Ησαΐας, κεφάλαιο 38
- 1
ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη ᾿Εζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.
Συνέβη δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦτο· ἠσθένησεν ὁ Ἐζεκίας μέχρι θανάτου καὶ ἦλθε πρὸς αὐτὸν ὁ Ἡσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, ὁ Προφήτης, καὶ εἶπε πρὸς αὐτόν: Αὐτὰ λέγει ὁ Κύριος.Κανόνισε τὰ του οἴκου σου σύμφωνα μὲ τὴν τελευταίαν θέλησίν σου, διότι ἀποθνήσκεις σὺ καὶ δὲν θὰ ζήσῃς.
- 2
καὶ ἀπέστρεψεν ᾿Εζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς Κύριον
Καὶ ἐγύρισεν ὁ Ἐζεκίας τὸ πρόσωπόν του πρὸς τὸν τοῖχον τοῦ δωματίου, καθὼς κατέκειτο ἐπὶ τῆς κλίνης, καὶ προσηυχήθη πρὸς τὸν Κύριον
- 3
λέγων· μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν ᾿Εζεκίας κλαυθμῷ μεγάλῳ.
λέγων: Ἐνθυμήσου, Κύριε, πῶς ἐπολιτεύθην καὶ συμπεριεφέρθην ἐνώπιόν Σου πιστῶς καὶ ἀφωσιωμένως, ἐλεύθερος ἀπὸ τὸ ψεῦδος τῶν εἰδώλων, μὲ καρδίαν εἰλικρινῆ, καὶ ἐποίησα τὰ ἀρεστὰ εἰς Σέ.Καὶ ἔκλαυσεν ὁ Ἐζεκίας μὲ κλαυθμὸν μεγάλον.
- 4
καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ησαΐαν λέγων·
Καὶ ἔγινε λόγος Κυρίου πρὸς τὸν Ἡσαΐαν λέγων:
- 5
πορεύθητι καὶ εἰπὸν ᾿Εζεκίᾳ· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη·
Πήγαινε καὶ εἰπὲ εἰς τὸν Ἐζεκίαν, Αὐτὰ λέγει Κύριος ὁ Θεὸς τοῦ Δαβὶδ τοῦ προπάτορός σου: Ἤκουσα τὴν προσευχήν σου καὶ εἶδον τὰ δάκρυά σου.Ἰδοὺ προσθέτω εἰς τὸν χρόνον τῆς ζωῆς σου δεκαπέντε ἔτη.
- 6
καὶ ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων ρύσομαί σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
Καὶ ἀπὸ τὴν χεῖρα τοῦ βασιλέως τῶν Ἀσσυρίων θὰ σὲ γλυτώσω, καθὼς καὶ τὴν πόλιν ταύτην Ἱερουσαλήμ: Καὶ θὰ ὑπερασπίσω τὴν πόλιν αὐτήν.
- 7
τοῦτο δὲ σοὶ τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ Θεὸς τὸ ρῆμα τοῦτο·
Τοῦτο δὲ τὸ σημεῖον θὰ δοθῇ ἀπὸ τὸν Κύριον εἰς σέ, ὅτι ὁ Θεὸς θὰ πραγματοποιήσῃ τὸν λόγον αὐτόν:
- 8
ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.
Ἰδοὺ ἐγὼ θὰ στρέψω τὴν σκιὰν τῶν βαθμίδων, εἰς τὰς ὁποίας κατέβη ὁ ἥλιος - τὰς δέκα βαθμίδας τοῦ ἡλιακοῦ ὡρολογίου, ποὺ εὑρίσκεται εἰς τὸν οἶκον τοῦ πατρός σου· θὰ γυρίσω πάλιν τὴν σκιὰν τοῦ ἡλίου πρὸς τὰ ὀπίσω κατὰ δέκα βαθμίδας.Καὶ πράγματι ἐστράφη ὀπίσω ἡ σκιὰ τοῦ ἡλίου κατὰ δέκα βαθμίδας, τὰς ὁποίας εἶχε καταβῆ αὕτη λόγῳ τοῦ ὅτι εἶχε προχωρήσει ἡ ἡμέρα.
- 9
Προσευχὴ ᾿Εζεκίου βασιλέως τῆς ᾿Ιουδαίας, ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. -
Προσευχὴ τοῦ βασιλέως τῆς Ἰουδαίας Ἐζεκίου, ὅτε ἠσθένησε καὶ ἐσηκώθη ἐκ τῆς ἀσθενείας αὐτοῦ.
- 10
᾿Εγὼ εἶπα· ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
Ἐγὼ εἶπα εἰς τὸν ἑαυτόν μου: Εἰς τὴν ἀκμὴν τῆς ἀνδρικῆς ἡλικίας μου θὰ πορευθῶ εἰς τὰς πύλας τοῦ Ἅδου.Θὰ ἀφήσω τὰ ὑπόλοιπα ἔτη τῆς ζωῆς μου, τελευτῶν προώρως.
- 11
εἶπα· οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ ᾿Ισραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.
Εἶπα: Δὲν θὰ ἴδω πλέον τὴν σωτηρίαν τοῦ Θεοῦ ἐπὶ τῆς ζωῆς αὐτῆς καὶ τῆς γῆς ταύτης, ἐν τῇ ὁποίᾳ ὑπάρχουν ζῶντες ἄνθρωποι· δὲν θὰ ἴδω πλέον τὴν σωτηρίαν τοῦ Ἰσραὴλ ἐπὶ τῆς γῆς, εὑρισκόμενος μεταξὺ τῶν ζώντων, δὲν θὰ ἴδω πλέον ζωντανὸν ἄνθρωπον.
- 12
ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾿ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
Ἔλειψα καὶ ἠφανίσθην ἀπὸ τὴν συγγένειάν μου.Ἀφῆκα τὸ ὑπόλοιπον τῆς ζωῆς μου, ἐξῆλθεν ἡ ζωή μου καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ, ὅπως ὁ διαλύων σκηνήν, ἀφοῦ πρὸ ὀλίγου ἔστησεν αὐτήν· ἡ πνοὴ τῆς ζωῆς μου ἔγινεν εἰς ἐμὲ ὡσὰν ἀργαλειὸς ὑφαντρίας, ἡ ὁποία πλησιάζει νὰ κόψῃ τὸ ὑφανθέν.
- 13
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωΐ ὡς λέοντι· οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου, ἀπὸ γὰρ τῆς ἡμέρα ἕως τῆς νυκτὸς παρεδόθην.
Κατὰ τὰς ἡμέρας ἐκείνας τῆς ἀσθενείας μου παρεδόθην καθ’ ἐκάστην νύκτα ἕως τὸ πρωῒ ὡσὰν εἰς λέοντα.Ἔτσι ἡ ἀγωνία καὶ οἱ πόνοι συνέτριψαν ὅλα τὰ ὀστᾶ μου· διότι ἀπὸ τὴν ἡμέραν ἕως τὴν νύκτα παρεδόθην εἰς τὸν πόνον, περιμένων ὁλονὲν αὐτὸν ἐπιδεινούμενον.
- 14
ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
Ὅπως ἡ καταφοβισμένη χελιδών, ἔτσι ἐφώναζα, καὶ ὅπως ἡ κράζουσα περιστερά, ἔτσι ἐχουχουλιαζόμην.Διότι ἔσβησαν τὰ μάτια μου ἀπὸ τοῦ νὰ εἶναι συνεχῶς προσηλωμένα εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς τὸν Κύριον, ὁ ὁποῖος μὲ ἀπήλλαξε καὶ μοῦ ἀφήρεσε τὸν πόνον τῆς ψυχῆς.
- 16
Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
Ναί, Κύριε· σὺ μὲ ἀπήλλαξες.Διότι δι’ αὐτὴν τὴν ἀπαλλαγὴν καὶ ἴασιν σοῦ ἀνηγγέλθη διὰ τῆς θερμῆς προσευχῆς μου, καὶ εἰσακούσας αὐτὴν ἐξήγειρες καὶ ἐνίσχυσες καὶ ἔδωσες νέαν δύναμιν εἰς τὴν πνοὴν τῆς ζωῆς μου, καὶ παρηγορηθεῖς ἔζησα.
- 17
εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.
Διότι ἤρπασες καὶ ἐπῆρες τὴν ψυχήν μου, διὰ νὰ μὴ χαθῇ, καὶ ἔρριψες ὀπίσω μου ὅλας τὰς ἁμαρτίας μου, συγχωρήσας αὐτάς.
- 18
οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.
Διότι αὐτοί, οἵτινες εὑρίσκονται ἐν τῷ Ἅδῃ μὴ ἀπολαύοντες τοῦ ἐλέους σου, δὲν θὰ σὲ ὑμνήσουν, οὔτε οἱ ἀποθανόντες θὰ σὲ δοξολογήσουν, οὔτε θὰ ἐλπίσουν οἱ ἐντὸς τοῦ Ἅδου εἰς τὸ ἔλεός σου.
- 19
οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου,
Αὐτοὶ ποὺ ζοῦν, θὰ σὲ δοξολογήσουν, ὅπως καὶ ἐγώ· καὶ μετὰ τὸν θάνατόν μου θὰ σὲ δοξολογῶ, διότι ἀπὸ τῆς σήμερον ἡμέρας θὰ κάμω παιδιά, τὰ ὁποῖα καὶ μετ’ ἐμὲ θὰ ἀναγγέλλουν καὶ θὰ διακηρύττουν τὴν δικαιοσύνην σου.
- 20
Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.
Κύριε, σὺ ποὺ εἶσαι Ἐκεῖνος, εἰς τὸν ὁποῖον ὀφείλω τὴν σωτηρίαν μου, δὲν θὰ παύσω νὰ σὲ δοξολογῶ, συνοδεύων τοὺς ὕμνους μου μὲ ψαλτήριον, καθ’ ὅλας τὰς ἡμέρας τῆς ζωῆς μου ἔναντι τοῦ οἴκου τοῦ Θεοῦ, ὥστε να ἀκούῃ τοὺς ὕμνους μου καὶ ὅλος ὁ λαός.
- 21
Καὶ εἶπεν ῾Ησαΐας πρὸς ᾿Εζεκίαν· λάβε παλάθην ἐκ σύκων καὶ τρίψων καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
Καὶ εἶπεν ὁ Ἡσαΐας πρὸς τὸν Ἐζεκίαν: Λάβε ὁρμαθὸν σύκων καὶ τρίψε ταῦτα καὶ θέσε αὐτὰ κατάπλασμα ἐπὶ τῆς πληγῆς σου, καὶ θὰ γίνῃς ὑγιής.
- 22
καὶ εἶπεν ᾿Εζεκίας· τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.
Καὶ εἶπεν ὁ Ἐζεκίας: Τοῦτο εἶναι τὸ θαῦμα, ὅτι μὲ ἕνα τέτοιο κατάπλασμα θὰ γίνω ὑγιὴς καὶ θὰ ἀναβῶ εἰς τὸν οἶκον τοῦ Θεοῦ!
