Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 21

17 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΩΣ καταιγὶς δι᾿ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν

    Σὰν καταιγίς, ποὺ διέρχεται βιαία καὶ σφοδρὰ διὰ μέσου γῆς ἐρημουμένης ἐξ ἄλλης ἐρήμου γῆς ἐρχομένη, ἔτσι φοβερὸν

  2. 2

    τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾿ ἐμοὶ οἱ ᾿Ελαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.

    ὑπῆρξε τὸ ὅραμα, ποὺ μοῦ ἀπεκαλύφθη, καὶ σκληρὸν αὐτὸ ποὺ μοῦ ἀνηγγέλθη ἀπὸ τὸν Θεόν.Στράτευμα συνηθισμένον νὰ ἀθετῇ καὶ νὰ μὴ σέβεται τίποτε ἀθετεῖ, καὶ συνηθισμένον νὰ παρανομῇ παρανομεῖ.Κατ’ ἐμοῦ τοῦ Ἀσσυρίου ἔρχονται οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἔρχονται ἐναντίον μου.Τώρα ἐγὼ ὁ Ἀσσύριος θὰ στενάξω καὶ θὰ προσπαθήσω νὰ παρηγορήσω τὸν ἑαυτόν μου.

  3. 3

    διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.

    Διὰ τοῦτο παρέλυσε τελείως ἡ ὀσφύς μου, καὶ μὲ κατέλαβον πόνοι δριμεῖς σὰν ἐκείνην ποὺ γεννᾳ· πάσχω δὲ ταῦτα δικαίως, διότι διέπραξα εἰς τὸ παρελθὸν βαρύτατον σφάλμα νὰ μὴ ἀκούω, καὶ ἔκαμα τὸ πᾶν νὰ μὴ βλέπω τὰ ὀρθά.

  4. 4

    ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.

    Ἡ καρδία μου κτυπᾷ βιαίως καὶ ἀτάκτως, καὶ τὰ παράνομα ἔργα μου μὲ κατεπλάκωσαν καὶ μὲ πνίγουν· ἡ ψυχή μου ἐκυριεύθη ἀπὸ φόβον.

  5. 5

    ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.

    Εἰς τὴν ἐσχάτην αὐτὴν ὥραν τοῦ τρομεροῦ κινδύνου ἐτοίμασε τὴν τράπεζαν, ὦ Βαβυλών.Φάγετε, πίετε, τυφλώττοντες πρὸ τῆς ἐπικειμένης καταστροφῆς.Καὶ ἀφοῦ σηκωθῆτε ἀπὸ τὸ συμπόσιόν σας, σεῖς οἱ ἄρχοντες, ἐτοιμάσατε ἀσπίδας, ἵνα ἀμυνθῆτε.

  6. 6

    ὅτι οὕτως εἶπε πρός με Κύριος· βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον·

    Σᾶς ἀπευθύνω τὰς προτροπὰς αὐτάς, διότι ἔτσι μου εἶπεν ὁ Κύριος: Πήγαινε καὶ τοποθέτησε διὰ τὸν ἑαυτόν σου σκοπὸν καὶ ἐκεῖνο ποὺ θὰ ἴδῃς, ἀνάγγειλέ το.

  7. 7

    καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν

    Καὶ εἶδον δύο ἱππεῖς ἀνεβασμένους, τὸν ἕνα ἀναβάτην ὄνου καὶ τὸν ἄλλον ἀνεβασμένον εἰς κάμηλον.Τοῦτο ἦτο σύμβολον τῆς στρατιᾶς τῶν Περσῶν καὶ τῶν Μήδων.Δῶσε μεγάλην προσοχὴν εἰς ὅ,τι θὰ ἀκούσῃς, μοῦ εἶπεν ὁ Κύριος.

  8. 8

    καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,

    Καὶ κάλεσον συμμαρτυροῦντα δι’ ὅσα θὰ ἴδῃς τὸν Οὐρίαν εἰς τὴν σκοπιὰν τοῦ Κυρίου.Καὶ εἶπεν ὁ Προφήτης: Ἐστάθην καθ’ ὅλην τὴν ἡμέραν καὶ ἐπὶ τῆς σκοπιᾶς ἐστάθην ἑγὼ ὅλην τὴν νύκτα.

  9. 9

    καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. καὶ ἀποκριθεὶς εἶπε· πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.

    Καὶ ἰδοὺ ἔρχονται δύο ἄνδρες ἔφιπποι.Καὶ ἀποκριθεὶς εἰς τὸν Προφήτην ὁ Κύριος εἶπεν: Ἔχει πλέον πέσει, ἔπεσεν ἡ Βαβυλὼν καὶ ὅλα τὰ ἀγάλματά της, καὶ τὰ ὑπὸ χειρῶν ἀνθρωπίνων κατεσκευασμένα εἴδωλά της συνετρίβησαν.

  10. 10

    ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ Θεὸς τοῦ ᾿Ισραὴλ ἀνήγγειλεν ἡμῖν.

    Ἀκούσατε, ὅσοι ἐκ τῆς αἰχμαλωσίας καὶ τῶν ἄλλων δεινῶν περιεσώθητε καὶ ὑπελείφθητε καὶ οἱ ὁποῖοι ὀδυνᾶσθε διὰ τὴν ἐρήμωσιν τῆς πατρίδος σας Ἱερουσαλήμ· ἀκούσατε αὐτὰ ποὺ ἤκουσα ἀπὸ τὸν Κύριον τῶν Δυνάμεων.Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλε ταῦτα εἰς ἡμᾶς.

  11. 11

    Τὸ ὅραμα τῆς ᾿Ιδουμαίας. - Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· φυλάσσετε ἐπάλξεις.

    Ἡ περὶ τῆς Ἰδουμαίας ἀποκαλυπτικὴ ὀπτασία.Πρὸς ἐμὲ ἀπευθύνεται πρόσκλησις ἀπὸ τὸ ὄρος Σηεὶρ τῆς Ἰδουμαίας: Σεῖς ποὺ φυλάσσετε ἄγρυπνοι φρουροὶ εἰς τὰς ἐπάλξεις, εἴπατε καὶ εἰς ἡμᾶς τὰ συμβάντα τῆς νυκτός.

  12. 12

    φυλάσσω τὸ πρωΐ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾿ ἐμοὶ οἴκει·

    Καὶ ὁ ἐπὶ τῆς σκοπιᾶς προφήτης ἀπαντᾷ: Φρουρῶ ἀναμένων προσεχῆ τὴν ἔλευσιν τῆς πρωΐας καὶ τὴν νύκτα τῆς θλίψεως καὶ δοκιμασίας, ἥτις θὰ ἐπακολουθήσῃ.Ἐὰν ζητῇς περισσοτέρας πληροφορίας, δὲν ἔχω πρὸς τὸ παρὸν ἄλλας.Ζήτει ταύτας καὶ μένε πλησίον μου περιμένων αὐτάς.

  13. 13

    ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν.

    Εἰς τὸ πυκνὸν δάσος θὰ κοιμηθῇς τὸ ἑσπέρας, φεύγων τὸν κίνδυνον ἀπὸ τῶν εἰσβολέων, ὦ λαέ, ποὺ συνήθως βαδίζεις τὴν ὁδὸν Δαιδάν.

  14. 14

    εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν πεφονευμένων

    Σεῖς, ποὺ κατοικεῖτε εἰς τὴν χώραν θαιμάν, σπεύδοντες εἰς συνάντησιν τοῦ διψῶντος φέρετε πρὸς αὐτὸν ὕδωρ πρὸς κατάσβεσιν τῆς δίψης του· με ἄρτους συναντάτε αὐτούς, οἱ ὁποῖοι φεύγουν πανικόβλητοι διὰ τὸ πλῆθος ἐκείνων, οἱ ὁποῖοι ἔχουν φονευθῇ ἀπὸ τοὺς εἰσβολεῖς,

  15. 15

    καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.

    καὶ διὰ τὸ πλῆθος ἐκείνων, ποὺ περιπλανῶνται εἰς ἄγνωστα μέρη μεταδίδοντες τὸν πανικόν, καὶ διὰ τὸ πλῆθος τῶν χρησιμοποιουμένων εἰς σφαγὴν μαχαιρῶν καὶ διὰ τὸ πλῆθος τῶν βελῶν, ποὺ ἀπὸ τόξα τεντωμένα ἐκσφενδονιζονται, καὶ διὰ τὸ πλῆθος αὐτῶν, οἱ ὁποῖοι ἔχουν πέσει νεκροὶ κατὰ τὸν πόλεμον.

  16. 16

    διότι οὕτως εἶπέ μοι Κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,

    Συμβαίνουν δὲ αὐτά, διότι ἔτσι μου εἶπεν ὁ ἀψευδὴς Κύριος: Ἀκόμη ἕνας χρόνος, μετρημένος ἐπακριβῶς σὰν ἀπὸ μισθωτόν, καὶ θὰ ἐκλείψῃ ἡ δόξα τῶν ἀπογόνων τοῦ Κηδάρ.

  17. 17

    καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐλάλησεν.

    Καὶ αὐτοί, ποὺ θὰ ἀπομείνουν ἀπὸ τοὺς ἰσχυροὺς καὶ ἐπιδεξίους τοξότας ἀπογόνους τοῦ Κηδάρ, θὰ εἶναι ὀλίγοι, διότι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐλάλησε καὶ ἐβεβαίωσε τοῦτο καὶ δὲν χωρεῖ ἀμφιβολία τις περὶ τοῦ ὅτι θὰ πραγματοποιηθῇ.