ τὸ σπίτι του εἰργάσθη ὁ Σαδδούκ, ὁ υἱὸς τοῦ Ἐμμήρ. Δίπλα του εἰργάσθη ὁ Σεχενία, ποὺ ἦτο θυρωρὸς τῆς ἀνατολικῆς πύλης (τοῦ Ναοῦ ἢ τοῦ τείχους).

  30. 30

    μετ' αὐτὸν ἐκράτησεν ᾿Ανανία υἱὸς Σελεμία καὶ ᾿Ανὼμ υἱὸς Σελέφ, ὁ ἕκτος, μέτρον δεύτερον. μετ' αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ.

    Κοντά του καὶ εἰς τὸ δεύτερον καὶ ἐσωτερικὸν τεῖχος εἰργάσθη ὁ Ἀνανία, ὁ υἱὸς τοῦ Σελεμία, μαζὶ μὲ τὸν Ἀνώμ, ποὺ ἦτο ἕκτος υἱὸς τοῦ Σλέφ. Δίπλα του καὶ ἀπέναντι ἀκριβῶς ἀπὸ τὴν κατοικίαν του (ποὺ εὑρίσκετο κοντὰ εἰς τὸν Ναόν) εἰργάσθη ὁ Μεσούλαμ, ὁ υἱὸς τοῦ Βαραχία.

  31. 31

    μετ' αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθαναθινὶμ καὶ οἱ ροπωπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς.

    Ἐν συνεχείᾳ εἰργάσθη ὁ Μελχία, ὁ υἱὸς τοῦ Σαρεφί, ἕως τὸν οῑκον τῶν Ναθινὶμ καὶ δίπλα του ἦσαν οἱ μικροπωληταί, ποὺ ἀνέλαβαν τὸ τμῆμα τοῦ τείχους ἀπέναντι ἀπὸ τὴν πύλην τοῦ Μαφεκάδ καὶ ἕως τὸν ἀνήφορον μὲ τὸ ὑψηλὸν κτίσμα (τὴν σκοπιάν) τῆς στροφῆς τοῦ τείχους.

  32. 32

    καὶ ἀνὰ μέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ροπωπῶλαι.

    Εἰς δὲ τὸν χῶρον ἀπὸ τὴν στροφὴν αὐτὴν καὶ ἕως τὴν προβατικὴν πύλην ἐργάσθηκαν οἱ χαλκουργοὶ καὶ οἱ μικροπωληταί.

  33. 33

    Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς ᾿Ιουδαίοις.

    Μόλις ὅμως ἄκουσε ὁ Σαναβαλλὰτ ὅτι ἐμεῖς ἐκτίζαμεν τὸ τεῖχος τῆς Ἱερουσαλήμ, ἐθεώρησεν ὅτι αὐτὸ ἦτο πολὺ μεγάλο κακὸν καὶ ὠργίσθη πολὺ καὶ ἄρχισε νὰ περιγελᾷ καὶ νὰ ὑβρίζῃ τοὺς Ἰουδαίους.

  34. 34

    καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ· αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ ᾿Ιουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας;

    Εἶπε μάλιστα μὲ σαρκασμὸν ἐμπρὸς εἰς τοὺς ἀδελφούς του, δηλαδὴ εἰς τοὺς συμπατριώτας του ἀξιωματούχους καὶ τὸν στρατὸν τῆς Σαμαρείας: Ὥστε αὐτοὶ οἱ Ἰουδαῖοι ξανακτίζουν τὴν πόλιν των, θὰ προσφέρουν λοιπὸν αὔριον καὶ τὰς θυσίας των; Καὶ νομίζουν πῶς θὰ ἠμπορέσουν νὰ τὸ κατορθόσουν; Θὰ κάμουν καὶ πάλιν καταλλήλους πρὸς οἰκοδομὴν τοὺς λίθους, ποὺ ἔγιναν σὰν τὸ χῶμα τῆς γῆς μετὰ τὴν πυρκαϊὰν τῆς Ἱερουσαλήμ;

  35. 35

    καὶ Τωβίας ὁ ᾿Αμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε καὶ εἶπε πρὸς αὐτούς· μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;

    Καὶ ὁ σύμμαχός του, ὁ Τωβίας ὁ Ἀμμανίτης, ποὺ ἦτο πλησίον του, ἦλθε καὶ εἶπε καὶ αὐτὸς εἰς τὴν συνάθροισίν των: Εἶναι ποτὲ δυνατὸν αὐτοὶ νὰ προσφέρουν πάλιν θυσίας ἢ νὰ φάγουν ἀπὸ τὰ θυσιαζόμενα εἰς τὸν τόπον των; Δὲν εἶναι τόσον ἀδύνατοι καὶ ἀνίκανοί, ὥστε καὶ μία ἀκόμη ἀλεποῦ νὰ ἠμπορῇ νὰ ἀνέβη καὶ νὰ γκρεμίσῃ τὸ λίθινον τεῖχος των;

  36. 36

    ἄκουσον, ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν,

    Αὐτὰ εἶπαν οἱ ἐχθροί μας. Τότε ἱκέτευσα τὸν Θεὸν καὶ εἶπα: Ἄκουσε, Κύριε, ὁ Θεὸς ἠμῶν, τί λέγουν, ὅσοι μᾶς μισοῦν, καὶ πῶς ἐγίναμεν περίγελως τῶν ἐχθρῶν μας.

  37. 37

    καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

    Στρέψε, Σὲ παρακαλῶ, τὸν ὀνειδισμὸν καὶ τὸ ἐμπαιγμὸν αὐτὸν εἰς τὸ κεφάλι των καὶ παράδοσέ τους εἰς αἰχμαλωσίαν, ὥστε νὰ τοὺς ἐμπαίζουν καὶ αὐτοὺς εἰς ξένην γῆν. Μὴ συγκαλύψῃς καὶ συγχωρήσῃς τὴν παρανομίαν των αὐτήν, ποὺ στρέφεται κατ' οὐσίαν ἐναντίον Σου.