Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 20

6 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΤΟΥ ἔτους οὗ εἰσῆλθεν Τανάθαν εἰς ῎Αζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ ᾿Αρνᾶ βασιλέως ᾿Ασσυρίων καὶ ἐπολέμησε τὴν ῎Αζωτον καὶ ἔλαβεν αὐτήν,

    Κατὰ τὸ ἔτος, κατὰ τὸ ὁποῖον εἰσῆλθεν ὁ στρατηγὸς Τανάθαν εἰς τὴν πόλιν τῶν Φιλισταίων Ἄζωτον, ὅταν ἀπεστάλη ἀπὸ τὸν Ἀρνᾶν, βασιλέα τῶν Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον καὶ κατέλαβεν αὐτήν,

  2. 2

    τότε ἐλάλησε Κύριος πρὸς ᾿Ησαΐαν υἱὸν ᾿Αμὼς λέγων· πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ποίησον οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

    τότε ἐλάλησεν ὁ Κύριος πρὸς τὸν ἡσαΐαν, τὸν υἱὸν τοῦ Ἀμώς, καὶ τοῦ εἶπε: Πήγαινε καὶ ἀφαίρεσε τὸ τρίχινον ἔνδυμα ποὺ φορεῖς, λύνων αὐτὸ ἀπὸ τὴν ὀσφύν σου, καὶ λύσε τὰ σανδάλιά σου ἀπὸ τοὺς πόδας σου.Καὶ κάμε ἔτσι, ὅπως σοῦ εἶπα, βαδίζων γυμνὸς καὶ ξυπόλυτος διὰ μέσου τῆς Ἱερουσαλήμ.

  3. 3

    καὶ εἶπε Κύριος· ὃν τρόπον πεπόρευται ὁ παῖς μου ῾Ησαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·

    Καὶ εἶπεν ὁ Κύριος: Καθ’ ὃν τρόπον ὁ δοῦλος μου Ἡσαΐας ἔχει πορευθῇ γυμνὸς καὶ ἀνυπόδητος ἐπὶ τρία ἔτη, ἐπὶ τρία ἔτη θὰ γίνουν σημεῖα καὶ τέρατα εἰς τοὺς Αἰγυπτίους καὶ τοὺς Αἰθίοπας.

  4. 4

    ὅτι οὕτως ἄξει βασιλεὺς ᾿Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.

    Θὰ συμβοῦν δὲ τέρατα καὶ σημεῖα εἰς τοὺς Αἰγυπτίους, διότι ἔτσι, ὅπως γυμνὸς περιπατεῖ ὁ Ἡσαΐας, θὰ ὁδηγήσῃ ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοὺς αἰχμαλώτους τῆς Αἰγύπτου καὶ τῶν Αἰθιόπων, τὰ παιδιὰ καὶ τοὺς γέροντας, γυμνοὺς καὶ ἀνυποδήτους, μὲ ξεσκέπαστα τὰ ὀπίσθιά των εἰς καταισχύνην τῆς Αἰγύπτου.

  5. 5

    καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾿ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.

    Καὶ θὰ ἐντροπιασθοῦν νικηθέντες οἱ Αἰγύπτιοι διὰ τοὺς Αἰθίοπας, εἰς τοὺς ὁποίους ἐστήριζον τὴν πεποίθησίν των, διότι οἱ Αἰθίοπες ἦσαν διὰ τὴν ἀνδρείαν των δόξα καὶ καύχημα εἰς τοὺς Αἰγυπτίους.

  6. 6

    καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως ᾿Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

    Καὶ θὰ εἶπουν κατὰ τὴν ἡμέραν ἐκείνην αὐτοὶ ποὺ κατοικοῦν τὴν χώραν ταύτην τῆς Παλαιστίνης, τῆς ὁποίας τὴν δυτικὴν πλευρὰν διαβρέχει ὡς ἄλλης νήσου ἡ θάλασσα: Ἰδοὺ ἠμεῖς εἴχομεν πεποίθησιν νὰ καταφύγωμεν εἰς αὐτούς, ὅπως μᾶς βοηθήσουν, οἱ ὁποῖοι δὲν ἠδύναντο νὰ σωθοῦν ἀπὸ τὸν βασιλέα τῶν Ἀσσυρίων· καὶ πῶς τώρα θὰ σωθῶμεν ἡμεῖς;