Κατά Λουκάν Ευαγγέλιο, κεφάλαιο 7
- 1
᾿Επεὶ δὲ ἐπλήρωσε πάντα τὰ ρήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
Ὅταν δὲ ὁ Ἰησοῦς ἐτελείωσε ὅλα τὰ λόγια του, τὰ ὁποῖα ἤκουεν ὁ λαός, ἐμβῆκεν εἰς τὴν Καπερναούμ.
- 2
῾Εκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
Κάποιου δὲ ἑκατοντάρχου ὁ δοῦλος ἦτο βαρειὰ ἄρρωστος καὶ ἐκινδύνευε νὰ ἀποθάνῃ. Ὁ δοῦλος δὲ αὐτὸς ἦτο πολὺ ἀγαπητὸς καὶ πολύτιμος εἰς τὸν κύριόν του.
- 3
ἀκούσας δὲ περὶ τοῦ ᾿Ιησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν ᾿Ιουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
Ὅταν δὲ ἤκουσε περὶ τοῦ Ἰησοῦ, ἔστειλε πρὸς αὐτὸν μερικοὺς προεστοὺς τῶν Ἰουδαίων καὶ τὸν παρεκάλει νὰ ἔλθῃ καὶ νὰ σώσῃ ἀπὸ τὸν θάνατον τὸν δοῦλον του.
- 4
οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾿Ιησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο·
Αὐτοὶ δὲ ἦλθαν πρὸς τὸν Ἰησοῦν καὶ τὸν παρεκάλουν μὲ μεγάλην ἐπιμονὴν καὶ θερμότητα καὶ ἔλεγον, ὅτι εἶναι ἄξιος αὐτὸς ὁ ἑκατόνταρχος νὰ τοῦ κάμῃς τὴν χάριν αὐτήν.
- 5
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Διότι, ἂν καὶ ρωμαῖος ἀξιωματικός, ἀγαπᾷ τὸ ἔθνος μας καὶ μᾶς ἔκτισε μὲ ἰδικά του ἔξοδα τὴν συναγωγήν.
- 6
ὁ δὲ ᾿Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Ὁ δὲ Ἰησοῦς ἐπήγαινε μαζί τους. Καὶ ἐνῷ δὲν ἀπεῖχε πλέον πολὺ ἀπὸ τὸ σπίτι, ἔστειλεν εἰς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων εἰς αὐτόν· Κύριε, μὴ μπαίνῃς εἰς κόπον νὰ ἔλθῃς ἕως ἐδῶ, διότι εἶμαι ἁμαρτωλὸς καὶ ἐθνικός, καὶ δὲν εἶμαι ἄξιος νὰ ἔμβῃς κάτω ἀπὸ τὴν στέγην μου.
- 7
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
Δι’ αὐτὸ δὲν ἐθεώρησα τὸν ἑαυτόν μου ἄξιον οὔτε κἂν νὰ ἔλθω ἐγὼ ὁ ἴδιος νὰ σὲ συναντήσω. Ἀλλὰ πές ἕνα λόγον καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου.
- 8
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
Τὸ πιστεύω δὲ αὐτό, διότι καὶ ἐγὼ εἶμαι ἄνθρωπος, ποὺ ἔχω ἄλλους ἀνωτέρους μου καὶ ἐξουσιάζομαι ἀπ’ αὐτούς. Ἔχω ὅμως καὶ ὑπὸ τὴν ἐξουσίαν μου στρατιώτας καὶ λέγω εἰς τοῦτον· Πήγαινε, καὶ πηγαίνει. Καὶ εἰς ἄλλον λέγω· Ἔλα, καὶ ἔρχεται. Καὶ εἰς τὸν δοῦλον μου λέγω· Κάμε αὐτό, καὶ τὸ κάνει. Πολὺ περισσότερον σύ, ποὺ ὁρίζεις τὰς νόσους καὶ τὸν θάνατον, ἠμπορεῖς νὰ διατάξῃς καὶ νὰ γίνῃ ἀμέσως ἐκεῖνο, ποὺ θὰ διατάξῃς.
- 9
ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον.
Ὅταν δὲ ἤκουσεν αὐτὰ ὁ Ἰησοῦς, τὸν ἐθαύμασε καὶ ἀφοῦ ἐστράφη πρὸς τὸν λαόν, ποὺ τὸν ἠκολούθει, εἶπε· Σᾶς βεβαιῶ, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι γνωρίζουν τὸν ἀληθινὸν Θεὸν καὶ τὰς Γραφάς, δὲν εὗρον τόσην πίστιν.
- 10
καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Καὶ ὅταν ἐπέστρεψαν εἰς τὸ σπίτι οἱ ἀπεσταλμένοι τοῦ ἑκατοντάρχου, εὗρον τὸν ἄρρωστον δοῦλον τελείως ὑγιῆ.
- 11
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
Καὶ συνέβη τὴν ἀκόλουθον ἡμέραν νὰ πηγαίνῃ ὁ Ἰησοῦς εἰς μίαν πόλιν, ποὺ ἐλέγετο Ναΐν. Καὶ ἐπήγαιναν μαζί του ἀρκετοὶ ἀπὸ τοὺς μαθητάς του καὶ λαὸς πολύς.
- 12
ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ.
Μόλις δὲ ἐπλησίασεν εἰς τὴν πύλην τῆς πόλεως καὶ ἰδοὺ ἔβγαζαν ἔξω ἕνα πεθαμένον, ποὺ ἦτο τὸ μόνον παιδὶ τῆς μητέρας του. Καὶ αὐτὴ ἦτο χήρα. Καὶ πολὺς κόσμος ἀπὸ τὴν πόλιν τὴν συνώδευε.
- 13
καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.
Καὶ ὅταν τὴν εἶδεν ὁ Κύριος, τὴν ἐσπλαγχνίσθη καὶ τῆς εἶπε· Μὴ κλαῖς.
- 14
καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
Καὶ ἀφοῦ ἐπλησίασεν, ἤγγισε τὸ φέρετρον, οἱ δὲ βαστάζοντες ἐστάθησαν. Καὶ εἶπε· Νεανίσκε, εἰς σὲ ὁμιλῶ, σήκω ἐπάνω.
- 15
καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρχισε νὰ ὁμιλῇ, καὶ ὁ Ἰησοῦς τὸν παρέδωκεν εἰς τὴν μητέρα του.
- 16
ἔλαβε δὲ φόβος ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Κατέλαβε δὲ φόβος ὅλους καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, ὅτι προφήτης μέγας, σὰν τὸν Ἠλίαν καὶ τὸν Ἐλισαῖον, ἐνεφανίσθη μεταξὺ μας καὶ ὅτι ὁ Θεὸς ἐπεσκέφθη τὸν λαόν του, διὰ νὰ τὸν σώσῃ καὶ τὸν προστατεύσῃ.
- 17
καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
Καὶ διεδόθη ἡ φήμη αὐτὴ περὶ αὐτοῦ εἰς ὅλην τὴν Ἰουδαίαν καὶ εἰς ὅλα τὰ περίχωρα.
- 18
Καὶ ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
Καὶ ἀνήγγειλαν εἰς τὸν Ἰωάννην οἱ μαθηταί του ὅλα αὐτὰ τὰ θαυμαστά.
- 19
καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
Καὶ ὁ Ἰωάννης ἐφώναξε δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοὺς ἔστειλε πρὸς τὸν Ἰησοῦν μὲ τὴν ἐντολὴν νὰ τὸν ἐρωτήσουν· Σὺ εἶσαι ὁ Μεσσίας, ποὺ περιμένομεν νὰ ἔλθῃ, ἢ πρέπει νὰ περιμένωμεν ἄλλον;
- 20
παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
Ὅταν δὲ ἦλθαν πρὸς τὸν Ἰησοῦν οἱ ἄνδρες, εἶπον· Ὁ Ἰωάννης ὁ Βαπτιστὴς μᾶς ἔστειλε εἰς σὲ καὶ σὲ ἐρωτᾷ· Σὺ εἶσαι ἐκεῖνος ποὺ περιμένομεν νὰ ἔλθῃ, ἢ νὰ περιμένωμεν ἄλλον;
- 21
ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευσμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
Κατ’ ἐκείνην τὴν ὥραν ὁ Ἰησοῦς ἐθεράπευσε πολλούς ἀπὸ ἀσθενείας καὶ ἀπὸ πληγὰς καὶ πόνους καὶ ἀπὸ πνεύματα πονηρά, καὶ εἰς τυφλοὺς πολλοὺς ἐχάρισε τὸ φῶς των.
- 22
καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Πηγαίνετε καὶ εἴπατε εἰς τὸν Ἰωάννην ἐκεῖνα, ποὺ εἴδατε καὶ ἠκούσατε. Εἴπατέ του δηλαδή, ὅτι τυφλοὶ ξαναβλέπουν, κουτσοὶ περιπατοῦν, λεπροὶ καθαρίζονται, κουφοὶ ἀκούουν, νεκροὶ ἀνασταίνονται καὶ πτωχοὶ καὶ ταπεινοὶ τῆς γῆς ἀκούουν τὸ χαρμόσυνον κήρυγμα τῆς σωτηρίας των.
- 23
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Καὶ μακάριος εἶναι ἐκεῖνος, ποὺ δὲν θὰ πάθῃ κλονισμὸν πίστεως ἕνεκα τῆς ταπεινῆς ἐμφανίσεώς μου καὶ τοῦ σταυρικοῦ θανάτου, τὸν ὁποῖον θὰ ὑποστῶ, ἀλλὰ θὰ μὲ ἀναγνωρίσῃ ὡς Μεσσίαν καὶ Σωτῆρα.
- 24
᾿Απελθόντων δὲ τῶν μαθητῶν ᾿Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾿Ιωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Ὅταν δὲ ἔφυγαν οἱ ἀπεσταλμένοι τοῦ Ἰωάννου, ἤρχισε νὰ λέγῃ πρὸς τὰ πλήθη τοῦ λαοῦ διὰ τὸν Ἰωάννην· Τί ἐβγήκατε νὰ ἰδῆτε εἰς τὴν ἔρημον; Κανένα καλάμι, ποὺ τὸ σειεῖ καὶ τὸ κουνεῖ ὁ ἄνεμος ἀπὸ ἐδῶ καὶ ἀπὸ ἐκεῖ; Ἤτοι ἄνθρωπον ἄστατον καὶ ἐλαφρόν, ποὺ ἄλλα λέγει τώρα καὶ ἄλλα ὕστερα;
- 25
ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Ἀλλὰ τί ἐβγήκατε νὰ ἰδῆτε; Ἄνθρωπον ντυμένον μὲ ρούχα πολυτελῆ καὶ μαλακά; Ἰδού, ἐκεῖνοι ποὺ φοροῦν λαμπρὰ καὶ ἔνδοξα φορέματα καὶ ζοῦν μὲ ἀπολαύσεις καὶ καλλοπέρασιν, εὑρίσκονται εἰς τὰ ἀνάκτορα τῶν βασιλέων.
- 26
ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Ἀλλὰ τί ἐβγήκατε νὰ ἰδῆτε; Προφήτην; Ναί, σᾶς λέγω, καὶ ἀνώτερον ἀπὸ προφήτην.
- 27
οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Αὐτὸς εἶναι ἐκεῖνος, διὰ τὸν ὁποῖον ἔχει γραφῆ εἰς τὸν προφήτην Μαλαχίαν· Ἰδοὺ ἐγὼ στέλλω τὸν ἀγγελιοφόρον μου πρὶν ἀπὸ σέ, ὁ ὁποῖος θὰ προετοιμάσῃ τὸν δρόμον σου, προτοῦ νὰ φανῇς σὺ εἰς τὸ κήρυγμα.
- 28
λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.
Διότι σᾶς λέγω, ὅτι μεταξὺ ἐκείνων, ποὺ ἐγεννήθησαν ἀπὸ γυναῖκας, δὲν ὑπάρχει κανεὶς προφήτης ἀνώτερος ἀπὸ τὸν Ἰωάννην τὸν Βαπτιστήν. Ἀλλ’ ἐκεῖνος ποὺ εἶναι μικρότερος εἰς τὴν χριστιανικὴν Ἐκκλησίαν, ἡ ὁποία εἶναι ἡ βασιλεία τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, εἶναι ἀνώτερος ἀπὸ τὸν Ἰωάννην.
- 29
καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα ᾿Ιωάννου·
Καὶ ὅλος ὁ λαός, ποὺ ἤκουσε τὸν Ἰωάννην, καὶ αὐτοὶ οἱ τελῶναι ἀκόμη, διεϾήρυξαν, ὅτι ὁ Θεὸς εἶναι δίκαιος καὶ ἀληθινὸς εἰς τὰς ὑποσχέσεις του, καὶ ἐπίστευσαν εἰς τὸ κήρυγμα τοῦ Ἰωάννου καὶ ἐβαπτίσθησαν τὸ βάπτισμά του.
- 30
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.
Οἱ Φαρισαῖοι ὅμως καὶ οἱ νομοδιδάσκαλοι ἠκύρωσαν τὸ σχέδιον τοῦ Θεοῦ ὡς πρὸς τοὺς ἑαυτούς των καὶ ἐματαίωσαν τὴν σωτηρίαν των, ἐπειδὴ δὲν ἐδέχθησαν νὰ βαπτισθοῦν ἀπὸ τὸν Ἰωάννην.
- 31
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
Μὲ τί λοιπὸν νὰ παρομοιάσω τοὺς ἀνθρώπους τῆς γενεᾶς αὐτῆς καὶ μὲ τί εἶναι ὅμοιοι;
- 32
ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
Εἶναι ὅμοιοι μὲ τὰ παιδιά, ποὺ κάθηνται εἰς τὴν ἀγορὰν καὶ φωνάζουν τὸ ἕνα εἰς τὸ ἄλλο καὶ λέγουν· Σᾶς ἐπαίξαμεν φλογέραν διὰ νὰ χαρῆτε καὶ νὰ χορεύσετε, καὶ δὲν ἐχορεύσατε· σᾶς ἐτραγουδήσαμεν μοιρολόγια διὰ νὰ λυπηθῆτε, καὶ δὲν ἐκλαύσατε. Εἶσθε δηλαδὴ παράξενοι καὶ ἰδιότροποι ἄνθρωποι, ποὺ δὲν σᾶς εὐχαριστεῖ τίποτε.
- 33
ἐλήλυθε γὰρ ᾿Ιωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει.
Διότι ἦλθεν ὁ Ἰωάννης ὁ Βαπτιστής, ὁ ὁποῖος οὔτε ψωμὶ τρώγει, οὔτε κρασὶ πίνει, καὶ λέγετε· Ἔχει δαιμόνιον, καὶ ἡ αὐστηρότης τῆς ζωῆς του εἶναι ἀποτέλεσμα δαιμονικῆς μελαγχολίας.
- 34
ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.
Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὁποῖος τρώγει καὶ πίνει ὅπως ὅλοι οἱ ἄνθρωποι, καὶ λέγετε· Νά ἕνας ἄνθρωπος φαγᾶς καὶ κρασάς, φίλος τῶν τελωνῶν καὶ τῶν ἁμαρτωλῶν.
- 35
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.
Καὶ ὅμως ἡ σοφία τοῦ Θεοῦ, ἡ ὁποία ἐχρησιμοποίησε διαφόρους τρόπους διὰ νὰ σώσῃ τοὺς ἀνθρώπους, ἀνεγνωρίσθη ὡς ὀρθὴ καὶ ἀληθινὴ καὶ ἐτιμήθη ὡς τοιαύτη ἀπὸ ὅλους ἐκείνους, ποὺ εἶναι πνευματικὰ τέκνα τῆς σοφίας.
- 36
᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.
Τὸν παρεκάλει δὲ ἕνας ἀπὸ τοὺς Φαρισαίους νὰ φάγῃ μαζί του. Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ σπίτι τοῦ Φαρισαίου, ἐκάθισεν εἰς τὴν τράπεζαν.
- 37
καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
Καὶ ἰδοὺ μία γυναῖκα, ἡ ὁποία ἦτο γνωστὴ εἰς τὴν πόλιν ὡς ἁμαρτωλή, ὅταν ἔμαθεν ὅτι ὁ Ἰησοῦς κάθεται καὶ τρώγει εἰς τὸ σπίτι τοῦ Φαρισαίου, ἐπῆρε δοχεῖον ἀλαβάστρινον μὲ μύρον
- 38
καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
καὶ ἐστάθη ὀπίσω πλησίον τῶν ποδῶν του κλαίουσα καὶ ἤρχισε νὰ βρέχῃ τοὺς πόδας του μὲ τὰ δάκρυά της. Καὶ μὲ τὰς τρίχας τῆς κεφαλῆς της τοὺς ἐσφόγγιζε καὶ κατεφίλει τοὺς πόδας του καὶ τοὺς ἤλειφε μὲ τὸ μύρον.
- 39
ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶ펜 ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
Ὅταν δὲ εἶδε τοῦτο ὁ Φαρισαῖος, ποὺ τὸν εἶχε καλέσει, εἶπε μέσα του· Αὐτός, ἐὰν ἦτο προφήτης, θὰ ἐγνώριζε ποία καὶ τί εἴδους γυναῖκα εἶναι αὐτή, ποὺ τὸν ἐγγίζει· θὰ ἐγνώριζεν δηλαδή, ὅτι εἶναι ἁμαρτωλὴ καὶ δὲν θὰ τὴν ἄφηνε νὰ τὸν μολύνῃ.
- 40
καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε, εἰπέ.
Καὶ ὁ Ἰησοῦς ἀπαντῶν εἰς τὰς σκέψεις του εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω κάτι νὰ σοῦ εἴπω. Αὐτὸς δὲ εἶπε· Διδάσκαλε, εἰπέ.
- 41
δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
Δύο χρεωφειλέται ἦσαν εἰς κάποιον δανειστήν. Ὁ ἕνας χρεωστοῦσε πεντακόσια δηνάρια καὶ ὁ ἄλλος πενήντα.
- 42
μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;
Ἐπειδὴ δὲ δὲν εἶχαν νὰ τοῦ τὰ δώσουν, τὰ ἐχάρισε καὶ εἰς τοὺς δύο. Ποῖος λοιπὸν ἀπὸ αὐτούς, εἰπέ μου, θὰ τὸν ἀγαπήσῃ περισσότερον;
- 43
ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
Ἀπεκρίθη δὲ ὁ Σίμων καὶ εἶπε· Ὑποθέτω, ὅτι θὰ τὸν ἀγαπήσῃ περισσότερον ἐκεῖνος, εἰς τὸν ὁποῖον ἐχάρισε τὰ περισσότερα. Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· Ὀρθὰ ἔκρινες.
- 44
καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.
Καὶ ἀφοῦ ἐστράφη πρὸς τὴν γυναῖκα, εἶπεν εἰς τὸν Σίμωνα· Βλέπεις αὐτὴν τὴν γυναῖκα; Ἐμβῆκα εἰς τὸ σπίτι σου καὶ σὺ δὲν μοῦ ἔδωκες νερὸ νὰ πλύνω τοὺς πόδας μου, ὅπως κάνουν εἰς ὅλους τοὺς φιλοξενουμένους· αὐτὴ ὅμως μὲ τὰ δάκρυά της ἔβρεξε τοὺς πόδας μου καὶ μὲ τὰς τρίχας τῆς κεφαλῆς της τοὺς ἐσφόγγισε.
- 45
φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθον οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
Σὺ φίλημα εἰς ἔνδειξιν ἀγάπης καὶ ἐγκαρδιότητος δὲν μοῦ ἔδωκες· αὐτὴ ὅμως, ἀφ’ ἧς ὥρας ἐμβῆκα, δὲν ἔπαυσε νὰ καταφιλῇ μὲ σεβασμὸν καὶ λατρείαν τοὺς πόδας μου.
- 46
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
Σὺ δὲν ἤλειψες μὲ λάδι τὸ κεφάλι μου, διὰ νὰ μὲ τιμήσῃς· αὐτὴ ὅμως μὲ πολύτιμον μύρον ἤλειψε τοὺς πόδας μου.
- 47
οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
Ἐπειδὴ δὲ ἔδειξε τόσην ἀγάπην καὶ τόσην ταπείνωσιν, διὰ τοῦτο σοῦ λέγω, ὅτι τῆς ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίες, ποὺ ὡς ἄνθρωπος σαρκικὸς καὶ κόσμιος ἔκαμε, διότι καὶ αὐτὴ ἠγάπησε πολύ. Ἐκεῖνος δὲ εἰς τὸν ὁποῖον χαρίζονται ὀλίγα, δεικνύει καὶ ὀλίγην ἀγάπην.
- 48
εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
Εἶπε δὲ εἰς αὐτήν· Σοῦ ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι.
- 49
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
Καὶ ἤρχισαν ἐκεῖνοι, ποὺ ἐκάθηντο μαζὶ εἰς τὴν τράπεζαν, νὰ λέγουν ἀπὸ μέσα τους· Ποῖος εἶναι αὐτός, ὁ ὁποῖος τολμᾷ καὶ ἁμαρτίας νὰ συγχωρῇ;
- 50
εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
Εἶπε δὲ πρὸς τὴν γυναῖκα, χωρὶς νὰ δώσῃ σημασίαν εἰς τοὺς ψιθυρισμοὺς αὐτούς· Ἡ πίστις σου σὲ ἔχει σώσει· πήγαινε εἰς τὸ καλόν, μὲ τὴν εἰρήνην τοῦ Θεοῦ εἰς τὴν ψυχήν σου.
