Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 57

21 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΙΔΕΤΕ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·

    Ίδετε πῶς ὁ δίκαιος ἐχάθη, καὶ οὐδεὶς συγκινεῖται, οὐδὲ αἰσθάνεται τοῦτο ἡ καρδία του, καὶ πῶς ἄνδρες δίκαιοι θανατώνονται, καὶ κανεὶς δὲν τὸ προσέχει, ἀλλ’ ὅλοι ἀδιαφοροῦν.Συμβαίνει δὲ τοῦτο, διότι ἕνεκα τῆς μεγάλης ἀδικίας ἔχει θανατωθῆ ὁ δίκαιος.

  2. 2

    ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου

    Καὶ θὰ γίνῃ ἐν εἰρήνῃ ἡ ταφή του, ἔχει ἀρθῆ ἀπὸ τὸ μέσον γενεᾶς πονηρὰς καὶ ἐνόχου.

  3. 3

    ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·

    Σεῖς δέ, πλησιάσατε ἐδῶ, ὦ υἱοὶ ἀθετηταὶ τοῦ Νόμου, ἀπόγονοι μοιχῶν καὶ εἰδωλολατρῶν καὶ πόρνης μητρός.

  4. 4

    ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;

    Μὲ ποῖον διεσκεδάσατε, περιπαίζοντες αὐτόν; Καὶ διὰ ποῖον ἠνοίξατε περιπαικτικῶς τὸ στόμα σας; Καὶ διὰ ποῖον ἐβγάλατε καὶ ἐκρεμάσατε ἔξω ἀπὸ τὰ χείλη σας χλευαστικῶς τὴν γλῶσσαν σας; Δὲν εἶσθε σεῖς τέκνα προωρισμένα δι' ἀπώλειαν; Ἀπόγονοι ἁμαρτωλοὶ γονέων παρανόμων;

  5. 5

    οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν.

    Σεῖς, οἱ ὁποῖοι παρακαλεῖτε καὶ λατρεύετε τὰ εἴδωλα κάτω ἀπὸ δένδρα μὲ πυκνὸν φύλλωμα, σεῖς, οἱ ὁποῖοι σφάζετε τὰ τέκνα σας εἰς τὰς φάραγγας ἐν μέσῳ τῶν πετρῶν.

  6. 6

    ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;

    Ἐκεῖνα τὰ εἴδωλα ἔγιναν ἡ προτίμησίς σου καὶ ἡ ἀγάπη σου· αὐτῶν ἡ λατρεία ἔγινε ἡ κληρονομία σου, καὶ εἰς ἐκείνους τοὺς θεοὺς ἔχυσες σπονδὰς καὶ εἰς ἐκείνους προσέφερες θυσίας.Δι’ αὐτὰ λοιπὸν δὲν θὰ ὀργισθῶ ἐναντίον σου;

  7. 7

    ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου.

    Ἐπὶ ὄρους ὑψηλοῦ καὶ ὡσὰν κρεμαμένου, ἐκεῖ ἐτοποθέτησες διὰ τῆς λατρείας τοῦ εἰδώλου τὴν εἰς δεσμὸν ἀτιμίας συνδέουσαν σὲ μετ’ αὐτοῦ κλίνην σου καὶ ἐκεῖ ἀνέβασες τὰς θυσίας σου.

  8. 8

    καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾿ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ

    Καὶ ὀπίσω ἀπὸ τὰς παραστάδας τῆς θύρας σου ἔθεσες τὰς παραστάσεις τῶν εἰδώλων, διὰ νὰ σοῦ ὑπενθυμίζωνται ταῦτα καὶ νὰ τὰ βλέπῃς διαρκῶς· ἐνόμιζες ὅτι, ἐὰν ἀπομακρυνθῇς ἀπὸ Ἐμέ, θὰ ἔχῃς κάτι παραπάνω εἰς προστασίαν ἀπὸ τοὺς ψευδοθεούς· ἠγάπησας τοὺς ψενδοθεοὺς τούτους, μετὰ τῶν ὁποίων ὡς μοιχαλὶς συνεδέθης καὶ φαίνεσαι ὡσὰν νὰ κοιμᾶσαι μετ' αὐτῶν ὡς μετὰ συζύγων σου.

  9. 9

    καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾿ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.

    Καὶ ἐν πλεονασμῷ ἐξετράπης εἰς εἰδωλολατρίαν μετ' αὐτῶν, ἥτις σὲ καθίστα πόρνην καὶ μοιχαλίδα ὡς πρὸς τὸν Θεόν, ἀπὸ τοῦ Ὁποίου ἐχωρίζεσο· καὶ πολλοὺς ψευδοθεούς, οἵτινες ἦσαν μακρὰν ἀπὸ σοῦ, τοὺς ἔκαμες συγκοιμωμένους μαζί σου καὶ ἔστειλες ἀπεσταλμένους καὶ ἔξω ἀπὸ τὰ ὅριά σου, διὰ νὰ συμμαχήσῃς μὲ ἔθνη εἰδωλολατρικὰ καὶ νὰ συμμορφωθῇς μὲ τὰ ἤθη των, καὶ ἀπεμακρύνθης ἀπὸ Ἐμὲ καὶ ἐταπεινώθης μέχρις Ἅδου.

  10. 10

    ταῖς πολιοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· παύσομαι ἐνισχύουσα, ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.

    Μὲ τὰς πολλὰς πορείας σου ἐκοπίασες· καὶ ὅμως δὲν εἶπες: Θὰ παύσω ἐκτείνουσα τὰς δυνάμεις μου.Ἐπειδὴ ἔπραξες ταῦτα, δι' αὐτὸ δὲν ᾐσθάνθης τὴν ἀνάγκήν μου σὺ καὶ δὲν μὲ παρεκάλεσες.

  11. 11

    τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.

    Ποῖον σεβασθεῖσα ἐφοβήθης καὶ ἐψεύσθης πρὸς Ἐμέ, ἀθετήσασα τὰς πρὸς Ἐμὲ ὑποσχέσεις σου, καὶ δὲν μὲ ἐνεθυμήθης, οὐδὲ μὲ ἔλαβες εἰς τὴν σκέψιν σου καὶ εἰς τὴν καρδίαν σου; Καὶ Ἐγώ, ὅταν σὲ εἶδον, σὲ παρέβλεψα καὶ ἠδιαφόρησα πρὸς σέ, καὶ σὺ δὲν μὲ ἐφοβήθης.

  12. 12

    καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε.

    Καὶ ἐγὼ θὰ ἀπαγγείλω τὴν δικαίαν ἀπόφασίν μου διὰ τὴν συμπεριφοράν σου αὐτὴν καὶ διὰ τὰς ἁμαρτωλὰς θυσίας, ποὺ προσέφερες εἰς τὰ εἴδωλα, αἱ ὁποῖαι δὲν θὰ σὲ ὠφελήσουν διόλου.

  13. 13

    ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου.

    Ὅταν ἀναβοήσῃς ζητοῦσα βοήθειαν, ἂς σὲ ἀπαλλάξουν, ἂν ἠμποροῦν, τὰ εἴδωλά σου ἀπὸ τὴν θλῖψιν σου· δὲν θὰ ἠμπορέσουν τίποτε νὰ σοῦ κάμουν.Διότι ὅλους αὐτοὺς τοὺς ψευδοθεοὺς θὰ τοὺς καταλάβῃ ἄνεμος καὶ θὰ τοὺς ἀπαγάγῃ καταιγίς.Αὐτοὶ ὅμως, οἱ ὁποῖοι κρατοῦνται ἀπὸ Ἐμὲ στερεά, θὰ ἀποκτήσουν γῆν καὶ θὰ κληρονομήσουν τὸ ὄρος τὸ ἅγιόν μου τῆς ἄνῳ Ἱερουσαλήμ.

  14. 14

    καὶ ἐροῦσι· καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. -

    Καὶ θὰ εἴπουν τότε: Καθαρίσατε πρὸ αὐτοῦ τοὺς δρόμους καὶ σηκώσατε τὰ ἐμπόδια ἀπὸ τὸν δρόμον, ἀπὸ τὸν ὁποῖον θὰ περάσῃ ὁ λαός μου.

  15. 15

    Τάδε λέγει Κύριος ὁ ῞Υψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος ῞Υψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·

    Αὐτὰ λέγει ὁ Κύριος ὁ Ὕψιστος, ὁ αἰωνίως καὶ ἀναλλοιώτως κατοικῶν ἐν ὑψηλοῖς, τοῦ Ὁποίου τὸ ὄνομα εἶναι ἁγιώτατον· ὁ Κύριος ὁ Ὕψιστος, Ὅστις ἀναπαύεται μεταξὺ τῶν ἁγίων καὶ ὁ Ὁποῖος δίδει καρτερίαν εἰς τοὺς ὀλιγοψύχους καὶ ζωογόνον παρηγορίαν εἰς τοὺς συντετριμμένους τὴν καρδίαν καὶ ἀπηλπισμένους:

  16. 16

    οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.

    Δὲν θὰ σᾶς ἐκδικοῦμαι αἰωνίως, οὔτε διαπαντὸς θὰ ὀργίζωμαι ἐναντίον σας· διότι τὸ πνεῦμα, ποὺ ὁ καθένας σας ἔχει, ἀπὸ Ἐμὲ ἐξῆλθε· καὶ πᾶσαν ζωντανὴν πνοὴν Ἐγὼ ἐποίησα.Πῶς εἶναι λοιπὸν δυνατὸν νὰ θέλω τὴν ἐξόντωσίν σας;

  17. 17

    δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.

    Ἕνεκα ἁμαρτίας ἐπὶ βραχύν τινα χρόνον ἐλύπησα τὸν Ἰσραὴλ καὶ ἐπάταξα αὐτὸν διὰ τιμωρίας ἐπαχθείσης κατ’ αὐτοῦ καὶ ἀπέστρεψα μετ’ ἀποδοκιμασίας τὸ πρόσωπόν μου ἀπὸ αὐτὸν καὶ κατόπιν τῆς τιμωρίας μου αὐτῆς ἐλυπήθη καὶ ἐπορεύθη γεμᾶτος σκυθρωπασμὸν καὶ λύπην εἰς τὰ ἔργα του.

  18. 18

    τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,

    Εἶδον τοὺς τρόπους τῆς νέας του ζωῆς καὶ ἐθεράπευσα αὐτὸν ἀπὸ τοὺς πόνους τῶν δοκιμασιῶν του· καὶ τὸν παρηγόρησα καὶ ἔδωκα εἰς αὐτὸν παρηγορίαν πραγματικήν.

  19. 19

    εἰρήνην ἐπ᾿ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. καὶ εἶπε Κύριος· ἰάσομαι αὐτούς,

    Ἔδωκα εἰρήνην μεγάλην καὶ διηνεκῆ καὶ εἰς τοὺς μακρὰν εὑρισκομένους ἐθνικοὺς καὶ εἰς τοὺς πλησίον ὄντας Ἰουδαίους.Καὶ εἶπεν ὁ Κύριος: Θὰ θεραπεύσω αὐτούς.

  20. 20

    οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.

    Οἱ ἄδικοι ὅμως θὰ ταράσσωνται ὡσὰν ὑπὸ κλύδωνος καὶ θαλασσίας τρικυμίας καὶ δὲν θὰ δυνηθοῦν νὰ ἀναπαυθοῦν.

  21. 21

    οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός.

    Δὲν ὑπάρχει χαρὰ εἰς τοὺς ἀσεβεῖς, εἶπε καὶ ἐβεβαίωσεν ὁ Κύριος καὶ Θεός.