Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 19

25 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΙΔΟΥ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.

    Ιδοὺ ὁ Κύριος κάθεται ἐξουσιαστικῶς ὡς κριτὴς ἐπὶ νεφέλης ἐλαφρᾶς, ταχέως κινουμένης, καὶ θὰ ἔλθῃ εἰς τὴν Αἴγυπτον, καὶ θὰ σεισθοῦν τὰ ὑπὸ χειρῶν ἀνθρωπίνων κατεσκευασμένα εἴδωλα τῆς Αἰγύπτου ἐνώπιον τῆς ἐμφανίσεώς του, καὶ ἡ καρδία τῶν Αἰγυπτίων θὰ κατανικηθῇ ὑπὸ φόβου ἐκ βάθους τοῦ ἐσωτερικοῦ των.

  2. 2

    καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.

    Καὶ θὰ σηκωθοῦν Αἰγύπτιοι ἐναντίον Αἰγυπτίων καὶ θὰ πολεμήσῃ ὁ καθένας των τὸν ἀδελφόν του καὶ τὸν πλησίον του, καὶ θὰ ἐπιπέσῃ πόλις ἐναντίον πόλεως καὶ νόμος αἰγυπτιακὸς κατὰ νόμου αἰγυπτιακοῦ.

  3. 3

    καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.

    Καὶ θὰ ταραχθῇ ἡ σύνεσις καὶ σοφία τῶν Αἰγυπτίων μεταξύ των καὶ τὰ σοφά των σχέδια θὰ ματαιώσω καὶ θὰ διασκορπίσω.Καὶ λόγῳ τῆς ἀπορίας καὶ τῆς συγχύσεως, εἰς τὴν ὁποίαν θὰ περιέλθουν, θὰ ἐρωτήσουν τοὺς θεούς των καὶ τὰ ἀγάλματά των καὶ τοὺς νεκρομάντεις, οἱ ὁποῖοι ἐπικαλοῦνται τὰ ἐκ τῶν τάφων φωνοῦντα πνεύματα, καὶ τοὺς ἐκ πνεύματος πύθωνος ἀπὸ τῆς κοιλίας αὐτῶν τὰς ἐμπνεύσεις τῶν δεχομένους.

  4. 4

    καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.

    Καὶ θὰ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας σκληρῶν κυρίων, καὶ βασιλεῖς σκληροὶ θὰ γίνουν κύριοι τῶν Αἰγυπτίων.Αὐτὰ δὲν τὰ λέγει ἄνθρωπός τις, ἀλλ’ ὁ παντοκράτωρ Κύριος.

  5. 5

    καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται.

    Καὶ θὰ πίνουν οἱ Αἰγύπτιοι νερὸν τὸ ἐκ τῶν λάκκων τῆς παραλίας, τῶν παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου· ὁ δὲ ποταμὸς θὰ ἐκλείψῃ καὶ θὰ ξηρανθῇ.

  6. 6

    καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου·

    Καὶ θὰ ἐκλείψουν τὰ παραποτάμια, εἰς τὰ ὁποῖα παρὰ τὰς ἐκβολάς του διακλαδίζεται ὁ Νεῖλος, καθὼς καὶ αἱ διώρυγες τοῦ ποταμοῦ τούτου· καὶ θὰ ξηρανθῇ κάθε τεχνητὴ λίμνη, εἰς τὴν ὁποίαν συνάγεται τὸ νερὸν πρὸς ἄρδευσιν, καθὼς καὶ εἰς κάθε ἕλος, ποὺ φυτρώνουν καλαμιὲς καὶ πάπυροι.

  7. 7

    καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.

    Καὶ ἡ πράσινη χλόη ὅλη, ποὺ φυτρώνει εἰς τὰς ὄχθας τοῦ ποταμοῦ Νείλου, καὶ κάθε τι ποὺ σπείρεται διὰ νὰ ποτίζεται μὲ τὸ ποτάμι, θὰ ξηρανθῇ καὶ θὰ φθαρῇ ἐντελῶς ἀπὸ θερμὸν τῆς ἐρήμου ἄνεμον.

  8. 8

    καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι.

    Καὶ θὰ στενάζουν οἱ ἁλιεῖς καὶ θὰ στενάζουν ὅλοι, ὅσοι ἔρριπτον ἄγκιστρον εἰς τὸν ποταμὸν καὶ ὅσοι ἔρριπτον δίκτυα, καὶ οἱ ρίπτοντες ἀμφίβληστρα θὰ πενθοῦν, διότι θὰ παύσῃ τὸ ἐπάγγελμά των νὰ τοὺς εἶναι προσοδοφόρον.

  9. 9

    καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

    Καὶ ἐντροπὴ θὰ καταλάβῃ αὐτοὺς ποὺ ἐργάζονται τὸ λινάρι τὸ ξαινόμενον καὶ κτενιζόμενον καὶ τὸ λεπτὸν βαμβάκι τῆς βύσσου.

  10. 10

    καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσι.

    Καὶ θὰ περιέλθουν αὐτοὶ ποὺ ἐργάζονται καὶ ἐμπορεύονται αὐτὰ εἰς στενοχώριαν καὶ πόνον καὶ ὅλοι αὐτοὶ ποὺ κατασκευάζουν τὸν ζύθον, θὰ λυπηθοῦν καὶ αἱ ψυχαί των θὰ πονέσουν.

  11. 11

    καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ· υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

    Καὶ θὰ ἀποδειχθοῦν μωροὶ οἱ ἄρχοντες τῆς πόλεως Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως θὰ ἐμφανισθοῦν ἀνόητοι, καὶ αἱ εἰσηγήσεις των καὶ συμβουλαί των θὰ ἀποδειχθοῦν μωραί.Πῶς θὰ εἴπετε εἰς τὸν βασιλέα, σεῖς οἱ ἀνόητοι σύμβουλοί του, ὅτι εἴμεθα ἀπόγονοι συνετῶν γονέων ἠμεῖς, ἀπόγονοι τῶν ἐξ ἀρχαιοτάτων χρόνων βασιλέων τῆς Αἰγύπτου;

  12. 12

    ποῦ εἰσι νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν, τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον;

    Ποὺ εἶναι τώρα οἱ σοφοί σου σύμβουλοι; Ἂς σοῦ ἀναγγείλουν καὶ ἂς σοῦ εἴπουν λοιπόν, τί ἔχει ἀποφασίσει διὰ τὴν Αἴγυπτον ὁ παντοκράτωρ Κύριος.

  13. 13

    ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.

    Ἐξέλιπον οἱ σοφοὶ τῆς πόλεως Τάνεως καὶ διεκρίθησαν, κατακτήσαντες τὸν θαυμασμὸν τοῦ βασιλέως καὶ τοῦ λαοῦ, οἱ σοφοὶ καὶ οἱ ἄρχοντες τῆς Μέμφεως.Καὶ θὰ πλανήσουν οὗτοι κατὰ φυλὰς καὶ πυκνὰς ὁμάδας τὴν Αἴγυπτον.

  14. 14

    Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.

    Καὶ θὰ πλανήσουν τὴν Αἴγυπτον, διότι ὁ Κύριος τοὺς ἐκέρασε διὰ νὰ πίνουν πνεῦμα ἀποπλανήσεως, καὶ κατ' ἀκολουθίαν πλανηθέντες αὐτοὶ ἀπεπλάνησαν καὶ τὴν Αἴγυπτον εἰς ὅλα τὰ ἔργα τῶν κατοίκων της, ὅπως ἀκριβῶς πλανᾶται καὶ ὁ μεθυσμένος καὶ λόγῳ τῆς μεγάλης του μέθης κάμνει συγχρόνως καὶ ἐμετόν.

  15. 15

    καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

    Καὶ δὲν θὰ εἶναι πλέον ἐπιτυχὲς ἔργον εἰς τοὺς Αἰγυπτίους, τὸ ὁποῖον νὰ συντελέσῃ τις ἀκέραιον καὶ τέλειον, μὲ κεφαλὴν καὶ οὐράν, μὲ ἀρχὴν δηλαδὴ καὶ τέλος.

  16. 16

    Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

    Κατὰ τὴν ἡμέραν δὲ ἐκείνην οἱ ἄλλοτε ἀτρόμητοι καὶ θρασεῖς Αἰγύπτιοι θὰ γίνουν σὰν γυναῖκες γεμᾶτοι φόβον καὶ τρόμον ἐμπρὸς εἰς τὴν χεῖρα τοῦ παντοδυνάμου Κυρίου, τὴν ὁποίαν Αὐτὸς ὁ ἴδιος θὰ καταφέρῃ κατ’ αὐτῶν.

  17. 17

    καὶ ἔσται ἡ χώρα τῶν ᾿Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ αὐτήν.

    Καὶ θὰ εἶναι ἡ χώρα τῶν Ἰουδαίων διὰ νὰ ἐκφοβίζῃ τοὺς Αἰγυπτίους· καθένας ποὺ θὰ προφέρῃ τὸ ὄνομά της εἰς αὐτούς, θὰ προκαλῇ φόβον εἰς αὐτοὺς διὰ τὴν ἀπόφασιν, τὴν ὁποίαν ἔλαβεν ὁ Κύριος τῶν Δυνάμεων δι’ αὐτήν, νὰ τιμωρήσῃ δηλαδὴ καὶ ταύτην, τὴν τόσον ὑπ’ αὐτοῦ εὐνοουμένην, προαναγγέλλων οὕτω ὅτι πολὺ αὐστηρότερον θὰ τιμωρήσῃ καὶ τὴν Αἴγυπτον.

  18. 18

    Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν τῇ Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου σαβαώθ· πόλις ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.

    Κατὰ τὴν ἡμέραν ἐκείνην θὰ εἶναι εἰς τὴν Αἴγυπτον πέντε πόλεις, αἱ ὁποῖαι θὰ λαλοῦν τὴν γλῶσσαν τῶν Ἰουδαίων, καὶ οἱ κάτοικοί των θὰ ὁρκίζωνται εἰς τὸ ὄνομα τοῦ Κυρίου τῶν Δυνάμεων πόλις Ἠλίου θὰ κληθῇ ἡ μία ἐκ τῶν πόλεων τούτων.

  19. 19

    Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ

    Κατ’ ἐκείνην τὴν ἡμέραν θὰ εἶναι Θυσιαστήριον πρὸς δόξαν τοῦ Κυρίου εἰς τὴν χώραν τῶν Αἰγυπτίων καὶ θὰ ἀνεγερθῇ στήλη ἀφιερωμένη εἰς τὸν Κύριον εἰς τὰ σύνορα αὐτῆς.

  20. 20

    καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

    Καὶ θὰ εἶναι τὸ θυσιαστήριον καὶ ἡ στήλη σημάδι καὶ ἐγγύησις εἰς τὸν αἰῶνα ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου, ὅτι οἱ κάτοικοί της, οἱ γνωρίσαντες τὸν ἀληθινὸν Θεόν, θὰ φωνάξουν ἐν ἡμέραις κινδύνου πρὸς τὸν Κύριον δι' ἐκείνους, οἱ ὁποῖοι τοὺς θλίβουν, καὶ θὰ ἀποστείλῃ ὁ Κύριος ἄνθρωπον, ὁ ὁποῖος θὰ τοὺς σώσῃ· θὰ τοὺς σώσῃ δὲ ὡς Κριτής των κρίνων τὰς διαφοράς των καὶ κυβερνῶν αὐτούς.

  21. 21

    καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι.

    Καὶ θὰ γίνῃ γνωστὸς ὁ Κύριος εἰς τοὺς Αἰγυπτίους, καὶ θὰ γνωρίσουν οἱ Αἰγύπτιοι τὸν Κύριον κατὰ τὴν ἡμέραν ἐκείνην καὶ θὰ κάμουν θυσίας καὶ θὰ εὐχηθοῦν ταξίματα εἰς τὸν Κύριον καὶ θὰ ἐκπληρώσουν αὐτά.

  22. 22

    καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.

    Καὶ θὰ πατάξῃ παιδαγωγικῶς ὁ Κύριος τοὺς Αἰγυπτίους διὰ πληγῇς καὶ θὰ θεραπεύσῃ αὐτοὺς δι’ ἰάσεως· καὶ μετανοοῦντες οὖτοι θὰ ἐπιστραφοῦν πρὸς τὸν Κύριον, καὶ θὰ εἰσακούσῃ αὐτοὺς ὁ Κύριος ἐν θλίψει καὶ πληγῇ ὄντας καὶ θὰ τοὺς θεραπεύσῃ.

  23. 23

    Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς ᾿Ασσυρίους καὶ εἰσελεύσονται ᾿Ασσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς ᾿Ασσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς ᾿Ασσυρίοις.

    Κατὰ τὴν ποθητὴν ἐκείνην ἡμέραν θὰ ὑπάρξῃ ὁδὸς εἰρηνικῆς ἐπικοινωνίας καὶ ἐλεύσεως ἀπὸ τῆς Αἰγύπτου πρὸς τοὺς Ἀσσυρίους, καὶ θὰ εἰσέλθουν ὡς φίλοι οἱ Ἀσσύριοι εἰς τὴν Αἴγυπτον, καὶ οἱ Αἰγύπτιοι θὰ ὑπάγουν πρὸς τοὺς Ἀσσυρίους, καὶ θὰ δουλεύσουν οἱ Αἰγύπτιοι τοὺς Ἀσσυρίους, προσάγοντες τούτους εἰς τὸν ἀληθινὸν Θεὸν καὶ συλλατρεύοντες Αὐτόν.

  24. 24

    Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ᾿Ισραὴλ τρίτος ἐν τοῖς ᾿Ασσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ,

    Κατὰ τὴν εὐλογημένην ἐκείνην ἡμέραν θὰ εἶναι ὁ Ἰσραὴλ τρίτος μεταξὺ τῶν Ἀσσυρίων καὶ τῶν Αἰγυπτίων εὐλογημένος μαζὶ μὲ αὐτοὺς εἰς τὴν γῆν,

  25. 25

    ἣν εὐλόγησε Κύριος σαβαὼθ λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν ᾿Ασσυρίοις καὶ ἡ κληρονομία μου ᾿Ισραήλ.

    τὴν ὁποῖον εὐλόγησεν ὁ Κύριος τῶν Δυνάμεων λέγων: Εὐλογημένος ὁ λαός μου ὁ εἰς τὴν Αἴγυπτον καὶ ὁ εἰς τοὺς Ἀσσυρίους, καθὼς καὶ ὁ Ἰσραήλ, τὸν ὁποῖον ἐξεχώρισα ὡς ἰδικήν μου κληρονομίαν.