Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

Ιησούς του Ναυή, κεφάλαιο 9

27 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΩΣ δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ᾿Αντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ ᾿Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ ᾿Ιεβουσαῖοι,

    Καὶ ὅταν ἐπληροφορήθησαν τὶς νίκες τοῦ Ἰσραὴλ καὶ τὴν ὁλοσχερῆ καταστροφὴν τῆς Ἱεριχοῦς καὶ τῆς Γαὶ οἱ βασιλεῖς τῶν Ἀμορραίων, ποὺ εὑρίσκοντο εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη, ὅσοι ἑκατοικοῦσαν εἰς τὰ ὅρη (Ἰούδα καὶ Ἐφραίμ) καὶ εἰς τὶς πεδιάδες (νοτιοδυτικὰ τῆς Παλαιστίνης) καὶ κατὰ μῆκος τῆς παραλίας τῆς μεγάλης θαλάσσης (τῆς Μεσογείου θαλάσσης) καὶ ὅσοι ἐκατοικοῦσαν (πρὸς βορρᾶν) εἰς τὴν περιοχὴν τοῦ Ἀντιλιβάνου, καθὼς ἐπίσης οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,

  2. 2

    συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾿Ιησοῦν καὶ ᾿Ισραὴλ ἅμα πάντες.2αΤότε ᾠκοδόμησεν ᾿Ιησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ᾿Ισραὴλ ἐν ὄρει Γαιβάλ,2βκαθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου.2γκαὶ ἔγραψεν ᾿Ιησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ2δκαὶ πᾶς ᾿Ισραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.2εκαὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾿Ιησοῦς πάντα τὰ ρήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ·2ζοὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾿Ιησοῖ, ὃ οὐκ ἀνέγνω ᾿Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ᾿Ισραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ᾿Ισραήλ.

    ἑνώθηκαν ταυτοχρόνως καὶ ἐσυμμάχησαν ὅλοι μαζὶ διὰ νὰ ἐπιτεθοῦν καὶ πολεμήσουν τὸν Ἰησοῦν του Ναυῆ καὶ ὅλον τὸν Ἰσραηλιτικὸν λαόν.2αΤότε ὁ Ἰησοῦς τοῦ Ναυῆ ἔκτισε θυσιαστήριον διὰ τὴν λατρείαν Κυρίου τοῦ Θεοῦ τοῦ Ἰσραὴλ ἐπάνω εἰς τὸ ὅρος Γαιβάλ,2βὅπως ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου, ἔδωκεν ἐντολὴν εἰς τοὺς Ἰσραηλῖτες (σύμφωνα μὲ ἐκεῖνα ποὺ ἔχουν γραφῆ εἰς τὸ βιβλίον τοῦ Νόμου τοῦ Μωϋσῆ) νὰ κτισθῇ θυσιαστήριον ἀπὸ ἀκατέργαστες πέτρες, εἰς τὶς ὁποῖες δὲν ἐχρησιμοποιήθη σιδερένιο ἐργαλεῖο γιὰ νὰ τὶς πελεκήσῃ· ἐπάνω εἰς τὸ θυσιαστήριον αὐτὸ ὁ Ἰησοῦς ἐπρόσφερε εἰς τὸν Κύριον θυσίαν ὁλοκαυτωμάτων καὶ θυσίαν διὰ τὴν σωτηρίαν τοῦ λαοῦ.2γΚαὶ ὁ Ἰησοῦς ἔγραψεν ἐπάνω εἰς τὶς πέτρες τὸ Δευτερονόμιον, τὸν νόμον τοῦ Μωϋσῆ, τὸν ὁποῖον αὐτὸς εἶχε γράψει ἐμπρὸς εἰς τοὺς Ἰσραηλῖτες.2δΚαὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς των ἐπροχώρησαν καὶ ἐπαρακολουθοῦσαν ἀπὸ τὸ ἕνα καὶ τὸ ἄλλο μέρος (ἀπὸ τὶς δύο μεριές) τῆς Κιβωτοῦ καὶ ἀπέναντι, ἐνῷ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου. Οἱ ἐθνικοί, ποὺ εἶχαν προσελκυσθῆ εἰς τὴν Ἰουδαϊκὴν πίστιν καὶ ἔγιναν προσήλυτοι, καὶ οἱ Ἰσραηλῖται ἦσαν οἱ μισοὶ κοντὰ εἰς τὸ ὅρος Γαριζὶν μὲ τὰ νῶτα γυρισμένα πρὸς τὸ ὅρος, καὶ οἱ ἄλλοι μισοὶ κοντὰ εἰς τὸ ὅρος Γαιβάλ μὲ τὰ νῶτα γυρισμένα πρὸς τὸ ὅρος· (ἔτσι ὅλοι εἶχαν ἐστραμμένον τὸ πρόσωπόν των πρὸς τοὺς ἱερεῖς καὶ Λευῖτες, ποὺ ἐκρατοῦσαν τὴν Κιβωτόν)· τοῦτο ἔγινε ὅπως εἶχε διατάξει προηγουμένως ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Θεοῦ, διὰ νὰ εὐλογηθῇ, ὅταν θὰ ἤρχετο ἡ ὥρα, κατὰ πρῶτον ὁ λαός.2εΜετὰ ἀπὸ αὐτὰ ὁ Ἰησοῦς ἐδιάβασε δυνατὰ ὅλες τὶς διατάξεις τοῦ Νόμου αὐτοῦ, μὲ ὅλες τὶς εὐλογίες καὶ τὶς κατάρες, ὅπως ἀκριβῶς εἶχαν γραφῆ εἰς τὸ βιβλίον τοῦ Νόμου τοῦ Μωϋσῆ.2ζΔὲν ἔμεινε καμμία λέξις καὶ κανένας λόγος ἀπὸ ὅλα, ὅσα διέταξεν ὁ Μωυσῆς εἰς τὸν Ἰησοῦν, ποὺ νὰ μὴ τὸν ἐδιάβασε ὁ Ἰησοῦς δυνατά, ὥστε νὰ τὸν ἀκούσῃ ὅλη ἡ συνάθροισις τῶν Ἰσραηλιτῶν, ποὺ ἀπετελεῖτο ἀπὸ τοὺς ἄνδρες καὶ τὶς γυναῖκες καὶ τὰ παιδιὰ καὶ τοὺς ἐθνικούς, ποὺ εἶχαν προσελκυσθῆ εἰς τὴν Ἰουδαϊκὴν πίστιν καὶ ἔγιναν προσήλυτοι, οἱ ὁποῖοι ἐζοῦσαν μεταξὺ τῶν Ἰσραηλιτῶν.

  3. 3

    Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ ῾Ιεριχὼ καὶ τῇ Γαί.

    Καὶ οἱ κάτοικοι τῆς Γαβαὼν ἐπληροφορήθησαν ὅλα, ὅσα ἔκαμεν ὁ Κύριος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰς τὴν Ἱεριχὼ καὶ τὴν Γαί.

  4. 4

    καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,

    Αὐτοὶ ὅμως, ἀντίθετα πρὸς τοὺς ἄλλους, δὲν ἐπετέθησαν κατὰ τῶν Ἰσραηλιτῶν, ἀλλὰ ἐφέρθησαν ἀπέναντί των μὲ ἀπατηλὸν στρατήγημα καὶ πανουργίαν. Ἐπῆγαν πρὸς τοὺς Ἰσραηλῖτες μεταμφιεσμένοι ὡς πρεσβευταὶ μὲ τὸν ἀκόλουθον τρόπον: Ἐπρομηθεύθησαν τρόφιμα καὶ ἐτοίμασαν προμήθειες ταξιδιοῦ καὶ ἐφόρτωσαν παλιὰ σακκιὰ ἐπάνω εἰς τοὺς ὄνους των καὶ ἀσκιὰ μὲ κρασί παλιά, σχισμένα, μπαλωμένα καὶ δεμένα·

  5. 5

    καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶκαταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν. καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.

    καὶ ἐφόρεσαν εἰς τὰ πόδια των παπούτσια μὲ σόλες μπαλωμένες καὶ παλιὲς καὶ σανδάλια παλιὰ καὶ φαγωμένα (τριμμένα), καὶ ἐντύθησαν μὲ φορεσιὲς παλιωμένες· τὸ δὲ ψωμί, ποὺ εἶχαν πάρει διὰ τὸ ταξίδι τους, ἦταν κατάξερο, μουχλιασμένο καὶ μισοφαγωμένο (ἢ κατ' ἄλλους: Ἀποσυντεθειμένο).

  6. 6

    καὶ ἤλθοσαν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς ᾿Ιησοῦν καὶ ᾿Ισραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.

    Ἔπειτα ἦλθαν εἰς τὸν Ἰησοῦν, εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν εἰς τὰ Γάλγαλα, καὶ εἶπαν εἰς τὸν Ἰησοῦν καὶ τοὺς Ἰσραηλῖτες: «Ἤλθαμε ἀπὸ χώραν μακρινή»· δι' αὐτὸ τώρα κάμετε μαζί μας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας».

  7. 7

    καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;

    Καὶ οἱ Ἰσραηλῖται ἀπάντησαν πρὸς τοὺς Χορραίους (τοὺς κατοίκους τῆς Γαβαών): «Προσέξετε μήπως τυχὸν κατοικεῖτε μεταξύ μας· διότι, ἂν συμβαίνῃ αὐτό, πῶς θὰ συνάψωμεν μαζί σας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας;».

  8. 8

    καὶ εἶπαν πρὸς ᾿Ιησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;

    Καὶ οἱ Χορραῖοι ἀπάντησαν πρὸς τὸν Ἰησοῦν: «Εἴμαστε δοῦλοι σου». Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε: «Ἀπὸ ποὺ εἶσθε καὶ ἀπὸ ποὺ ἤλθατε;»

  9. 9

    καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ

    Αὐτοὶ τοῦ ἀπάντησαν: «Ἀπὸ χώραν πολὺ μακρινὴν ἔχομεν φθάσει οἱ δοῦλοι σου διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου· διότι ἔχομεν ἀκούσει τὴν μεγάλην φήμην καὶ τὴν καταπληκτικὴν δύναμιν τοῦ ὀνόματός του καὶ ὅλα τὰ θαυμαστὰ γεγονότα, ποὺ ἔκαμεν εἰς τὴν Αἴγυπτον,

  10. 10

    καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων καὶ τῷ ῍Ωγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν.

    καὶ ὅλα, ὅσα ἔκαμεν εἰς τοὺς δύο βασιλεῖς τῶν Ἀμορραίων, οἱ ὁποῖοι ἦσαν εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη· δηλαδὴ εἰς τὸν Σηών, τὸν βασιλιᾶ τῶν Ἀμορραίων, καὶ εἰς τὸν Ὤγ, τὸν βασιλιᾶ τῆς χώρας Βασάν, ὁ ὁποῖος ἐκατοικοῦσε εἰς τὴν Ἀσταρὼθ καὶ τὴν Ἐδραΐν.

  11. 11

    καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην.

    Ὅταν ἐπληροφορήθησαν τὰ γεγονότα αὐτὰ οἱ πρεσβύτεροι ἀρχηγοί μας καὶ ὅλοι οἱ κάτοικοι τῆς χώρας μας μᾶς ἐμίλησαν καὶ μᾶς εἶπαν: «Πάρετε μαζί σας τρόφιμα, προμήθειες διὰ τὸ ταξίδι καὶ πηγαίνετε νὰ συναντήσετε τοὺς Ἰσραηλῖτες καὶ νὰ τοὺς εἰπῆτε· εἴμαστε δοῦλοι σας καὶ δι' αὐτὸ κάμετε τώρα μαζί μας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας».

  12. 12

    οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι.

    Αὐτὰ τὰ ψωμιὰ ποὺ βλέπετε, ἦσαν φρέσκα, ζεστά, ὅταν τὰ ἐπήραμε μαζί μας ὡς ἐφόδια τὴν ἡμέραν ποὺ ἐξεκινήσαμε νὰ ἔλθωμεν πρὸς σᾶς· τώρα φῶς, ὕστερα ἀπὸ τόσον μακρινὸ ταξίδι, ἐστέγνωσαν, ἔγιναν κατάξερα, ἐμούχλιασαν καὶ ἔχουν μισοφαγωθῆ (ἢ κατ' ἄλλους: Ἔχουν ἀποσυντεθῆ).

  13. 13

    καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.

    Αὐτὰ τὰ ἀσκιὰ τοῦ κρασιοῦ, ὅταν τὰ ἐγεμίσαμεν, ἦσαν καινούργια· τώρα ὅμως ἐπάλιωσαν, ἐσχίσθησαν. Καὶ τὰ ροῦχα μας καὶ τὰ παπούτσια μας ἔχουν παλιώσει καὶ λειώσει ἀπὸ τὸν πάρα πολὺ μακρινὸν δρόμον, ποὺ ἐπερπατήσαμε, προκειμένου νὰ σᾶς συναντήσωμεν».

  14. 20

    καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν.

    Καὶ οἱ ἄρχοντες τῶν Ἰσραηλιτῶν ἐπῆραν καὶ ἐγεύθησαν ἀπὸ τὰ τρόφιμα, ποὺ τοὺς παρουσίασαν οἱ Χορραῖοι, καὶ ἔτσι ἐσύναψαν μαζί τους συνθήκην εἰρήνης καὶ φιλίας χωρὶς νὰ συμβουλευθοῦν προηγουμένως τὸν Κύριον.

  15. 21

    καὶ ἐποίησεν ᾿Ιησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.

    Καὶ ὁ Ἰησοῦς ἔκλεισε μαζί τους συνθήκην εἰρήνης. Μὲ τὴν συνθήκην αὐτὴν τοὺς ὑπέσχετο ὅτι θὰ σεβασθῇ τὴν ζωήν των καὶ δὲν θὰ τοὺς φονεύσῃ, οἱ δὲ ἄρχοντες τῶν Ἰσραηλιτῶν ἔδωσαν καὶ ὅρκον διὰ τὴν συμφωνίαν αὐτήν.

  16. 22

    καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι.

    Συνέβη ὅμως τοῦτο: Τρεῖς ἡμέρες ὕστερα ἀπὸ τὴν ἡμέραν ποὺ οἱ Ἰσραηλῖται ἔκλεισαν συνθήκην εἰρήνης, ἐπληροφορήθησαν ὅτι οἱ Γαβαωνῖται ἦσαν γείτονές των καὶ ὅτι ἑκατοικοῦσαν μεταξύ των.

  17. 23

    καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις ᾿Ιαρίν.

    Καὶ οἱ Ἰσραηλῖται ἐξεκίνησαν καὶ ἔφθασαν εἰς τὶς πόλεις τῶν Γαβαωνιτῶν· οἱ δὲ πόλεις των ἦσαν ἡ Γαβαών, ἡ Κεφιρά, ἡ Βηρὼθ καὶ οἱ πόλεις Ἰαρίν.

  18. 24

    καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν ᾿Ισραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.

    Οἱ Ἰσραηλῖται ὅμως δὲν ἐπολέμησαν καὶ δὲν ἐφόνευσαν τοὺς κατοίκους τῶν πόλεων αὐτῶν, διότι ὅλοι οἱ ἄρχοντες τῶν Ἰσραηλιτῶν ὡρκίσθησαν εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, ὅτι θὰ σεβασθοῦν τὴν ζωήν των. Διὰ τὸ γεγονὸς αὐτὸ ἐγόγγυσεν ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐναντίον τῶν ἀρχόντων των.

  19. 25

    καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν ᾿Ισραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·

    Καὶ οἱ ἄρχοντες εἶπαν εἰς ὅλην τὴν συγκέντρωσιν τῶν Ἰσραηλιτῶν: «Ἔμεῖς ὠρκισθήκαμε δι' αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ· ἐπειδὴ δὲ ἔχομεν δεσμευθῆ, δὲν θὰ ἠμπορέσωμεν τώρα νὰ τοὺς ἐγγίσωμεν διὰ νὰ τοὺς σκοτώσωμεν·

  20. 26

    τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ' ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·

    θὰ κάμωμεν ὅμως τοῦτο: Θὰ τοὺς ἀφήσωμεν νὰ ζήσουν, δὲν θὰ τοὺς σκοτώσωμεν. Μὲ τὸν τρόπον αὐτὸν δὲν θὰ ἐκσπάσῃ ἐναντίον μας ἡ ὀργὴ τοῦ Θεοῦ, ἕνεκα τοῦ ὅρκου, τὸν ὁποῖον ἐδώσαμεν εἰς αὐτούς, ὅτι θὰ σεβασθῶμεν τὴν ζωήν των.

  21. 27

    ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.

    Αὐτοὶ θὰ διατηρηθοῦν εἰς τὴν ζωὴν καὶ θὰ εἶναι ξυλοκόποι καὶ νεροφόροι ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὅπως ἀπεφάσισαν δι' αὐτοὺς οἱ ἄρχοντες».

  22. 28

    καὶ συνεκάλεσεν αὐτοὺς ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;

    Καὶ ὁ Ἰησοῦς ἐκάλεσε τοὺς Γαβαωνῖτες καὶ τοὺς εἶπε: «Διατί μὲ ἐξαπατήσατε καὶ μοῦ εἴπατε «εἴμαστε ἀπὸ χώραν πολὺ μακρινὴν ἀπὸ σέ», ἐνῶ εἶσθε πράγματι κάτοικοι τῆς χώρας, εἰς τὴν ὁποίαν κατοικοῦμεν καὶ ἐμεῖς;

  23. 29

    καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.

    Ἐπειδὴ λοιπὸν μὲ ἐξαπατήσατε, τώρα νὰ εἶσθε καταράμενοι· κανεὶς ἀπὸ σᾶς δὲν θὰ παύσῃ νὰ εἶναι δοῦλος εἰς ἐμὲ καὶ τὸν Θεόν μου, ξυλοκόπος καὶ νεροφόρος».

  24. 30

    καὶ ἀπεκρίθησαν τῷ ᾿Ιησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ' αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.

    Οἱ Γαβαωνῖται ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν: «Μᾶς ἐπληροφόρησαν ὅλα, ὅσα διέταξε Κύριος ὁ Θεός σου τὸν Μωϋσῆν, τὸν δοῦλον του, ὅτι δηλαδὴ θὰ δώσῃ εἰς σᾶς ὅλην αὐτὴν τὴν χώραν καὶ θὰ ἐξολοθρεύσῃ ὅλους ἐμᾶς καὶ ὅλους, ὅσοι κατοικοῦν εἰς αὐτὴν ἀπὸ τὸν δρόμον σας, καὶ διὰ τοῦτο ἐτρομοκρατηθήκαμε πάρα πολὺ διὰ τὴν ζωήν μᾶς, ὅταν ἐφθάσατε ἐδῶ καὶ εὐρεθήκαμε ἐμπρός σας· διὰ τοὺς λόγους αὐτοὺς ἐχρησιμοποιήσαμε τὸ τέχνασμα τοῦτο καὶ ἐνεργήσαμε ἔτσι.

  25. 31

    καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.

    Καὶ τώρα νά· εἴμαστε εἰς τὰ χέρια σας, εἰς τὴν ἐξουσίαν σας· ὅπως σᾶς ἀρέσει καὶ ὅπως σᾶς φαίνεται δίκαιον καὶ ὀρθόν, συμπεριφερθῆτε μας».

  26. 32

    καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ᾿Ισραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.

    Ἔτσι οἱ Ἰσραηλῖται τοὺς συμπεριεφέρθησαν μὲ τὸν τρόπον ποὺ ἀνεφέρθη προηγουμένως. Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰησοῦς τοὺς ἐγλύτωσε ἀπὸ τὰ χέρια τῶν Ἰσραηλιτῶν, καὶ ἔτσι δὲν τοὺς ἐφόνευσαν.

  27. 33

    καὶ κατέστησεν αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος.

    Καὶ ἀπὸ τὴν ἡμέραν ἐκείνην ὁ Ἰησοῦς τοὺς κατέστησε ξυλοκόπους καὶ νεροφόρους εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν καὶ εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Διὰ τοῦτο οἱ κάτοικοι τῆς Γαβαὼν ἔγιναν ξυλοκόποι καὶ νεροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται τὰ γεγονότα αὐτά· τέτοιοι θὰ εἶναι καὶ ἀργότερα εἰς τὸν ἅγιον τόπον τοῦ ναοῦ, τὸν ὁποῖον θὰ διαλέξῃ καὶ θὰ καθορίσῃ ὁ Κύριος.