Ιουδίθ, κεφάλαιο 15
- 1
ΚΑΙ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός,
Μόλις ἄκουσαν τὴν θλιβερὰν εἴδησιν τοῦ φόνου τοῦ ἀρχιστρατήγου των οἱ Ἀσσύριοι, ποὺ ἦσαν εἰς τὰς σκηνάς των, ἔπαθαν σύγχυσιν φρενῶν διὰ τὸ γεγονός.
- 2
καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς·
Τοὺς ἐκυρίευσε δὲ φόβος καὶ τρόμος. Καὶ δὲν ἔμεινε πλέον κανείς των πλησίον τοῦ ἄλλου, ἀλλὰ διεσκορπίσθησαν ταυτοχρόνως ὅλοι καὶ ἔφευγαν ἀτάκτως ἀπὸ κάθε δρόμον τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς περιοχῆς.
- 3
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλούα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ ᾿Ισραήλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ᾿ αὐτούς.
Καὶ αὐτοὶ ἐπίσης ποὺ εἶχαν στρατοπεδεύσει εἰς τὸ βουνό, γύρω ἀπὸ τὴν Βαιτυλούαν, ἔκαμαν τὸ ἴδιον μὲ τοὺς ἄλλους καὶ ἐτράπησαν εἰς φυγήν. Ὅταν τὸ εἶδαν αὐτὸ οἱ Ἰσραηλῖται, ὅσοι ἀπὸ αὐτοὺς ἠμποροῦσαν νὰ πολεμήσουν, ἐξεχύθησαν ἀμέσως καὶ ὥρμησαν ἐναντίον τῶν Ἀσσυρίων.
- 4
καὶ ἀπέστειλεν ᾿Οζίας εἰς Βαιτομασθαὶμ καὶ Βηβαΐ καὶ Κωλὰ καὶ εἰς πᾶν ὅριον ᾿Ισραὴλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.
Ἔστειλε δὲ ὁ Ὀζίας ἀγγελιαφόρους εἰς τὰς πόλεις Βαιτομασθαίμ, Βηβαῒ καὶ Κωλά, καθὼς καὶ εἰς ὅλην τὴν ἐπικράτειαν τοῦ Ἰσραήλ, διὰ νὰ ἀνακοινώσουν καὶ γνωστοποιήσουν τὰ ὅσα εἶχαν συμβῆ καὶ διὰ νὰ ὁρμήσουν ὅλοι μαζὶ ἐναντίον τῶν ἐχθρῶν, ὥστε νὰ τοὺς ἐξοντώσουν ὁλοτελῶς.
- 5
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾿ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά, ὡσαύτως δὲ καὶ οἱ ἐξ ῾Ιερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.
Μόλις λοιπὸν ἔμαθαν τὰ καθέκαστα καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ὥρμησαν ἐναντίον των ὅλοι μαζὶ μὲ μίαν ψυχὴν καὶ τοὺς ἐφόνευαν, καθὼς ἔφευγαν ἐκεῖνοι πανικόβλητοι, ἕως τὴν πόλιν Χωβά. Ἔφθασαν ἐπίσης καὶ ἐπετέθησαν ἐναντίον τῶν Ἀσσυρίων καὶ ἄλλοι Ἰσραηλῖται, καὶ ἀπὸ τὰ Ἱεροσόλυμα καὶ ἀπὸ ὅλην τὴν ὀρεινὴν περιοχήν, διότι τοὺς ἀνήγγειλαν τὰ ὅσα συνέβησαν εἰς τὸ στρατόπεδον τῶν ἐχθρῶν των. Ἐπίσης καὶ ὅσοι Ἰσραηλῖται διέμεναν εἰς τὴν Γαλαὰδ καὶ εἰς τὴν Γαλιλαίαν, περιεκύκλωσαν τοὺς Ἀσσυρίους καὶ τοὺς ἐπροξένησαν μεγάλην φθορὰν φονεύοντες πολλούς. Τοὺς κατεδίωξαν μάλιστα ἕως τὴν Δαμασκὸν τῆς Συρίας καὶ τὰ περίχωρά της.
- 6
οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλούα ἐπέπεσαν τῇ παρεμβολῇ ᾿Ασσοὺρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα.
Οἱ δὲ ὑπόλοιποι κάτοικοι τῆς Βαιτυλούας ἔπεσαν μὲ ὁρμὴν εἰς τὸ στρατόπεδον τῶν Ἀσσυρίων καὶ ἅρπαξαν τὰ λάφυρα τῶν καὶ ἐπλούτησαν μὲ αὐτὰ πολύ.
- 7
οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ αἱ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα.
Ἀλλὰ καὶ οἱ πολεμισταὶ Ἰσραηλῖται, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν φονικὴν καταδίωξιν τῶν ἐχθρῶν, ἔγιναν καὶ αὐτοὶ κάτοχοι τῶν ὑπολοίπων λαφύρων. Ἐπῆραν ἐπίσης πολλὰ λάφυρα καὶ ὅσοι διέμεναν εἰς τὰ χωριὰ καὶ τοὺς ἄλλους οἰκισμοὺς τοῦ βουνοῦ καὶ τῆς πεδιάδος. Ἐπῆραν δὲ ὅλοι των πολλά, διότι εἶχαν μείνει πολὺ μεγάλαι ποσότητες λαφύρων.
- 8
καὶ ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά, ἃ ἐποίησε Κύριος τῷ ᾿Ισραήλ, καὶ τοῦ ἰδεῖν τὴν ᾿Ιουδὶθ καὶ λαλῆσαι μετ᾿ αὐτῆς εἰρήνην.
Ὁ δὲ ἀρχιερεὺς Ἰωακὶμ καὶ ἡ γερουσία τῶν Ἰσραηλιτῶν, ποὺ διέμεναν εἰς τὰ Ἱεροσόλυμα, ἦλθαν εἰς τὴν Βαιτυλούαν διὰ νὰ ἰδοῦν ἀπὸ κοντὰ τὰ θαυμαστὰ ἔργα, ποὺ ἔκαμεν ὁ Κύριος μὲ τὴν δύναμίν Του χάριν τῶν Ἰσραηλιτῶν, ἀλλὰ καὶ διὰ νὰ συναντήσουν τὴν Ἰουδὶθ καὶ νὰ ὁμιλήσουν μὲ σεβασμὸν καὶ τιμὴν πρὸς αὐτήν.
- 9
ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν· σὺ ὕψωμα ᾿Ισραήλ, σὺ γαυρίαμα μέγα τοῦ ᾿Ισραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν·
Μόλις δὲ ἐμβῆκαν εἰς τὴν οἰκίαν της, τὴν εὐλόγησαν ὅλοι μαζὶ μὲ μίαν φωνὴν καὶ τῆς εἶπαν: Σὺ εἶσαι ἡ δόξα τοῦ Ἰσραήλ, σὺ εἶσαι ἡ μεγάλη ὑπερηφάνεια τοῦ Ἰσραήλ, σὺ εἶσαι τὸ μέγα καύχημα τοῦ γένους μας!
- 10
ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ ᾿Ισραήλ, καὶ εὐδόκησεν ἐπ᾿ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπε ὁ λαός· γένοιτο
Τὰ ἔκαμες ὅλα αὐτὰ μὲ τὸ χέρι σου! Ἔκαμες εὐεργετικὰ διὰ τὸν Ἰσραὴλ ἀνδραγαθήματα! Ὁ Θεὸς ἐξεδήλωσε τὴν εὐδοκίαν Του διὰ τὰ ἔργα σου! Ἂς εἶσαι εὐλογημένη ἐνώπιον τοῦ παντοκράτορος Κυρίου αἰωνίως! Καὶ ὅλος ὁ λαὸς ἐφώναξε: Γένοιτο!
- 11
καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾿ ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ ᾿Ιουδὶθ τὴν σκηνὴν ᾿Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ. καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾿ αὐτῶν.
Ἐλαφυραγωγοῦσε δὲ ὅλος ὁ λαὸς τῆς Βαιτυλούας τὸ στρατόπεδον τῶν Ἀσσυρίων ἐπὶ τριάντα ἡμέρας. Εἰς δὲ τὴν Ἰουδὶθ ἔδωσαν ὡς λάφυρα τὴν σκηνὴν τοῦ Ὀλοφέρνους καὶ ὅλα τὰ ἀσημικά του, τὰ κρεββάτια του μὲ τοὺς στολισμούς των καὶ τὰ χάλκινα ἀγγεῖα, καθὼς καὶ ὅλα τὰ σκεύη καὶ τὰ ὅπλα του. Καί, ἀφοῦ τὰ ἐπῆρεν ἐκείνη, ἐφόρτωσε μερικὰ εἰς τὸ ὑποζύγιόν της καὶ ἔζευξε τὰ ἁμάξια της καὶ ἔβαλεν ἐπάνω των ὅλα τὰ ἄλλα λάφυρά της.
- 12
καὶ συνέδραμε πᾶσα γυνὴ ᾿Ισραὴλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετ᾿ αὐτῆς.
Ἔτρεξε δὲ κάθε γυναῖκα τῶν Ἰσραηλιτῶν νὰ ἰδῇ τὴν Ἰουδὶθ καὶ ὅλαι μαζὶ τὴν ἐπῄνεσαν καὶ τὴν εὐλόγησαν καὶ ἔκαμαν πρὸς τιμήν της χορόν, ποὺ τὸν ἀπετέλεσαν ὅσαι ἦσαν ἐκεῖ. Ἡ δὲ Ἰουδὶθ ἐπῆρεν εἰς τὰ χέρια της κλαδιά, ποὺ εἶχαν εἰς τὴν ἄκρην των φύλλα κισσοῦ καὶ ἀμπέλου καὶ τὰ ἐχρησιμοποιοῦσαν εἰς ὥρας χαρᾶς, καὶ τὰ ἔδωσεν εἰς τὰς γυναῖκας, ποὺ ἦσαν μαζί της.
- 13
καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ᾿ αὐτῆς, καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.
Ἔβαλαν δὲ εἰς τὰ κεφάλια των, ἡ ἰδία ἡ Ἰουδὶθ καὶ αἱ γυναῖκες ποὺ ἦσαν μαζί της, στεφάνια ἀπὸ κλαδιά ἐλιᾶς. Καὶ ἐπροχώρησεν ἡ Ἰουδὶθ ἐμπρὸς ἀπὸ ὅλον τὸν λαόν, μὲ χορὸν ἀπὸ γυναῖκας, ἐπὶ κεφαλῆς τῶν ὁποίων ἦτο ἡ ἰδία. Πίσω δὲ ἀπὸ αὐτὰς ἤρχοντο ὅλοι οἱ ἄνδρες Ἰσραηλῖται μὲ τὰ ὅπλα των καὶ μὲ στεφάνια εἰς τὸ κεφάλι καὶ ὕμνους εἰς τὸ στόμα των.
- 14
καὶ ἐξῆρχεν ᾿Ιουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ ᾿Ισραήλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην.
Καὶ ἄρχισε νὰ ψάλλη ἡ Ἰουδὶθ ἐνώπιον ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸν ὕμνον τῆς δοξολογίας, ποὺ ἀναφέρεται εἰς τὴν συνέχειαν. Μαζί της ἔψαλλαν ἀντιφωνικῶς καὶ ὑμνολογοῦσαν ἐν χορῷ τὸν Κύριον καὶ ὅλοι οἱ Ἰσραηλῖται ὡς ἐξῆς.
