Ησαΐας, κεφάλαιο 40
- 1
ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
Παρηγορεῖτε, παρηγορεῖτε τὸν λαόν μου, ὁ Θεός.
- 2
ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν ῾Ιερουσαλήμ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
Καὶ σεῖς, ὦ ἱερεῖς, λαλήσατε λόγους ἐνθαρρυντικούς, ἱκανοὺς νὰ θερμάνουν τὰ βάθη τῶν καρδιῶν των ἐν ἐξορίᾳ κατοίκων τῆς Ἱερουσαλήμ.Παρηγορήσατε τούτους· διότι συνεπληρώθη καὶ ὠλοκληρώθη ἡ ταπείνωσίς των, συνεχωρήθη ἡ ἁμαρτία των διότι ἐδέχθησαν ἀπὸ τὴν χεῖρα τοῦ Κυρίου ἀρκετὴν τιμωρίαν διὰ τὰ ἁμαρτήματά των.
- 3
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.
Ἠκούσθη φωνὴ ἀνθρώπου, ὅστις βοᾷ εἰς τὴν ἔρημον καὶ λέγει: Ἐτοιμάσατε τὴν ὁδόν, διὰ τῆς ὁποίας θὰ διέλθῃ ὁ πρὸς ἀπελευθέρωσιν καὶ σωτηρίαν ὑμῶν ἐρχόμενος εἰς σᾶς Κύριος, εὐθεῖς καὶ ἴσιους κάμετε τοὺς δρόμους, διὰ τῶν ὁποίων θὰ περάσῃ ὁ πρὸς σᾶς ἐρχόμενος Θεός μας.
- 4
πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας·
Πᾶσα φάραγξ θὰ γεμίσῃ ἐπιχωματιζομένη καὶ πᾶν ὄρος καὶ βουνὸν πρέπει νὰ ταπεινωθῇ ἰσοπεδούμενον· καὶ θὰ γίνουν ὅλα τὰ ἀνώμαλα καὶ στραβὰ εὐθυγραμμισμένα, καὶ ἡ τραχεῖα καὶ δύσβατος ὁδὸς λεία καὶ ἄνευ ἐμποδίων.
- 5
καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.
Καὶ θὰ φανῇ ἡ δόξα τοῦ Κυρίου διὰ τῆς θαυμαστῆς ἐπεμβάσεως καὶ παρουσίας αὐτοῦ· καὶ θὰ ἴδῃ πᾶς ἄνθρωπος τὴν ὑπὸ τοῦ Θεοῦ οἰκονομουμένην σωτηρίαν.Θὰ γίνουν δὲ ταῦτα, διότι ὁ Κύριος ἐλάλησε καὶ ἐβεβαίωσεν αὐτά.
- 6
φωνὴ λέγοντος· βόησον· καὶ εἶπα· τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
Ἠκούσθη φωνὴ κάποιου, ὁ ὁποῖος ἔλεγε: Φώναξε δυνατά.Καὶ εἶπα: Τί νὰ φωνάξω; Θὰ εἴπω ὅτι κάθε ἄνθρωπος εἶναι ὡσὰν τὸν χόρτον καὶ πᾶσα δόξα ἀνθρώπου ὁμοιάζει πρὸς τὸ ἄνθος τοῦ χόρτου.
- 7
ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε,
Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος του ἔπεσε μαραμένον.
- 8
τὸ δὲ ρῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.
Ὁ λόγος ὅμως τοῦ Θεοῦ μας παραμένει εἰς τὸν αἰῶνα, καὶ ὅ,τι εἶπεν ὁ Κύριος, θὰ γίνῃ.
- 9
ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνή σου, ὁ εὐαγγελιζόμενος ῾Ιερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν ᾿Ιούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν.
Ἀνέβα εἰς ὄρος ὑψηλὸν σύ, ὁ ὁποῖος εὐαγγελίζεσαι τὴν Σιών· ὕψωσε μὲ δύναμιν τὴν φωνήν σου σύ, ὁ ὁποῖος φέρεις χαρμόσυνα μηνύματα εἰς τὴν Ἰερουσαλῆμ· σηκώσατε ὑψηλὰ τὴν φωνήν σας· μὴ φοβεῖσθε μήπως διαψευσθῆτε· εἰπὲ σὺ ὁ εὐαγγελιζόμενος εἰς τὰς πόλεις τοῦ Ἰούδα: Ἰδοὺ ὁ Θεός σας!
- 10
ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
Ἰδοὺ ὁ Κύριος· ὁ Κύριος ἔρχεται μετὰ δυνάμεως καὶ ὁ βραχίων του εἶναι μετὰ κυριότητος καὶ ἐξουσίας· ἰδοὺ ὁ μισθὸς καὶ ἡ ἀμοιβὴ τῆς νίκης του εἶναι μαζί του καὶ τὸ ἐπιτευχθὲν ἔνδοξον ἔργον του εἶναι ἐνώπιόν του.
- 11
ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Ὡς ποιμὴν στοργικὸς θὰ ποιμαίνῃ τὸ ποίμνιόν του καὶ διὰ τῆς δυνάμεως τοῦ βραχίονός του θὰ συνάγῃ τὰ ἀρνία· καὶ τὰς ἐγκύους προβατίνας θὰ βοηθῇ καὶ μετὰ συμπαθείας θὰ παρακολουθῇ.
- 12
Τί ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;
Ποῖος ἐμέτρησε μὲ τὸ κοῖλον τῆς χειρός του τὸ ὕδωρ τῆς θαλάσσης καὶ τὸν οὐρανὸν μὲ τὴν σπιθαμήν του καὶ ὅλον τὸ χῶμα τῆς γῆς μὲ τὴν χούφτα τῆς χειρός του; Ποῖος ἐτοποθέτησε τὰ ὅρη μὲ σταθμὰ καὶ τὰς δασώδεις κοιλάδας μὲ πλάστιγγα;
- 13
τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;
Ποῖος ἐγνώρισε τὰ εἰς τὸν νοῦν τοῦ Κυρίου κρυπτόμενα σχέδια καὶ ποῖος ἔγινε σύμβουλός του, ὁ ὁποῖος θὰ διδάξῃ αὐτόν;
- 14
ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;
Ἢ μετὰ τίνος συνεσκέφθη καὶ ποῖον συνεβουλεύθη ὁ Κύριος καὶ ποῖος ἐδίδαξεν αὐτόν; Ἢ ποῖος ἔδειξεν εἰς αὐτὸν τὸ ὑπὸ τῆς ὀρθῆς κρίσεως ἐνδεικνυόμενον; Ἢ ὁδὸν συνέσεως ποῖος ἔδειξεν εἰς αὐτόν;
- 15
εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ροπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται·
Ἀληθῶς· ὅλα τὰ ἔθνη ὡσὰν μία σταγὼν ὕδατος ἀπὸ κάδον γεμᾶτον καὶ ὡσὰν ἀφανὴς κλίσις ζυγαριᾶς ἀπὸ λεπτὴν σκόνην προκληθεῖσα ἐθεωρήθησαν, καὶ ὡσὰν πτύσμα ἀνθρώπινον θὰ λογαριασθοῦν ἐνώπιον τοῦ Θεοῦ.
- 16
ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,
Ὁ Λίβανος δὲ μὲ τὰς πανυψήλους καὶ πολυπληθεῖς κέδρους του δὲν εἶναι ἀρκετὸς πρὸς καῦσιν, ἵνα προσφερθῇ εἰς τὸν Θεὸν θυσία ἀνταξία αὐτοῦ, καὶ ὅλα τὰ τετράποδα ζῶα δὲν εἶναι ἀρκετὰ διὰ να τοῦ προσφερθοῦν ὡς ὁλοκαυτώματα.
- 17
καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.
Καὶ ὅλα τὰ ἔθνη ὡσὰν μηδὲν εἶναι ἐνώπιόν του καὶ ὑπελογίσθησαν ὡσὰν νὰ μὴ ὑπάρχουν.
- 18
τίνι ὡμοιώσατε Κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
Πρὸς ποῖον σεῖς, οἱ προσκλίνοντες πρὸς τὴν εἰδωλολατρίαν, κατεστήσατε ὅμοιον τὸν Κύριον καὶ πρὸς ποῖον ὁμοίωμα παρεστήσατε αὐτὸν ὅμοιον;
- 19
μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν;
Μήπως ὁ τεχνίτης κατεσκεύασε γλυπτὴν εἰκόνα ἢ ὁ χρυσοχόος, ἀφοῦ ἔλειωσε χρυσόν, περιεκάλυψε τὸ ξόανον τοῦτο διὰ χρυσοῦ καὶ κατεσκεύασεν οὕτω τὴν εἰκόνα ταύτην ὁμοίωμα τοῦ ἀληθινοῦ Θεοῦ;
- 20
ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει εἰκόνα αὐτοῦ καὶ ἵνα μὴ σαλεύητε.
Διότι ξύλον, ποὺ δὲν σαπίζει, εὔκολα ἐκλέγει ὁ γλύπτης τοῦ ξύλου καὶ μετὰ τέχνης πολλῆς ζητεῖ, πῶς θὰ χαράξῃ μόνιμον εἰκόνα τοῦ Θεοῦ καὶ πῶς θὰ τὴν στερεώσῃ ἔπειτα διὰ νὰ μὴ κινῆται.
- 21
οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
Δὲν θὰ λάβετε τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν; Δὲν θὰ ἀκούσετε, ὦ τυφλοὶ καὶ κωφοὶ εἰδωλολάτραι; Δὲν σᾶς ἀνηγγέλθη ἐξ ἀρχῆς, ἀπ’ αὐτῆς τῆς κτίσεως τοῦ κόσμου; Δὲν ἐμάθατε ἀπὸ τὴν θεμελίωσιν τῆς γῆς Ποῖος τὴν ἔκαμε καὶ τὴν ἐστερέωσεν;
- 22
ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,
Αὐτὸς «ὁ Θεός» εἶναι Ἐκεῖνος, ὁ Ὁποῖος κατέχει τὸν κύκλον τῆς γῆς, καὶ αὐτοί, ποὺ κατοικοῦν εἰς αὐτήν, εἶναι ὡσὰν ἀκρίδες· Αὐτὸς εἶναι, ποὺ ἔστησεν ὡσὰν καμάραν τὸν οὐρανὸν καὶ τὸν ἐτέντωσεν ὡσὰν σκηνὴν ἕτοιμον πρὸς κατοικίαν,
- 23
ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
ὁ Ὁποῖος καθιστᾷ τοὺς ἄρχοντας χωρὶς κῦρος καὶ ἐξουσίαν, ὡσὰν νὰ μὴ ἄρχουν τίποτε, τὴν δὲ γῆν ἔκαμεν ὡσὰν νὰ μὴ ὑπάρχῃ, ὅταν θὰ θελήσῃ τοῦτο.
- 24
οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ριζωθῇ εἰς τὴν γῆν ἡ ρίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς.
Διότι δὲν θὰ προφθάσουν οἱ ἄρχοντες νὰ φυτευθοῦν, οὔτε νὰ σπαροῦν, οὔτε νὰ ριζώσῃ καλὰ εἰς, τὴν γῆν ἡ ρίζα των· ἔπνευσε κατ’ αὐτῶν ὁ ἄνεμος τῆς δυστυχίας καὶ ἐξηράνθησαν, καὶ καταιγὶς σφοδρὰς δοκιμασίας ὡσὰν φρύγανα θὰ τοὺς καταλάβῃ καὶ θὰ τοὺς ἐξαφανίσῃ.
- 25
νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.
Κατόπιν λοιπὸν αὐτῶν, τὰ ὁποῖα ἔχω ποιήσει καὶ διηνεκῶς ἐνεργῷ, πρὸς ποῖον μὲ παρεστήσατε ὅμοιον σεῖς, οἱ εἰδωλολάτραι, καὶ πρὸς ποῖον μὲ ἐνομίσατε ὅτι ἐξυψοῦμαι; Εἶπεν ὁ ἅγιος.
- 26
ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα; ὁ ἐκφέρων κατ᾿ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε.
Σηκώσατε ὑψηλὰ τοὺς ὀφθαλμούς σας εἰς τὸν οὐρανὸν καὶ ἴδετε.Ποῖος ἐδημιούργησε καὶ ἔκαμε νὰ φαίνωνται ὅλα αὐτὰ τὰ ἄστρα; Ἐκεῖνος, ὁ Ὁποῖος βγάζει ἔξω ὡσὰν στρατιὰν μετρημένην καὶ τακτοποιημένην τὸν κόσμον τοῦτον τῶν ἀστέρων του, τοὺς ὁποίους ὅλους ὀνομαστικῶς θὰ καλέσῃ.Ἀπὸ τὴν πολλὴν δόξαν Σου καὶ χάρις εἰς τὸ κράτος τῆς δυνάμεώς Σου, Κύριε, τίποτε δὲν Σοῦ διέφυγεν, ἀλλ' ὅλα τὰ γνωρίζεις.
- 27
Μὴ γὰρ εἶπῃς, ᾿Ιακώβ, καὶ τί ἐλάλησας, ᾿Ισραήλ· ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε καὶ ἀπέστη;
Διατὶ νὰ εἴπῃς, ὦ Ἰακώβ, καὶ διατὶ ὡμίλησας ἤδη, ὦ Ἰσραὴλ ἀπεκρύβη ἀπὸ τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ ἡ δυστυχισμένη ζωή μου καὶ ἡ ταλαίπωρος μοῖρα μου, καὶ ὁ Θεός μου ἀπέφυγε νὰ μοῦ ἀποδώσῃ τὸ δίκαιον καὶ ἀπεμακρύνθη ἀπ’ ἐμοῦ;
- 28
καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ·
Καὶ τώρα δὲν ἔμαθες, παρ’ ὅλα, ὅσα ἤκουσας, Μάθε λοιπόν, ὅτι εἶναι Θεὸς αἰώνιος ὁ Θεός, ὁ Ὁποῖος κατεσκεύασεν ὁλόκληρον τὴν γῆν μέχρι τῶν ἐσχάτων ὁρίων αὐτῆς.Δὲν θὰ πεινάσῃ, οὔτε θὰ κοπιάσῃ, οὔτε εἶναι δυνατὸν νὰ ἐξεύρῃ καὶ νὰ κατανοήσῃ τις καθ' ὅλον τὸ βάθος της τὴν ἀνεξερεύνητον σοφίαν του.
- 29
διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
Αὐτὸς εἶναι, ὁ Ὁποῖος δίδει εἰς τοὺς πεινῶντας δύναμιν καὶ εἰς τοὺς μὴ αἰσθανομένους ὀδύνην ἐξαποστέλλει λύπην πρὸς ἀφύπνισιν καὶ συναίσθησιν.
- 30
πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
Ἐπειδὴ δὲ ἔχει τὴν δύναμιν αὐτήν, δι’ αὐτὸ νεώτεροι, ἐν ἀκμαίᾳ ἡλικίᾳ διατελοῦντες, θὰ καταβληθοῦν ὑπὸ τῆς πείνης· καὶ νεαρώτατοι καὶ σφριγῶντες θὰ καταβληθοῦν ὑπὸ τοῦ κόπου· καὶ ἐκλεκτοὶ μεταξὺ αὐτῶν θὰ γίνουν ἀνίσχυροι.
- 31
οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.
Αὐτοὶ ὅμως, οἱ ὁποῖοι μὲ πίστιν καὶ ὑπομονὴν ἀναμένουν τὴν ἐκπληρῶσιν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, θὰ λάβουν νέαν δύναμιν, θὰ βγάλουν νέα πτερὰ ὡσὰν ἀετοί, θὰ τρέχουν καὶ δὲν θὰ καταβάλλωνται ὑπὸ τοῦ κόπου, θὰ βαδίζουν καὶ δὲν θὰ ἐξαντλοῦνται ὑπὸ τῆς πείνης.
