Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 59

21 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΜΗ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαί; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;

    Μήπως δὲν ἔχει τὴν δύναμιν ἡ χεὶρ τοῦ Κυρίου διὰ νὰ σᾶς σώσῃ; Ἡ ἔγινε βαρήκοον τὸ οὖς Αὐτοῦ, ὥστε νὰ μὴ σᾶς εἰσακούσῃ;

  2. 2

    ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον τοῦ Θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ᾿ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.

    Ἀλλὰ τὰ ἁμαρτήματά σας δημιουργοῦν χωρισμὸν καὶ διάστασιν μεταξὺ ὑμῶν καὶ τοῦ Θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας σας ὁ Θεὸς ἀπέστρεψε τὸ πρόσωπόν Του ἀπὸ σᾶς διὰ νὰ μὴ σᾶς ἐλεήσῃ.

  3. 3

    αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.

    Διότι αἱ χεῖρες σας εἶναι μολυσμέναι ἀπὸ αἷμα καὶ οἱ δάκτυλοί σας μὲ ἁμαρτίας· τὰ χείλη σας δὲ ἐλάλησαν παράνομα ψεύδη καὶ ἡ γλῶσσα σας λαλεῖ συκοφαντικὰς καὶ δολίας ἐπινοήσεις, δι’ ὧν γίνονται μεγάλαι ἀδικίαι.

  4. 4

    οὐθεὶς λαλεῖ δίκαια, οὐδέ ἐστι κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν.

    Κανεὶς δὲν λαλεῖ δίκαια, οὔτε ὑπάρχει εἰς αὐτοὺς κρίσις καὶ ἀπονομὴ δικαιοσύνης ἀληθινή· ἔχουν ἐστηριγμένην τὴν πεποίθησίν των εἰς τὰ εἴδωλα καὶ λαλοῦν ψευδῆ καὶ ἀνυπόστατα, διότι συλλαμβάνουν καὶ κυοφοροῦν τὸ κακὸν καὶ γεννοῦν κατόπιν σκέψεως καὶ μελέτης τὴν παρανομίαν.

  5. 5

    ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκος.

    Αὐτοὶ ἐξεκόλαψαν καὶ ἔσπασαν αὐγὰ ἀσπίδων καὶ ὑφαίνουν εὔθραυστον ἱστὸν ἀράχνης, μετὰ πολλῆς σκέψεως καὶ τέχνης τὴν ἐπιβουλὴν παρασκευάζοντες· καὶ ἐκεῖνος, ποὺ ἐπρόκειτο νὰ φάγῃ ἀπὸ τὰ αὐγὰ αὐτὰ ποὺ ἐπῳάζουν, ὅταν συνέτριψε ταῦτα, εὗρε δυσῶδες καὶ θανατηφόρον περιεχόμενον, διότι ἐντὸς τοῦ ᾠοῦ αὐτοῦ ὑπῆρχεν ὁ δηλητηριώδης ὄφις βασιλίσκος.

  6. 6

    ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας.

    Ὁ ἱστός, τὸν ὁποῖον ὑφαίνουν αἱ ἀράχναι, δὲν θὰ γίνῃ ποτὲ ἔνδυμα, οὐδὲ αὐτοί, οἵτινες ἐργάζονται ὅμοια πρὸς τὸν ἱστὸν τοῦτον ἔργα, θὰ ἐνδυθοῦν ἀπὸ αὐτά, ἀλλὰ θὰ παραμείνουν γυμνοί· διότι τὰ ἔργα των εἶναι ἔργα ἀνομίας.

  7. 7

    οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.

    Οἱ δὲ πόδες των τρέχουν εἰς τὸ κακόν, εἶναι ταχεῖς διὰ νὰ χύσουν αἷμα· καὶ αἱ ἐσκεμμέναι ἀποφάσεις των εἶναι τεχνάσματα ἀνθρώπων τυφλωμένων ἀπὸ τὸ κακόν.Ἀπὸ ὁπουδήποτε καὶ ἂν περάσουν, σκορποῦν καταστροφὰς καὶ δυστυχίαν.

  8. 8

    καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασι, καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην.

    Καὶ δὲν γνωρίζουν ζωὴν εἰρήνης· οὔτε ὑπάρχει δικαία κρίσις εἰς τὴν συμπεριφοράν των διότι ὁ τρόπος τῆς ζωῆς των δὲν εἶναι εὐθύς, καὶ ἢ διαγωγή των εἶναι διεστραμμένη.

  9. 9

    διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾿ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.

    Διὰ τοῦτο ἀπεμακρύνθη ἀπ' αὐτῶν ἡ προστατεύουσα κατὰ τῶν ἀδικούντων αὐτοὺς ἐχθρῶν δικαιοσύνη καὶ δὲν θὰ καταλάβῃ αὐτοὺς ἡ ἐκ τῆς ἀνταποδόσεως τοῦ δικαίου ἀπαλλαγὴ καὶ σωτηρία· καθ’ ὃν χρόνον ἀνέμειναν οὖτοι φῶς καὶ χαράν, ἐπῆλθεν ἐπ’ αὐτοὺς δυστυχία, ἐνῷ περιέμειναν τὴν αὐγήν, περιεπάτησαν εἰς τὸ σκότος σκοντάπτοντες.

  10. 10

    ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,

    Εἰς τόσον σκότος θὰ ἐμπέσουν, ὥστε θὰ εἶναι ὅμοιοι πρὸς τοὺς τυφλοὺς καὶ θὰ ψηλαφοῦν ὡσὰν αὐτοὺς τοῖχον, καὶ ἐπειδὴ δὲν θὰ ἔχουν ὀφθαλμοὺς τῆς ψυχῆς, θὰ ψηλαφοῦν καὶ θὰ πίπτουν ἐν πλήρει μεσημβρίᾳ, ὡσὰν νὰ ἦτο μεσονύκτιον, θὰ στενάζουν ὡσὰν ἄνθρωποι ποὺ πεθαίνουν,

  11. 11

    ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ᾿ ἡμῶν.

    ὡσὰν ἄρκτος, ποὺ τῆς ἥρπασαν τὰ μικρά, καὶ ὡσὰν περιστερὰ συγχρόνως στενάζοντες θὰ διέρχωνται τὴν ζωήν των.Περιεμείναμεν ἀπόδοσιν δικαιοσύνης, θὰ λέγουν, καὶ δὲν ὑπάρχει· ἡ σωτηρία ἔχει πολὺ ἀπομακρυνθῆ ἀπὸ ἡμᾶς.

  12. 12

    πολλὴ γὰρ ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν.

    Δικαίως δὲ ἀπεμακρύνθη ἀπὸ ἡμᾶς ἡ σωτηρία, διότι εἶναι πολλὴ ἡ παρανομία μας ἐνώπιόν Σου, καὶ αἱ ἁμαρτίαι μας ἐστάθησαν ὡς ἄλλοι κατήγοροι ἐναντίον μας.Πράγματι αἱ ἀνομίαι μας εἶναι ἐνώπιόν μας, καὶ ἐγνωρίσαμεν καὶ ὁμολογοῦμεν τὰ ἀδικήματά μας.

  13. 13

    ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους·

    Ἠσεβήσαμεν καὶ ἠθετήσαμεν ὡς ψεῦσται τὰς πρὸς τὸν Θεὸν ὑποσχέσεις μας καὶ ἀπεμακρύνθημεν ἀπὸ τὸν Θεόν, μὴ ἀκολουθήσαντες ὄπισθεν αὐτοῦ· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν εἰς τὸν Θεὸν ἐκυοφορήσαμεν καὶ ἐμελετήσαμεν ἀπὸ τὰ βάθη τῆς καρδίας μας λόγους δολίους καὶ ἀδίκους.

  14. 14

    καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.

    Καὶ ἐρρίψαμεν ὀπίσω τὴν δικαίαν κρίσιν, περιφρονήσαντες αὐτήν, καὶ ἡ δικαιοσύνη ἔχει σταθῇ μακρὰν ἀπὸ ἡμᾶς, ἐγκαταλιποῦσα ἡμᾶς νὰ ἀδικούμεθα· διότι κατεσπαταλήθη καὶ δὲν ὑπάρχει εἰς τὰς ὁδοὺς καὶ τὰ ἔργα των ἡ ἀλήθεια, καὶ δὲν ἠμποροῦσαν νὰ βαδίσουν καὶ νὰ περάσουν ἀπὸ εὐθὺν δρόμον.

  15. 15

    καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

    Καὶ ἡ ἀλήθεια ἔχει ἀρθῆ καὶ ἀγνοεῖται ὅλως ὑπ' αὐτῶν μετέθεσαν δὲ τὴν διάνοιάν των, δώσαντες εἰς αὐτὴν μόνιμον κλίσιν, ὥστε νὰ μὴ ἐννοῇ τὴν ἀλήθειαν.Καὶ εἶδεν ὁ Κύριος, καὶ δὲν τοῦ ἤρεσε, διότι δὲν ὑπῆρχεν εἰς αὐτοὺς δικαία κρίσις.

  16. 16

    καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.

    Καὶ εἶδεν ὁ Κύριος καὶ δὲν ὑπῆρχεν ἀνὴρ ἀντάξιος τῶν περιστάσεων, καὶ κατενόησε πλήρως ὅτι δὲν ὑπῆρχε κανεὶς δυνάμενος νὰ προστατεύσῃ τὸν Ἰσραήλ.Καὶ ὑπερησπίσθη αὐτοὺς διὰ τῆς κραταιᾶς δυνάμεώς Του καὶ διὰ τοῦ ἐλέους Του τοὺς ἐστήριξε.

  17. 17

    καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον

    Καὶ ἐνεδύθη ὡσὰν θώρακα τὴν δικαιοσύνην καὶ ἔθεσε τριγύρω ἐπὶ τῆς κεφαλῆς Του ἀντὶ περικεφαλαίας τὴν σωτηρίαν καὶ περιεβλήθη τὸ στρατιωτικὸν χιτώνιον τῆς ἐκδικήσεως καὶ τὸν στρατιωτικὸν μανδύαν,

  18. 18

    ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.

    διὰ νὰ ἀνταποδώσῃ ὡς τιμωρίαν ὄνειδος καὶ καταισχύνην εἰς τοὺς ἐχθρούς.

  19. 19

    καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου καὶ οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ.

    Καὶ θὰ φοβηθῦν οἱ ἀπὸ δυσμῶν προερχόμενοι τὸ ὄνομα τοῦ Κυρίου καί οἱ ἀπὸ ἀνατολῶν θὰ φοβηθοῦν τὴν ἔνδοξον παρουσίαν Του.Διότι θὰ ἔλθῃ ἡ ὀργὴ παρὰ τοῦ Κυρίου ὡσὰν ποταμὸς ὁρμητικὸς καὶ βίαιος, θὰ ἔλθῃ μὲ θυμὸν πολύν.

  20. 20

    καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ρυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ᾿Ιακώβ.

    Καὶ θὰ ἔλθῃ χάριν τῆς Σιὼν ὁ Λυτρωτὴς καὶ θὰ ἀπομακρύνῃ τὰς ἀσεβείας ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰακώβ.

  21. 21

    καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, εἶπε Κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ρήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπε γὰρ Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

    Καὶ αὕτη εἶναι ἡ διαθήκη ἡ παρ’ Ἐμοῦ πρὸς αὐτούς, εἶπεν ὁ Κύριος: Τὸ ἰδικόν μου Πνεῦμα, τὸ ὁποῖον θὰ εἶναι ἐπὶ σοῦ, τοῦ λυτρωθέντος Ἰσραήλ, καὶ οἱ λόγοι, τοὺς ὁποίους σὲ ἐδίδαξα καὶ ἔδωκα εἰς τὸ στόμα σου, δὲν θὰ ἐκλείψουν ἀπὸ τὸ στόμα σου καὶ ἀπὸ τὸ στόμα τῶν ἀπογόνων σου ἀπὸ τώρα καὶ εἰς ἅπαντα τὸν αἰῶνα.Δὲν θὰ ἐκλείψουν δέ, διότι τὸ εἶπεν ὁ Κύριος.