Ησαΐας, κεφάλαιο 39
- 1
ΕΝ τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδάν, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα ᾿Εζεκίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.
Κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπέστειλεν ὁ Μαρωδὰχ Βαλαδάν, ὁ υἱὸς τοῦ Βαλαδάν, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα εἰς τὸν Ἐζεκίαν, διότι ἤκουσεν ὅτι ἠσθένησε μέχρι θανάτου καὶ ἐσηκώθη ὑγιής.
- 2
καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς ᾿Εζεκίας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθᾶ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθέν, ὃ οὐκ ἔδειξεν ᾿Εζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
Καὶ ἐχάρη διὰ τὴν ἔλευσιν αὐτῶν ὁ Ἐζεκίας χαρὰν μεγάλην· καὶ ἔδειξεν εἰς αὐτοὺς τὸν οἶκον τῶν πολυτίμων του πραγμάτων, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τοῦ εὐώδους ἀρώματος τῆς στακτῆς καὶ τῶν ἄλλων θυμιαμάτων καὶ τοῦ μύρου καὶ ὅλους τοὺς οἴκους τῶν πολεμικῶν ὅπλων τῆς περιουσίας του καὶ ὅλα, ὅσα ἦσαν εἰς τὰ θησαυροφυλάκιά του.Καὶ τίποτε δὲν ὑπῆρξε, ποὺ νὰ μὴ τὸ ἔδειξεν ὁ Ἐζεκίας, ἀπὸ ὅσα ἦσαν εἰς τὸν οἶκον του καὶ εἰς ὅλην τὴν ἐξουσίαν του.
- 3
καὶ ἦλθεν ῾Ησαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα ᾿Εζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; καὶ πόθεν ἥκασι πρός σέ; καὶ εἶπεν ᾿Εζεκίας· ἐκ τῆς γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.
Καὶ ἦλθεν ὁ προφήτης Ἡσαΐας πρὸς τὸν βασιλέα Ἐζεκίαν καὶ εἶπε πρὸς αὐτόν: Τί λέγουν οἱ ἄνθρωποι αὐτοί; Καὶ ἀπὸ ποὺ ἦλθον εἰς σέ; Καὶ εἶπεν ὁ Ἐζεκίας: Ἀπὸ χώραν μακρινὴν ἔχουν ἔλθει πρὸς εμέ, ἐκ τῆς Βαβυλῶνος.
- 4
καὶ εἶπεν ῾Ησαΐας· τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν ᾿Εζεκίας· πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ᾧ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
Καὶ εἶπεν ὁ Ἡσαΐας: Τί εἶδαν οὖτοι εἰς τὸν οἶκόν σου; Καὶ εἶπεν ὁ Ἐζεκίας: Εἶδαν ὅλα, ὅσα ὑπάρχουν ἐν τῷ οἴκῳ μου, καὶ δὲν εἶναι τίποτε ἐν τῷ οἴκῳ μου, τὸ ὁποῖον δὲν εἶδαν ἀκόμη καὶ αὐτά, ποὺ φυλάσσονται εἰς τὰ θησαυροφυλάκιά μου, τὰ εἶδαν.
- 5
καὶ εἶπεν ῾Ησαΐας αὐτῷ· ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ·
Καὶ εἶπεν ὁ Ἡσαΐας εἰς αὐτόν: Ἄκουσε τὸν λόγον τοῦ Κυρίου τῶν Δυνάμεων.
- 6
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν· εἶπε δὲ ὁ Θεὸς
Ἰδοὺ ἔρχονται ἡμέραι, λέγει ὁ Κύριος, καὶ θὰ πάρουν ὅλα, ὅσα ὑπάρχουν εἰς τὸν οἶκον σου· καὶ ὅσα συνήθροισαν οἱ πρόγονοί σου μέχρι τῆς ἡμέρας αὐτῆς, θὰ μεταφερθοῦν εἰς τὴν Βαβυλῶνα· καὶ δὲν θὰ ἀφήσουν τίποτε.Εἶπε δὲ ὁ Θεὸς
- 7
ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
ὅτι καὶ ἀπὸ τοὺς ἀπογόνους σου, τοὺς ὁποίους θὰ γεννήσῃς, θὰ πάρουν καὶ θὰ κάμουν εὐνούχους εἰς τὸν οἶκον τοῦ βασιλέως τῶν Βαβυλωνίων.
- 8
καὶ εἶπεν ᾿Εζεκίας ῾Ησαΐᾳ· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.
Καὶ εἶπεν ὁ Ἐζεκίας εἰς τὸν Ἠσαΐαν: Ἀγαθὸς καὶ δίκαιος ὁ λόγος τοῦ Κυρίου, τὸν ὁποῖον εἶπεν.Ἂς γίνῃ τουλάχιστον εἰρήνη καὶ δικαιοσύνη εἰς τὰς ἡμέρας μου.
