Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 60

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΦΩΤΙΖΟΥ φωτίζου ῾Ιερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.

    Φωτίζου, φωτίζου, ὦ Ἱερουσαλήμ· διότι ἦλθε πλέον τὸ φῶς σου, καὶ ἡ δόξα τοῦ Κυρίου ἐπὶ σοῦ ἔχει ἀνατείλει.

  2. 2

    ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.

    Ἰδοὺ σκότος ἠθικόν, πλάνη καὶ δυστυχία θὰ καλὺπτη τὴν γῆν ὡσὰν σύννεφον μαῦρον ἐπὶ τῶν ἐθνῶν.Εἰς σὲ ὅμως θὰ φανῇ ὁ Κύριος, καὶ ἡ δόξα Του θὰ λάμψη εἰς σέ.

  3. 3

    καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.

    Καὶ θὰ πορευθοῦν βασιλεῖς πρὸς τὸ φῶς σου καὶ ἔθνη πρὸς τὴν λαμπρότητά σου.

  4. 4

    ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται.

    Σήκωσε τριγύρω τὰ μάτια σου, ὦ Ἱερουσαλήμ, καὶ ἰδὲ συνηθροισμένα τὰ τέκνα σου· ἰδοὺ ἔχουν ἔλθει ὅλοι οἱ υἱοί σου ἀπὸ μακρὰν τὰς δὲ θυγατέρας σου θὰ τὰς σηκώσουν καὶ θὰ τὰς φέρουν ἐπὶ τῶν ὤμων.

  5. 5

    τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι

    Τότε θὰ ἴδῃς καὶ θὰ φοβηθῇς πρὸ τοῦ καταπληκτικοῦ θαύματος καὶ θὰ καταπλαγῇς ἐν τῇ καρδίᾳ σου, διότι θὰ κατευθυνθῇ εἰς σὲ ὁ πλοῦτος τῶν εἰς τὰ παράλια καὶ τὰς νήσους τῆς Μεσογείου θαλάσσης κατοικούντων ἐθνῶν καὶ λαῶν.Θὰ ἔλθουν δὲ εἰς σὲ

  6. 6

    ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.

    καὶ κοπάδια καμήλων, καὶ θὰ καλύψουν καταπλημμυροῦσαι τὴν χώραν σου κάμηλοι τῆς Μαδιὰμ καὶ τῆς Γαιφά.Ὅλοι ἀπὸ τὴν χώραν Σαβὰ θὰ ἔλθουν φέροντες χρυσὸν καὶ λίβανον θὰ φέρουν οὗτοι καὶ πολυτίμους λίθους καὶ θὰ ἀναγγέλλουν χαρμοσύνως καὶ εὐγνωμόνως τὴν ὑπὸ τοῦ Κυρίου σωτηρίαν.

  7. 7

    καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.

    Καὶ ὅλα τὰ πρόβατα τῆς Κηδὰρ ἀκολουθοῦντα τοὺς ποιμένας των θὰ συναχθοῦν εἰς σέ, καὶ οἱ κριοὶ τῆς Ναβαιὼθ θὰ ἔλθουν μαζὶ μὲ τοὺς κατόχους των εἰς σέ.Καὶ θὰ προσφερθοῦν θυσίαι δεκταὶ ἐπάνω εἰς τὸ Θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς πρὸς Ἐμὲ προσευχῆς θὰ δοξασθῇ.

  8. 8

    τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς;

    Ποῖοι εἶναι αὐτοί, ποὺ πετοῦν ὡσὰν νεφέλαι καὶ ὡσὰν περιστεραὶ μαζὶ μὲ τοὺς νεοσσούς των;

  9. 9

    ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ ἔνδοξον εἶναι.

    Μὴ ἐκπλήττεσθε ἐρωτῶντες ποῖοι εἶναι οὖτοι.Ἐμὲ ἐπερίμεναν οἱ κάτοικοι τῶν νήσων καὶ τὰ βαρυφορτωμένα πλοῖα τῆς πόλεως Θαρσὶς τὰ ἐπὶ κεφαλῆς τῆς ὅλης πομπῆς, διὰ νὰ δώσω τὴν διαταγήν, ὅπως φέρουν τὰ τέκνα σου, ὦ Σιών, ἀπὸ μακρὰν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μαζί των νὰ τὸν φέρουν διὰ νὰ τὸν ἀφιερώσουν εἰς τὸ ἅγιον ὄνομα τοῦ Κυρίου, διότι ὁ ἅγιος Θεὸς τοῦ Ἰσραὴλ εἶναι ἔνδοξος καὶ ἔδειξε τὴν δόξαν Του εἰς τὴν νέαν Ἱερουσαλήμ.

  10. 10

    καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.

    Καὶ θὰ οἰκοδομήσουν ξένοι καὶ ἐθνικοὶ τὰ τείχη σου, καὶ οἱ βασιλεῖς τῶν θὰ παρασταθοῦν εἰς σὲ προστάται· διότι ἕνεκα τῆς κατὰ τῶν παρεκτροπῶν σου ὀργῆς μου σὲ ἐπάταξα καὶ κατέρρευσαν τὰ τείχη σου, ἐξ εὐσπλαγχνίας ὅμως καὶ ἐλέους σὲ ἠγάπησα καὶ δι’ αὐτὸ τώρα ἀνοικοδομεῖσαι.

  11. 11

    καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.

    Καὶ θὰ ἀνοιχθοῦν αἱ πύλαι σου καὶ δὲν θὰ κλεισθοῦν διὰ παντὸς ἡμέραν καὶ νύκτα, διὰ να εἰσαγάγουν εἰς σὲ τὰ πλούτη καὶ τὴν δύναμιν τῶν ἐθνῶν καὶ τοὺς βασιλεῖς των, οἱ ὁποῖοι θὰ ὁδηγοῦν ταῦτα.

  12. 12

    τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.

    Θὰ εἰσέλθουν δὲ διὰ τῶν πυλῶν σου ἐν συρροῇ, διότι τὰ ἔθνη καὶ οἱ βασιλεῖς, οἱ ὁποῖοι δὲν θὰ δουλεύσουν εἰς σέ, θὰ χαθοῦν, καὶ τὰ ἔθνη θὰ ἐρημωθοῦν ἐξ ὁλοκλήρου.

  13. 13

    καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω.

    Καὶ τὰ περίφημα δένδρα, ποὺ ἀποτελοῦν τὴν δόξαν τοῦ ὄρους Λιβάνου, θὰ ἔλθουν πρὸς σὲ διὰ τὴν ἀνοικοδόμησίν σου, τὰ ἀποτελούμενα ἀπὸ κυπάρισσον καὶ πεύκην καὶ κέδρον, διὰ νὰ δοξάσουν τὸν τόπον τὸν ἀφιερωμένον εἰς Ἐμέ· καὶ τὸν τόπον, ὅπου πατοῦν οἱ πόδες μου, θὰ τὸν δοξάσω.

  14. 14

    καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ.

    Καὶ θὰ ἔλθουν πρὸς σὲ περίφοβοι οἱ ἀπόγονοι αὐτῶν ποὺ σὲ ἐταπείνωσαν καὶ σὲ ἐξώργισαν, καὶ θὰ ὀνομασθῇς Πόλις τοῦ Κυρίου, Σιὼν τοῦ ἁγίου Θεοῦ τοῦ Ἰσραήλ.

  15. 15

    διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.

    Ἐπειδὴ δὲ ἔχεις γίνει ἐγκαταλελειμμένη καὶ ἔχεις μισηθῇ, χωρὶς νὰ ἔχῃς κανένα βοηθόν, θὰ σὲ καταστήσω ἀγαλλίασιν αἰώνιον, εὐφροσύνην γενεῶν εἰς γενεᾶς μεταδιδομένην.

  16. 16

    καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ᾿Ισραήλ.

    Καὶ θὰ θηλάσῃς ὡς ἄλλο γάλα τὰ ἀγαθὰ τῶν ἐθνικῶν λαῶν καὶ θὰ φάγῃς τὸν πλοῦτον τῶν βασιλέων καὶ ἐκ πείρας θὰ μάθῃς ὅτι Ἐγὼ ὁ Κύριος εἶμαι, ὅστις σὲ σώζω, καὶ ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅστις σὲ λυτρώνω.

  17. 17

    καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.

    Καὶ ἀντί του χαλκοῦ, ποὺ εἶχες προτήτερα, θὰ σοῦ φέρω χρυσόν, ἀντὶ δὲ τοῦ σιδήρου θὰ σοῦ φέρω ἄργυρον, ἀντὶ δὲ τῶν ξύλων θὰ σοῦ φέρω χαλκὸν καὶ ἀντὶ τῶν λίθων σίδηρον.Μὲ τόσον πολύτιμα καὶ στερεὰ ὑλικὰ θὰ οἰκοδομηθῇς καὶ μέσα εἰς τόσην ἀφθονίαν πλούτου καὶ δωρεῶν θὰ διάγῃς.Καὶ θὰ κάμω τοὺς ἄρχοντάς σου διαπνεομένους ἀπὸ εἰρήνην καὶ τοὺς ἀρχηγούς σου ἐραστὰς τῆς δικαιοσύνης.

  18. 18

    καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

    Καὶ δὲν θὰ ἀκουσθῇ πλέον ἀδικία εἰς τὴν χώραν σου, οὔτε καταστροφὴ οὔτε καταπίεσις εἰς τὰ σύνορά σου, ἀλλὰ θὰ ὀνομασθοῦν λόγῳ τῆς ἀντοχῆς των Σωτήριον τὰ τείχη σου, αἱ δὲ πύλαι σου θὰ ὀνομασθοῦν Γεγλυμμέναι, γλυπταὶ δηλαδὴ καὶ ὠραῖαι.

  19. 19

    καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.

    Καὶ δεν θὰ εἶναι πλέον εἰς σὲ ὁ αἰσθητὸς ἥλιος διὰ νὰ σοῦ παρέχῃ τὸ φῶς τῆς ἡμέρας, οὔτε ἡ ἀνατολὴ τῆς σελήνης θὰ σοῦ φωτίζῃ τὴν νύκτα· ἀλλὰ θὰ εἶναι διὰ σὲ ὁ Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς θὰ εἶναι ἡ δόξα σου.

  20. 20

    οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

    Ἀληθῶς· ὁ ἥλιος, ποὺ θὰ σοῦ μεταδίδῃ φωτισμὸν γνώσεως καὶ παρακλήσεως, δὲν θὰ δύσῃ ποτέ, καὶ ἡ σελήνη, ποὺ εἰς τὰς μελαγχολικὰς ἡμέρας τῆς ζωῆς σου θὰ σοῦ μεταδίδῃ παρηγορίαν, δὲν θὰ ὑποστῇ ποτὲ ἔκλειψιν διότι ὁ Κύριος θὰ εἶναι διὰ σὲ φῶς αἰώνιον, καὶ θὰ τελειώσουν ὁριστικῶς αἱ ἡμέραι τοῦ πένθους σου.

  21. 21

    καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.

    Καὶ ὁ λαός σου θὰ εἶναι ὅλος δίκαιος, καὶ θὰ κληρονομήσουν τὴν ἀληθινὴν γῆν τῆς ἐπαγγελίας αἰωνίως· ὁ δὲ Κύριος θὰ φυλάσσῃ αὐτὸ ποὺ ἐφύτευσεν, ἔργα τῶν χειρῶν Του πρὸς δόξαν Του.

  22. 22

    ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

    Αὐτὸς ποὺ τώρα εἶναι ὁ πιὸ ὀλίγος εἰς ἀριθμὸν λαός, θὰ γίνῃ χιλιάδες, καὶ ὁ πιὸ μικρὸς θὰ αὐξηθῇ εἰς ἔθνος μέγα.Ἐγὼ ὁ Κύριος κατὰ τὸν κατάλληλον καὶ ὡρισμένον ὑπ’ Ἐμοῦ καιρὸν θὰ συνάξω αὐτούς.