Ιουδίθ, κεφάλαιο 9
- 1
ΙΟΥΔΙΘ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν ῾Ιερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδὶθ πρὸς Κύριον καὶ εἶπε·
Μόλις ἀνεχώρησαν οἱ ἄρχοντες, ἡ Ἰουδὶθ ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς εἰς στάσιν εὐλαβείας ἐνώπιον τοῦ Θεοῦ. Ἔρριξε δὲ στάκτην εἰς τὸ κεφάλι της καὶ ἔβγαλεν ἀπὸ ἐπάνω της τὸν τρίχινον σάκκον, ποὺ ἐφοροῦσε. Ἐκείνην ἀκριβῶς τὴν ὥραν εἰς τὴν Ἱερουσαλήμ, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσεφέρετο, ὅπως κάθε ἡμέραν πρωῒ καὶ βράδυ, τὸ θυμίαμα ἐκείνης τῆς ἑσπέρας. Ἐβόησε λοιπὸν μὲ μεγάλην φωνὴν πρὸς Τὸν Κύριον ἡ Ἰουδὶθ καὶ εἶπε:
- 2
Κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ρομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ, οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν
Κύριε καὶ Θεὲ τοῦ γενάρχου τῆς φυλῆς μου Συμεών, εἰς τὸ χέρι τοῦ ὁποίου ἔδωκες κάποτε ρομφαίαν διὰ νὰ ἐκδικηθῇ καὶ τιμωρήσῃ, ὅπως τοὺς ἔπρεπε, τοὺς ἀλλογενεῖς ἐκείνους, ποὺ διέφθειραν μίαν παρθένον. Ἐμόλυναν οἱ ἄνθρωποι ἐκεῖνοι τὴν μήτραν τῆς παρθένου Δείνας. Ἐγύμνωσαν τὸν μηρόν της διὰ νὰ τὴν ἐντροπιάσουν. Ἐβεβήλωσαν τὴν μήτραν τας διὰ νὰ τὴν ἐξευτελίσουν. Καὶ ἐνῷ Σὺ εἶχες ἀπαγορεύσει νὰ γίνεται κάτι τέτοιο, αὐτοὶ δὲν ὑπελόγισαν τὴν ἐντολήν Σου καὶ τὸ διέπραξαν.
- 3
ἀνθ᾿ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν.
Ἕνεκα αὐτῆς τῆς παρανομίας παρέδωσες εἰς φόνον τοὺς ἄρχοντας τῶν ἀνθρώπων ἐκείνων. Τὸ δὲ στρῶμα των, ποὺ ἐντροπιάσθη μὲ τὴν παρανομίαν των, ἀλλὰ καὶ τὴν περιοχήν, ὅπου διέμεναν καὶ ἡ ὁποία ἠνέχθη κατὰ κάποιον τρόπον τὴν ἀτιμίαν των, τὰ ἐγέμισες μὲ αἵματα. Ἐκτύπησες δὲ μαζὶ σκλάβους καὶ ἄρχοντας, ὅπως ἐπίσης καὶ τοὺς ἄρχοντας ἐκείνους, ποὺ ἐκάθηντο ὑπερήφανοι εἰς τοὺς θρόνους των.
- 4
καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν. ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας·
Παρέδωσες ἐπίσης τὰς γυναῖκας των εἰς λεηλασίαν καὶ τὰς θυγατέρας των εἰς αἰχμαλωσίαν. Ὅλα δὲ τὰ λάφυρα, ποὺ προῆλθαν ἀπὸ αὐτούς, τὰ ἔδωσες διὰ νὰ τὰ μοιρασθοῦν μεταξύ των οἱ Ἰσραηλῖται, ποὺ τοὺς ἔχεις ἀγαπήσει Σὺ ἰδιαιτέρως ὡς υἱούς Σου. Οἱ Ἰσραηλῖται ἐκεῖνοι ἔδειξαν ζῆλον ἱερὸν ὑπὲρ τοῦ Νόμου Σου καὶ ἔνοιωσαν ἀποτροπιασμὸν διὰ τὴν βεβήλωσιν τοῦ αἵματος των, διὰ τὴν ἀτίμωσιν δηλαδὴ τῶν συγγενῶν τῶν γυναικῶν. Ἱκέτευσαν δὲ καὶ ἐζήτησαν τὴν βοήθειάν Σου. Ὦ Θέε, Θεέ μου, ἄκουσε μὲ εὐμένειαν τὸ θέμα, διὰ τὸ ὁποῖον σὲ παρακαλῶ ἐγώ, ἡ χήρα!
- 5
σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,
Διότι Σὺ εἶσαι Ἐκεῖνος, ποὺ Ἔκαμες ὅσα ὑπῆρχαν καὶ πρὶν ὑπάρξῃ χρόνος καὶ ὅσα συνέβησαν κατὰ τὸ παρελθὸν καὶ τὰ ἑπόμενα καὶ τὰ σημερινά. Σὺ ἔχεις σκεφθῇ ἐπίσης καὶ ἔχεις σχεδιάσει καὶ ὅσα θὰ γίνουν εἰς τὸ μέλλον. Ὅλα, ὅσα ἐσκέφθης Σύ, ἔγιναν καὶ πραγματοποιοῦνται.
- 6
καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν· ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει·
Ἔκαμαν δὲ τὴν ἐμφάνισίν των ὅσα Σὺ ἠθέλησες, καὶ εἶπαν: Ὁρίστε! Ὑπάρχομεν! Ἐδῶ εἴμεθα! Γίνεται δὲ αὐτό, διότι ὅλοι οἱ δρόμοι Σου εἶναι ἕτοιμοι ἀπὸ πρὶν καὶ δὲν σφάλλεις ποτέ. Ἡ κρίσις Σου σχετίζεται πάντοτε με τὴν πρόγνωσίν Σου.
- 7
ἰδοὺ γὰρ ᾿Ασσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.
Καὶ τώρα, Κύριε, οἱ Ἀσσύριοι, ποὺ ἔχουν πολὺ μεγάλην στρατιωτικὴν δύναμιν, ὑπερηφανεύονται διὰ τοὺς ἵππους καὶ τοὺς ἱππεῖς των καὶ καυχῶνται μὲ ἀλαζονείαν διὰ τὴν δύναμιν τοῦ πεζικοῦ των. Ἔχουν στηρίξει τὰς ἐλπίδας των εἰς τὴν ἀσπίδα, τὸ ἀκόντιον, τὸ τόξον καὶ τὴν σφενδόνην των. Δὲν ἔμαθαν ὅμως ὅτι Σὺ εἶσαι ὁ Κύριος, ποὺ συντρίβεις τοὺς ἐχθροὺς καὶ θέτεις τέρμα εἰς τοὺς πολέμους καὶ χαρίζεις τὴν νίκην.
- 8
Κύριος ὄνομά σοι· σὺ ράξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.
Τὸ ὄνομά Σου εἶναι Κύριος, κυρίαρχος τῶν πάντων. Σὺ λοιπόν, Κύριε, σπάσε καὶ τσάκισε τὴν δύναμίν των μὲ τὴν παντοδυναμίαν Σου καὶ σύντριψε τὴν ἐξουσίαν των μὲ τὴν δικαίαν ὀργήν Σου. Διότι αὐτοὶ ἐσχεδίασαν καὶ ἀπεφάσισαν νὰ βεβηλώσουν τοὺς ἁγίους τόπους τῆς λατρείας Σου, νὰ μολύνουν τὸν ἱερὸν τόπον, ὅπου ἀναπαύεται καὶ λατρεύεται τὸ ἔνδοξον Ὄνομά Σου, καὶ νὰ καταστρέψουν μὲ τὰ σιδερένια ὅπλα των τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ὅπου προσφέρονται πρὸς Σὲ αἱ θυσίαι μας.
- 9
βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.
Ρίξε τὸ βλέμμα Σου εἰς τὴν ὑπερηφάνειάν των. Στεῖλε τὴν ὀργήν Σου εἰς τὰ κεφάλια των. Δυνάμωσε ἐμέ, τὴν χήραν, διὰ νὰ κάμω μὲ τὸ χέρι μου αὐτὸ ποὺ ἐσχεδίασα.
- 10
πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ᾿ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστημα ἐν χειρὶ θηλείας·
Κτύπησε Σὺ μὲ τὰ ἀπατηλά μου λόγια τὸν ἀρχηγόν των καὶ κάθε ἄρχοντα καὶ δοῦλον. Τσάκισε τὸ ἀλαζονικὸν ἀνάστημά των μὲ τὸ χέρι μιᾶς γυναῖκας!
- 11
οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.
Διότι ἡ ἰδική Σου δύναμις δὲν βασίζεται εἰς τὸ πλῆθος τοῦ λαοῦ καὶ τοῦ στρατοῦ. Ἡ δὲ ἐξουσία Σου δὲν στηρίζεται εἰς τοὺς ἰσχυροὺς ἀνθρώπους. Ἀντιθέτως Σὺ εἶσαι θεὸς τῶν ταπεινῶν. Εἶσαι βοηθὸς τῶν ἀδυνάτων, συμπαραστάτης τῶν ἀσθενῶν, προστάτης τῶν ἀπεγνωσμένων καὶ σωτὴρ τῶν ἀπηλπισμένων.
- 12
ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρός μου καὶ Θεὸς κληρονομίας ᾿Ισραήλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου
Ναί, ναί, Θεὲ τοῦ πατρός μου καὶ Θεὲ τῆς κληρονομίας τοῦ Ἰσραήλ, Δέσποτα τῶν οὐρανίων κόσμων καὶ τῆς γῆς, Δημιουργὲ τῶν ὑδάτων, Βασιλεῦ ὅλης τῆς κτίσεώς Σου, Σὲ παρακαλῶ, εἰσάκουσε μὲ εὐμένειαν τὴν δέησίν μου.
- 13
καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιὼν καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.
Καὶ δῶσε, ὥστε ὁ ἀπατηλὸς λόγος μου νὰ πληγώσῃ καὶ νὰ τραυματίσῃ αὐτούς, ποὺ ἐσχεδίασαν σκληρὰ καὶ φοβερὰ σχέδια εἰς βάρος τοῦ Νόμου τῆς Διαθήκης Σου· εἰς βάρος τοῦ ἁγιασμένου Ναοῦ Σου καὶ τοῦ λόφου τῆς Σιὼν καὶ τοῦ τόπου, ποὺ ἀνήκει εἰς τοὺς υἱούς Σου Ἰσραηλίτας.
- 14
καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους ᾿Ισραήλ, εἰ μὴ σύ.
Κάμε ἀκόμη, ὥστε ὅλος ὁ λαός Σου καὶ κάθε φυλὴ τῆς γῆς νὰ γνωρίσουν καὶ νὰ μάθουν ὅτι Σὺ εἶσαι ὁ Θεὸς κάθε δυνάμεως καὶ ἐξουσίας καὶ δὲν εἶναι ἄλλος Ἐκεῖνος, ποὺ ὑπερασπίζει καὶ προστατεύει τὸν λαὸν τοῦ Ἰσραήλ, παρὰ Σύ, ὁ Κύριος.
