Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 58

14 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΑΝΑΒΟΗΣΟΝ ἐν ἰσχύϊ καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ ᾿Ιακὼβ τὰς ἀνομίας αὐτῶν.

    Φώναξε μὲ δύναμιν καὶ μὴ τσιγκουνευθῇς τὴν φωνήν σου, λέγει ὁ Θεὸς εἰς τὸν Ἡσαΐαν· ὡσὰν σάλπιγγα ὕψωσε τὴν φωνήν σου καὶ εἰπὲ καθαρὰ εἰς τὸν λαόν μου τὰ ἁμαρτήματά των καὶ εἰς τὸν οἶκον Ἰακὼβ τὰς ἀνομίας των.

  2. 2

    ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι

    Ἐμὲ κάθε ἡμέραν ζητοῦν διὰ τῶν χειλέων των μόνον καὶ ἐπιθυμοῦν νὰ μάθουν τοὺς εἰς τὰς διαφόρους περιστάσεις των καὶ κινδύνους των τρόπους τῆς κυβερνήσεώς μου· ὡς λαός, ποὺ ἔχει ποιήσει πᾶν ὅ,τι δίκαιον καὶ ὁ ὁποῖος δὲν ἔχει ἐγκαταλείψει τὸν νόμον καὶ τὰ κρίματα τοῦ Θεοῦ, μοῦ ζητοῦν τώρα εἰς τὴν ἀνάγκην των δικαίαν κρίσιν κατὰ τῶν ἐχθρῶν των καὶ ἐπιθυμοῦν νὰ πλησιάζουν εἰς τὸν Θεόν, μόνον καὶ μόνον διὰ νὰ ἐξασφαλίζουν τὴν προστασίαν Του.

  3. 3

    λέγοντες· τί ὅτι ἐνησταύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

    λέγοντες: Διατί, ὅτε ἐνηστεύσαμεν, δὲν εἶδες τὴν νηστείαν μας; Ἐταπεινώσαμεν τὰς ψυχάς μας· διατὶ δὲν ἔλαβες γνῶσιν τῆς ταπεινώσεως ταύτης; Διότι «ἀπαντῶ» κατὰ τὰς ἡμέρας τῶν νηστειῶν σας εὑρίσκετε καὶ ἰκανοποιεῖτε τὰ πονηρὰ θελήματά σας καὶ ὅλους τοὺς ὑπὸ τὴν ἐξουσίαν σας ὑφισταμένους, καταπιέζετε.

  4. 4

    εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἱνατί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;

    Ἐὰν ὅμως εἰς φιλονικίας καὶ συγκρούσεις νηστεύετε καὶ κτυπᾶτε μὲ τοὺς γρόνθους σας τὸν ταπεινὸν καὶ ἀνίσχυρον, πρὸς τί μοῦ νηστεύετε ὅπως σήμερον, διὰ νὰ ἀκουσθῇ μὲ κραυγὴν ἡ φωνή σας ὑπ’ Ἐμοῦ, φθάνουσα μέχρι τοῦ οὐρανοῦ;

  5. 5

    οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτω καλέσετε νηστείαν δεκτήν.

    Ἐγὼ δὲν ἐξέλεξα καὶ δὲν εὐηρεστήθην εἰς αὐτὴν τὴν νηστείαν καὶ δὲν μοῦ ἤρεσεν ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ὁ ἄνθρωπος ταπεινώνει μὲ τοιαύτην νηστείαν ἑαυτόν.Οὔτε ἐὰν κάμψῃς ὡσὰν κρίκον τὸν τράχηλόν σου πρὸς ἐκδήλωσιν ταπεινώσεως καὶ στρώσῃς ὅπως κατακλιθῇς τρίχινον σάκκον καὶ ὑποκάτω αὐτοῦ ρίψῃς στρῶμα στάκτης, οὔτε καὶ σεῖς οἱ ἴδιοι ἔτσι κακουχούμενοι θὰ καλέσετε τὴν νηστείαν σας εὐάρεστον εἰς Ἐμέ.

  6. 6

    οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα·

    Ὄχι· δὲν ἀρέσκομαι Ἐγὼ εἰς τοιαύτην νηστείαν, λέγει ὁ Κύριος· ἀλλὰ λῦε κάθε δεσμὸν ἄδικον, διάλυε τὰς διεστραμμένας συμφωνίας ἀναγκαστικῶν καὶ ὑπὸ τὸ κράτος βίας συναφθέντων συναλλαγμάτων ἀπόστελλε ἐλευθέρους τοὺς συντετριμμένους ἐξ ἀδικίων καὶ συμφορῶν καὶ σχίσε κάθε γραμμάτιον ἄδικον.

  7. 7

    διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.

    Κόπτε καὶ μοίραζε εἰς τὸν πεινῶντα τὸν ἄρτον σου, καὶ πτωχούς, ποὺ δὲν ἔχουν στέγην, ἔμβαζε εἰς τὸ σπίτι σου· ἐὰν ἴδῃς γυμνόν, ἔνδυσέ τον, καὶ ἀπὸ τοὺς συγγενεῖς σου δὲν θὰ σηκώσῃς ὑψηλὰ τὰ μάτια σου, προσποιούμενος ὅτι δὲν τοὺς βλέπεις.

  8. 8

    τότε ραγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.

    Τότε θὰ ἐκραγῇ ὡσὰν τὸ πρωϊνὸν τῆς αὐγῆς τὸ φῶς τῆς παρὰ Θεοῦ προστασίας σου, καὶ θὰ ἀνατείλουν ταχέως αἱ θεραπεῖαι τῆς ὑγείας σου, καὶ θὰ προπορεύεται ἐμπρός σου ἡ ἀρετή σου· ἡ δὲ δόξα τοῦ Θεοῦ θὰ σὲ περιβάλλῃ καὶ θὰ σὲ κατακλείῃ ὄπισθέν σου.

  9. 9

    τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ρῆμα γογγυσμοῦ

    Τότε θὰ φωνάξῃς, καὶ ὁ Θεὸς θὰ σὲ εἰσακούση· ὅταν ἀκόμη λαλῇς πρὸς Αὐτόν, θὰ εἴπῃ: Ἰδού, εἶμαι παρών.Ἐὰν ἀφαιρέσῃς ἀπὸ σὲ κάθε ἄδικον καταπίεσιν καὶ κίνησιν τῆς χειρὸς χλευαστικὴν καὶ ἀπειλητικὴν καὶ λόγον γογγυσμοῦ

  10. 10

    καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία.

    καὶ ἐὰν δώσῃς εἰς τὸν πεινῶντα τὸν ἄρτον μὲ ὅλην τὴν προθυμίαν τῆς ψυχῆς σου καὶ χορτάσῃς ψυχήν, ἡ ὁποία ἔχει ταπεινωθῇ ἐκ τῶν στερήσεων, τότε θὰ ἀνατείλῃ τὸ φῶς τῆς εὐτυχίας σου καὶ τῆς θείας προστασίας σου εἰς τὸ σκότος· τὸ δὲ σκότος τῆς ἀθλιότητός σου θὰ μεταβληθῇ καὶ θὰ λάμψη ὡσὰν φῶς μεσημβρίας.

  11. 11

    καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεῶν.

    Καὶ θὰ εἶναι ὁ Θεός σου πάντοτε μαζί σου, προστατεύων καὶ καθοδηγῶν σε· καὶ θὰ χορτάσῃς ἰκανοποιούμενος, ὅπως ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου θὰ ἰσχυροποιηθοῦν, καθιστῶντα δυνατὸν τὸν ὅλον ὀργανισμόν σου· καὶ θὰ εἶσαι ὡσὰν κῆπος, ποὺ ποτίζεται ἀφθόνως, καὶ ὡσὰν πηγή, ἀπὸ τὴν ὁποίαν δὲν ἔλειψε ποτὲ νερό· τὰ δὲ ὀστᾶ σου ὡσὰν δροσερὸς χόρτος θὰ ἀναπτυχθοῦν καὶ θὰ εἶναι ἰσχυρὰ καὶ παχέα, καὶ θὰ κληρονομήσῃς δι’ αὐτῶν γενεᾶς γενεῶν.

  12. 12

    καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀναμέσον παύσεις.

    Καὶ θὰ οἰκοδομηθοῦν ἀπὸ σὲ αἱ ἀπὸ αἰώνων ὁλοκλήρων ἐρημωμέναι πόλεις, καὶ τὰ θεμέλια, ποὺ θὰ βάλῃς σύ, θὰ εἶναι αἰώνια, διατηρούμενα ἐπὶ γενεᾶς γενεῶν καὶ θὰ ὀνομασθῇς οἰκοδόμος φραγμῶν, τοὺς ὁποίους ἀπὸ κήπους κατέρριψαν, καὶ θὰ σταματήσῃς τοὺς δρόμους, τοὺς ὁποίους διήνοιξαν διὰ μέσου τῶν κήπων.

  13. 13

    ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ Θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾿ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,

    Ἐὰν ἀπομακρύνῃς τὸν πόδα σου ἀπὸ τὴν καταπάτησιν τῶν Σαββάτων, ὥστε νὰ μὴ κινῆσαι καὶ νὰ μὴ ποιῇς τὰ θελήματά σου καὶ τὰς βιοτικὰς ἐργασίας σου κατὰ τὴν ἡμέραν τὴν ἁγίαν, καὶ καλέσῃς τὰ Σάββατα ἡμέραν τρυφῆς καὶ ἀναπαύσεως, ἀφιερωμένην εἰς τὸν Θεόν, καὶ δὲν σηκώσῃς τὸν πόδα σου, ὥστε νὰ κινηθῇς πρὸς ἐπιτέλεσιν ἔργου, οὔτε λαλήσῃς λόγον μὲ θυμὸν ἀπὸ τὸ στόμα σου,

  14. 14

    καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν ᾿Ιακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

    τότε θὰ ἔχῃς στηριγμένην τὴν πεποίθησίν σου ἐπὶ τὸν Κύριον, ὁ Ὁποῖος θὰ εἶναι παντοτινὸς προστάτης σου· θὰ σὲ ἀνεβάσῃ δὲ ὡς ἀσφαλῆ κάτοχόν των εἰς τὰ ἀγαθὰ τῆς ἀληθινῆς γῆς τῆς ἐπαγγελίας καὶ θὰ σὲ θρέψῃ μὲ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν τῆς κληρονομίας τοῦ πατρός σου Ἰακώβ.Θὰ γίνουν ταῦτα ἀσφαλῶς· διότι τὸ στόμα τοῦ Κυρίου ἐλάλησεν αὐτά.